Περὶ τοῦ ἀββᾶ Μιλησίου.
αʹ. Παρερχόμενος ὁ ἀββᾶς Μιλήσιος διά τινος τόπου, εἶδέ τινα μοναχὸν κρατούμενον ὑπό τινος, ὡς φόνον ποιήσαντα. Καὶ προσεγγίσας ὁ γέρων, ἐπερώτησε τὸν ἀδελφόν. Καὶ μαθὼν ὅτι συκοφαντεῖται, λέγει πρὸς τοὺς κατέχοντας αὐτόν· Ποῦ ἔστιν ὁ φονευθείς; Καὶ ἔδειξαν αὐτῷ. Καὶ προσεγγίσας τῷ φονευθέντι, εἶπε πᾶσι προσεύξασθαι. Αὐτοῦ δὲ ἐκπετάσαντος τὰς χεῖρας πρὸς τὸν Θεὸν, ἀνέστη ὁ νεκρός. Καὶ εἶπεν αὐτῷ ἐπὶ πάντων· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ φονεύσας σε. Ὁ δὲ εἶπεν, ὅτι Εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, δέδωκα χρήματα τῷ πρεσβυτέρῳ· ὁ δὲ ἀναστὰς, ἔσφαξέ με· καὶ ἀπενέγκας, ἔῤῥιψεν εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ. Ἀλλὰ παρακαλῶ ὑμᾶς, ληφθῆναι τὰ χρήματα, καὶ δοθῆναι τοῖς τέκνοις μου. Τότε εἶπε πρὸς αὐτὸν ὁ γέρων· Ἄπελθε, καὶ κοιμῶ, ἕως ἂν ἔλθῃ ὁ Κύριος, καὶ ἐγείρῃ σε. Read more