Άρθρα

ΠαλαμάςΤὸ Εὐαγγέλιο Τῆς Κυριακῆς (Λουκᾶ στ΄ 31-36)

Καὶ καθὼς θέλετε ἴνα ποιῶσιν ὑμὶν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπώντας ὑμᾶς, ποία ὑμὶν χάρις ἐστι; Καὶ γὰρ οἱ ἁμαρτωλοί τους ἀγαπώντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμὶν χάρις ἐστι; Καὶ γὰρ οἱ ἁμαρτωλοί το αὐτὸ ποιούσι. Καὶ ἐὰν δανείζητε πὰρ΄ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμὶν χάρις ἐστι; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἴνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστὸς ἐστὶν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὒν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστι. Read more

Ἡ Εὐαγγελικὴ περικοπὴ τῆς Θείας Λειτουργίας.
Κατὰ Λουκᾶν Εὐαγγέλιον Κεφ. Ε. 1 – 11

Τῷ καιρῶ ἐκείνω, ἐγένετο ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι Αὐτῶ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ Αὐτὸς ἣν ἐστῶς παρὰ τὴν λίμνην Γεννησαρέτ, καὶ εἶδε δύο πλοῖα ἐστώτα παρὰ τὴν λίμνην. Οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν, ἀπέπλυναν τὰ δίκτυα. Ἐμβᾶς δὲ εἰς ἕν των πλοίων, ὁ ἣν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα: ἐπαναγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεῖς ὁ Σίμων εἶπεν αὐτῶ: Ἐπιστάτα, δὶ’ ὅλης της νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν’ ἐπὶ δὲ τῷ ρήματί Σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ. Διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἐτέρω πλοίω, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς. Καὶ ἦλθον καὶ ἐπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων: ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλὸς εἰμι, Κύριε’ θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τους σὺν αὐτῶ ἐπὶ τῇ ἄγρα τῶν ἰχθύων ἡ συνέλαβον’ ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἱ ἤσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς: μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔση ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν Αὐτῶ. Read more


Εὐαγγελικὸ ἀνάγνωσμα τῆς παραβολῆς τῶν ταλάντων (Ματθ. κε’ 14-30)

14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· 17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. Read more

Εὐαγγέλιο Κηριακῆς: Ματθ. Κε´ 14-30
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην• ῎Ανθρωπός τις ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. ῾Ωσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ῾Ο δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. Μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων• Κύριε, πέντε τάλαντά μοι παρέδωκας• ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ῎Εφη αὐτῷ ὁ κύριος αὐτοῦ• Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω• εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε• Κύριε, δύο τάλαντά μοι παρέδωκας• ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ῎Εφη αὐτῷ ὁ κύριος αὐτοῦ• Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω• εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε• Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας• καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ• ἴδε ἔχεις τὸ σόν. ᾿Αποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ• Πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ῎Αρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ• καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον• ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ταῦτα λέγων ἐφώνει• ῾Ο ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Read more

Κακών γεωργώνἩ Εὐαγγελικὴ Περικοπὴ τῆς Θείας Λειτουργίας:
Κατὰ Ματθαῖον Εὐαγγέλιον: ΚΑ. 33 – 42.

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην: «Ἀνθρωπὸς τὶς ἣν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελώνα καὶ φραγμὸν αὐτῶ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῶ ληνὸν καὶ ὠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. Ὄτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοί τους δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὠσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων: ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱόν, εἶπον ἐν ἐαυτοῖς: οὗτος ἐστὶν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατασχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτόν, ἐξέβαλον ἔξω του ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὒν ἔλθη ὁ κύριος του ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις»; Λέγουσιν αὐτῶ: «κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελώνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῶ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν». Λέγει αὐτοῖς ὁ Ἰησοῦς: «οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς: «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας΄ παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἠμῶν»; Read more

Εὐαγγέλιο Κυριακῆς Κατὰ Ματθαῖον (ιη΄ 23-35)

saint-chrisostomosΔιὰ τοῦτο ὠμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπω βασιλεῖ, ὃς ἠθέλησε συνάραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῶ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναίκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26 πεσῶν οὒν ὁ δοῦλος προσεκύνει αὐτῶ λέγων· κύριε, μακροθύμησον ἒπ ἐμοὶ καὶ πάντα σοὶ ἀποδώσω. 27 σπλαγχνισθεῖς δὲ ὁ κύριος του δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῶ. 28 ἐξελθῶν δὲ ὁ δοῦλος ἐκεῖνος εὖρεν ἕνα των συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῶ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοὶ εἰ τί ὀφείλεις. 29 πεσῶν οὒν ὁ συνδοῦλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἒπ ἐμοὶ καὶ ἀποδώσω σοί. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθῶν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῶ το ὀφειλόμενον. 31 ἰδόντες δὲ οἱ συνδοῦλοι αὐτοῦ τα γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίω ἑαυτῶν πάντα τα γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῶ· δοῦλε πονηρέ, πάσαν τὴν ὀφειλὴν ἐκείνην ἀφήκα σοί, ἐπεῖ παρεκάλεσας μέ. 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν συνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεῖς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῶ πᾶν το ὀφειλόμενον αὐτῶ. 35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμίν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῶ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Read more

(Ματθ.ιζ΄14-23)

Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστὴν 

α΄. Δὲν τὸ γνώριζαν ἀσφαλῶς ἀπὸ τὶς Γραφὲς, ἀλλὰ ἦταν ἑρμηνεία δική τους καὶ κυκλοφοροῦσε ὁ λόγος αὐτὸς ἀνάμεσα στὸν ἄπειρο λαό, ὅπως καὶ σχετικὰ μὲ τὸ Χριστό. Γι’ αὐτὸ ἔλεγε ἡ Σαμαρείτισσα· Ἔρχεται ὁ Μεσσίας. Ὅταν ἔρθη ἐκεῖνος θὰ μᾶς τὰ ἀναγγείλη ὅλα. Κι ἐκεῖνοι ρωτοῦσαν τὸν Ἰωάννη· Ὁ Ἠλίας εἶσαι ἤ ὁ προφήτης; Ὅπως εἶπα ὑπῆρχε καὶ ὁ λόγος γιὰ τὸ Χριστὸ καὶ ὁ λόγος γιὰ τὸν Ἠλία, ἀλλὰ δὲν τὸν ἐξηγοῦσαν ὅπως ἔπρεπε. Οἱ Γραφὲς ἀναφέρουν δύο παρουσίες τοῦ Χριστοῦ ἀυτὴν ποὺ ἔχει πραγματοποιηθῆ κι ἐκείνη ποὺ θὰ γίνη. Αὐτὲς ἐννοοῦσε ὁ Παῦλος ὅταν ἔλεγε· Φάνηκε ἡ χάρη τοῦ Θεοῦ ἡ σωτηρία καὶ μᾶς διδάσκει, ἀφοῦ ἀρνηθοῦμε τὴν ἀσέβεια καὶ τὶς ἐπιθυμίες τοῦ κόσμου, νὰ ζήσωμε μὲ σωφροσύνη καὶ δικαιοσύνη καὶ εὐσέβεια. Αὐτὴ εἶναι ἡ μία. Ἄκουσε πῶς φανερώνει καὶ τὴν ἄλλη. Read more

 

Ἕνα κείμενο ποὺ πρέπει νὰ διαβάσουμε ὅλοι μας. Ἰδιαίτερα ὅσοι αὐτὸν τὸν καιρὸ πιέζονται ἀπὸ θλίψεις, ὅσοι ἀπελπίζονται καὶ νιώθουν ἀπόγνωση. Ὁ ἅγιος Γρηγόριος ἑρμηνεύει καὶ αὐτὴ τὴ διήγηση μὲ τὴν ἀναγωγικὴ μέθοδο. Ἱστορικὰ αὐτὴ ἀποτελεῖ ἔκθεση τοῦ θαύματος τῆς ἠρέμησης τῶν κυμάτων, ἠθικὰ ὅμως ὑποδηλώνει τὴν μέσω τῶν πειρασμῶν τελειοποίηση τῆς πίστεως, ἐνῶ ἀναγωγικὰ παριστάνει τὴ δυσκολία τοῦ ἔργου τῶν Ἀποστόλων στὸν ἐθνικὸ κόσμο. Read more

Κυριακή Θ΄ Ματθαίου (Ματθ. ιδ΄, 22-34)
Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστήν

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 καὶ ἰδόντες αὐτὸν οἱ δὲ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. Read more

Ὁ κατὰ τοῦ Πέτρου ἔλεγχος, τὸν ὁποῖον ἠκούσαμε σήμερα στὸ Ἱερὸν Εὐαγγέλιον, μᾶς δίδει ἀφορμὴ νὰ ἐρευνήσωμε μὲ ἀκρίβεια τὰ περὶ τῆς ὀλιγοπιστίας, ἡ ὁποία ψυχραίνει τὸν πόθο τῆς ἀρετῆς, καὶ κατακρημνίζει εὔκολα στὰ βάραθρα τῆς ἁμαρτίας. Read more

Κυριακή Η΄Ματθαίου Ματθ. ιδ΄, 14-22
Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὑαγγελιστὴν 

14 Καὶ ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Read more

Ἐπαινῶ μὲν τὸν πόθο τῆς φιλομαθείας, ἀποδέχομαι δὲ τὸν βαθμὸν τῆς φιλοθεΐας. Καὶ γνωρίζω ποιὸς σάς ἐμφύτευσε τὸν ἐξαίρετον αὐτὸν ζῆλο. Γνωρίζω τὸν ἐκπαιδευτὴ τῆς ἀρετῆς σας, τὸν πατέρα καὶ συγχρόνως ποιμένα καὶ ἰατρὸν καὶ κυβερνήτην. Αὐτὸν ποὺ διαπρέπει στὴν εὐαγγελικὴ ζωή, καὶ πνέει χάριν ἀποστολικήν. Αὐτὸν ὁ ὁποῖος σάς χειραγωγεῖ πρὸς τοὺς οὐρανίους λειμῶνες μὲ πνευματικὰ σαλπίσματα, ὡς θησαυρὸς πνευματικῶν ἐννοιῶν ποὺ εἶναι. Τὴν ἔμψυχον εἰκόνα τῆς φιλανθρωπίας, αὐτὸν ποὺ ὑπερέβη τὴν πραότητα τοῦ νόμου καὶ εἶναι ἀνίκητος ἀπὸ τὸν θυμόν, λάμπει δὲ ἀπὸ σοφία, καὶ στεφανώνεται μὲ ἀρετές. Read more

Ὁ Κύριος ἠμῶν Ἰησοῦς Χριστός, μὲ τὸ σῶμα ποὺ ἔλαβε ἀπὸ ἐμᾶς πρὸς χάριν μας, κατὰ τὴ συναναστροφή του μὲ τοὺς ἀνθρώπους, ἐθεράπευσε πολλοὺς ὡς πρὸς τὸ σῶμα καὶ ὡς πρὸς τὴν ψυχὴ τυφλούς. Ἢ μᾶλλον, ἐὰν κανεὶς σκεφθεῖ τὴν ἀνάβλεψη τῆς διανοίας, ποὺ εἶναι ἡ μετάθεση ἀπὸ τὴν ἀπιστία στὴν πίστη καὶ ἀπὸ τὴν ἄγνοια στὴν ἐπίγνωση τοῦ Θεοῦ, δὲν εἶναι δυνατὸν οὔτε καν νὰ ἀπαριθμήσει τυφλοὺς ποὺ ἀνέβλεψαν μὲ τὴν ἐνανθρώπηση τοῦ Κυρίου. Αὐτοὶ εἶναι ἀριθμημένοι μόνον ἀπὸ Ἐκεῖνον ποὺ ἔχει ἀριθμημένες τὶς τρίχες τῆς κεφαλῆς μας. Ἐὰν ὅμως σκεφθοῦμε τὴν ἀνάβλεψη τῶν σωματικῶν ὀφθαλμῶν, καὶ ὡς πρὸς αὐτὴν θὰ εὔρωμε πολλοὺς νὰ ἔχουν θεραπευθεῖ ἀπὸ τὸν Χριστό, ἄλλους μὲ μόνο τὸν λόγο, ἄλλους μὲ τὴν ἁφή. Ὁρισμένους δὲ καὶ μόνον μὲ τὸ νὰ προσπέσουν σ’ Αὐτόν, καὶ μὲ τὸ νὰ τὸν πλησιάσουν. Ἐπίσης καὶ μερικοὺς ποὺ ἔλαβαν τὴν ἴαση καὶ μὲ τὸ πτύσμα του ἢ καὶ μὲ χρίσμα πηλοῦ. Read more

Κυριακή Ζ΄ Ματθαίου Ματθ. θ΄ 27-35
Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστὴν

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, Κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω. 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ Read more

Παλαμάς(P.G. 151, 364-376)

Ὅσοι ἁμαρτήσαμε ἔχουμε ἀνάγκη πάλι ἀπὸ τὴ λύπη καὶ τὸν πόνο τῆς μετάνοιας γιὰ τὰ ἁμαρτήματα ποὺ ἔχουμε διαπράξει. Πρέπει νὰ μετανοήσουμε καὶ νὰ πέσουμε στὰ γόνατα, γιὰ νὰ ἀκούσει καθένας μᾶς μυστικὰ μέσα στὴν καρδιά του, ὅπως ὁ Παράλυτός τοῦ Εὐαγγελίου, «ἔχε θάρρος, τέκνο». Και ἔτσι, ἀφοῦ πληροφορηθεῖ ἡ καρδιά μας ὅτι ἔχουμε λάβει τὴ συγχώρηση, νὰ μεταστρέψουμε τὴ λύπη σὲ χαρά. Διότι αὐτὴ εἶναι ἡ λύπη, τὸ μέλι τὸ πνευματικό, ποὺ θηλάζουμε ἐμεῖς ἀπὸ τὴ στερεὰ πέτρα, σύμφωνα μὲ τὸ ἀποστολικὸ ρητό: «Ἐθήλασαν μελὶ ἀπὸ πέτρα» (Δευτ. 32, 13) «ἡ δὲ πέτρα εἶναι ὁ Χριστὸς» (Α’ Κορ. 10, 4). Νά μὴ σᾶς κάνει ὅμως ἐντύπωση ποὺ ἀποκάλεσα τὴ λύπη «μέλι». Γιατί αὐτὴ εἶναι ἡ λύπη γιὰ τὴν ὁποία ὁ ἀπόστολος Παῦλος λέει: «Ἡ κατὰ Θεὸν λύπη προκαλεῖ ἀμεταμέλητη μετάνοια για τη σωτηρία» (Β’ Κορ. 7, 10). Όπως δηλαδὴ σ’ αὐτὸν ποὺ ἔχει τραυματισμένη γλώσσα τὸ μέλι θὰ τοῦ φανεῖ πικρὸ -ἀλλὰ ὅταν θὰ θεραπευθεῖ θὰ ἀλλάξει γνώμη,- ἔτσι καὶ ὁ φόβος τοῦ Θεοῦ προκαλεῖ λύπη στὶς ψυχὲς ποὺ εἶναι δεκτικές του Εὐαγγελικοῦ κηρύγματος. Ὅσο καιρὸ οἱ ψυχὲς αὐτὲς ἔχουν ἀνοικτά τα τραύματα τῶν ἁμαρτιῶν τους, αἰσθάνονται λύπη. Ὅταν ὅμως ἐλευθερωθοῦν ἀπ’ αὐτὰ διὰ τῆς μετανοίας, νιώθουν ἐκείνη τὴ χαρά, τὴν ὁποία ἐννοεῖ ὁ Κύριος ὅταν λέει: «ἡ λύπη σας θὰ μεταβληθεῖ σὲ χαρὰ» (Ἰωάν. 16, 20). Ποιὰ λύπη; Ἀσφαλῶς ἐκείνη ποὺ αἰσθάνονταν οἱ Μαθητὲς στὸ ἄκουσμα ὅτι θὰ στεροῦνταν τὸν Κύριο καὶ Διδάσκαλό τους. Τὴ λύπη ἐκείνη ποὺ αἰσθάνθηκε ὁ Πέτρος ὅταν Τὸν ἀρνήθηκε. Δηλαδὴ τὴ λύπη ποὺ αἰσθάνεται ὁ κάθε πιστὸς ὅταν μετανοεῖ γιὰ τὶς ἁμαρτίες, γιὰ τὶς ἐλλείψεις του στὴν ἀρετή, πράγμα ποὺ ὀφείλεται στὴ ραθυμία του. Read more

Ἡ Εὐαγγελικὴ Περικοπῆ τῆς Θείας Λειτουργίας.
Κατὰ Ματθαῖον Εὐαγγέλιον Κεφ. Η. 28 – 34, θ. 1.
Τῷ καιρῷ ἐκείνω, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῶ δυὸ δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεὶν διὰ τῆς ὁδοῦ ἐκείνης. Και ἰδοὺ ἔκραξαν λέγοντες” τί ἠμὶν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ? Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἠμᾶς? Ἢν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν Αὐτὸν λέγοντες” εἰ ἐκβάλλεις ἠμᾶς, ἐπίτρεψον ἠμὶν ἀπελθεὶν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοίς” ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων’ καὶ ἰδοὺ ὤρμησε πάσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοὶς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδοὺ πάσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῆ ἀπὸ τῶν ὁρίων αὐτῶν. ΚΑΙ ἐμβᾶς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδὶαν πόλιν. Read more

Κυριακή Ε΄Ματθαίου Ματθ. η΄, 28,θ΄1

Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστὴν

α΄. Ὁ Λουκᾶς χωρὶς νὰ φροντίζη γιὰ τὴ σειρὰ τοῦ χρόνου γράφει· Ἔτυχε μιὰ μέρα καὶ μπῆκε σ’ ἕνα πλοῖο αὐτὸς κι οἱ μαθητές του. Ὅμοια κι ὁ Μᾶρκος. Δὲν κάνει τὸ ἴδιο ὁ Ματθαῖος ἀλλὰ κρατεῖ ἐδῶ τὴ σειρά. Δὲν ἔγραφαν ὅλοι ἴδια. Μίλησα γι’ αὐτὸ καὶ πρωτύτερα γιὰ νὰ μὴ νομίζη κανεὶς μὲ τὴν παράλειψη ὅτι ὑπάρχει κάποια διαφωνία. Τὸν κόσμο τὸν ἔστειλε στὰ σπίτια τους, πῆρε ὅμως μαζί τους τοὺς μαθητές. Αὐτὸ βέβαια τὸ λένε καὶ οἱ ἄλλοι. Read more

 

1 Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. 2 καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. 4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. 5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· 6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

α.Ὁ λεπρός τὸν ἐπλησίασε, ὅταν κατέβηκε ἀπὸ τὸ βουνό· κι ὁ σημερινὸς ἐκατόνταρχος, ὅταν μπῆκε στὴν Καπερναούμ. Γιὰ ποιὸ λόγο οὔτε ὁ ἕνας οὔτε ὁ ἄλλος δὲν ἀνέβηκαν στὸ βουνό; Ὄχι ἀπὸ ἀδιαφορία γιατὶ καὶ τῶν δύο ἡ πίστη ἦταν θερμὴ ἀλλὰ γιὰ νὰ μὴ διακόψουν τὴ διδασκαλία του. Τὸν ἐπλησίασε καὶ τοῦ εἶπε· ὁ δοῦλος μου ἔπεσε παράλυτος στὸ σπίτι καὶ βασανίζεται φρικτά. Λένε μέρικοὶ γιὰ νὰ δικαιολογηθῆ εἶπε καὶ τὴν αἰτία γιὰ τὴν ὁποία δὲν τὸν ἔφερε. Γιατὶ δὲν ἦταν δυνατό, λένε, ἐνῶ εἶχε παραλύσει, βασανιζόταν κι ἦταν στὰ τελευταῖα του νὰ τὸν φέρουν σηκώνοντάς τον. Read more

Ἡ Εὐαγγελικὴ περικοπὴ τῆς Θείας Λειτουργίας.
Κατὰ Ματθαῖον, (Κεφ. στ΄ 22 – 33.)

Ὁ λύχνος τοῦ σώματος ἐστιν ὁ ὀφθαλμός, ἐὰν οὒν ὁ ὀφθαλμός σου ἁπλοὺς ἤ, ὅλον το σῶμά σου φωτεινὸν ἔσται, ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ἤ, ὅλον το σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὒν τὸ φῶς τὸ ἐν σοῖ σκότος ἐστι, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, ἡ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἡ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῶ δουλεύειν καὶ μαμωνά. Read more

Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,  ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφόν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῷ καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Read more