Περὶ τοῦ ἀββᾶ Ἀντωνίου.
αʹ. Ὁ ἅγιος ἀββᾶς Ἀντώνιος, καθεζόμενός ποτε ἐν τῇ ἐρήμῳ, ἐν ἀκηδίᾳ γέγονε καὶ πολλῇ σκοτώσει λογισμῶν· καὶ ἕλεγε πρὸς τὸν Θεόν· Κύριε, θέλω σωθῆναι, καὶ οὐκ ἐῶσί με οἱ λογισμοί· τί ποιήσω ἐν τῇ θλίψει μου; πῶς σωθῶ; Καὶ μικρὸν διαναστὰς ἐπὶ τὰ ἔξω, θεωρεῖ τινα ὁ Ἀντώνιος ὡς ἑαυτὸν, καθεζόμενον καὶ ἐργαζόμενον, εἶτα ἀνιστάμενον ἀπὸ τοῦ ἔργου καὶ προσευχόμενον, καὶ πάλιν καθεζόμενον καὶ τὴν σειρὰν πλέκοντα, εἶτα πάλιν εἰς προσευχὴν ἀνιστάμενον· ἦν δὲ ἄγγελος Κυρίου, ἀποσταλεὶς πρὸς διόρθωσιν καὶ ἀσφάλειαν Ἀντωνίου. Καὶ ἤκουσε τοῦ ἀγγέλου λέγοντος· Οὕτως ποίει, καὶ σώζῃ. Ὁ δὲ τοῦτο ἀκούσας, πολλὴν χαρὰν ἔσχε καὶ θάρσος, καὶ οὔτως ποιῶν ἐσώζετο. Read more