Περὶ τοῦ ἀββᾶ Ζήνωνος.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ζήνων ὁ μαθητὴς τοῦ μακαρίου Σιλουανοῦ· Μὴ οἰκήσῃς ἐν τόπῳ ὀνομαστῷ, μηδὲ καθίσῃς μετὰ ἀνθρώπου ἔχοντος μέγα ὄνομα, μηδὲ βάλῃς θεμέλιον τοῦ οἰκοδομῆσαι ἑαυτῷ κελλίον πώποτε.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ζήνωνος, ὅτι ἀπ’ ἀρχῆς οὐκ ἤθελε λαβεῖν παρά τινός τίποτε. Καὶ ἐντεῦθεν οἱ φέροντες ἀπήρχοντο λυπούμενοι, ὅτι οὐκ ἐλάμβανε. Καὶ ἄλλοι ἤρχοντο πρὸς αὐτὸν, λαβεῖν θέλοντες ὡς παρὰ μεγάλου γέροντος, καὶ οὐκ εἶχέ τι δοῦναι αὐτοῖς, καὶ αὐτοὶ ὑπῆγον λυπούμενοι. Λέγει ὁ γέρων· Τί ποιήσω, ὅτι καὶ οἱ φέροντες λυποῦνται, καὶ οἱ λαβεῖν θέλοντες; Τοῦτο μᾶλλον συμφέρει· εἴ τις φέρει, λαμβάνω, καὶ εἴ τις αἰτεῖ παρέχω αὐτῷ. Καὶ οὕτως ποιήσας ἀνεπαύετο, καὶ πάντας ἐπληροφόρει. Read more