Ἀθλήσαντος ἐν Κωνσταντινουπόλει τῷ ͵αωιδ´, Μαρτίου κβ´,
τῇ Κυριακῇ τῶν Βαΐων.
Καλεῖ ἡμᾶς πρὸς νέαν πανήγυριν ὁ νέος τοῦ Χριστοῦ ὁσιομάρτυς Εὐθύμιος, καὶ ἡμεῖς ὡς θερμοὶ αὐτοῦ ἐρασταὶ ἐμβαίνομεν εἰς τὸ στάδιον τῆς διηγήσεως τῶν ἐνδόξων κατορθωμάτων καὶ τῆς λαμπρᾶς αὐτοῦ ἀθλήσεως, ἵνα καὶ τὰς ἐπιταγάς, τὰς ὁποίας ἐλάβομεν περὶ τούτου, ἐκπληρώσωμεν, καὶ τοὺς συνελθόντας ἀδελφοὺς ἐν Χριστῷ καὶ Πατέρας πνευματικῶς δεξιωθῶμεν, καὶ τὸ πρὸς τὸν ἅγιον ἰδιαίτερον ἡμῶν ὄφλημα ἐν μέρει ἀποδόσωμεν, διηγούμενοι καὶ εἰς μέσον προβάλλοντες τὰ κατ᾿ αὐτόν, εἰς δοξολογίαν τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Read more