Εὐαγγέλιο Κυριακῆς Κατὰ Ματθαῖον (ιη΄ 23-35)
Διὰ τοῦτο ὠμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπω βασιλεῖ, ὃς ἠθέλησε συνάραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῶ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναίκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26 πεσῶν οὒν ὁ δοῦλος προσεκύνει αὐτῶ λέγων· κύριε, μακροθύμησον ἒπ ἐμοὶ καὶ πάντα σοὶ ἀποδώσω. 27 σπλαγχνισθεῖς δὲ ὁ κύριος του δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῶ. 28 ἐξελθῶν δὲ ὁ δοῦλος ἐκεῖνος εὖρεν ἕνα των συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῶ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοὶ εἰ τί ὀφείλεις. 29 πεσῶν οὒν ὁ συνδοῦλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἒπ ἐμοὶ καὶ ἀποδώσω σοί. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθῶν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῶ το ὀφειλόμενον. 31 ἰδόντες δὲ οἱ συνδοῦλοι αὐτοῦ τα γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίω ἑαυτῶν πάντα τα γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῶ· δοῦλε πονηρέ, πάσαν τὴν ὀφειλὴν ἐκείνην ἀφήκα σοί, ἐπεῖ παρεκάλεσας μέ. 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν συνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεῖς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῶ πᾶν το ὀφειλόμενον αὐτῶ. 35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμίν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῶ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Read more