Ἡ Εὐαγγελικὴ Περικοπὴ τῆς Θείας Λειτουργίας:
Κατὰ Ματθαῖον Εὐαγγέλιον: ΚΑ. 33 – 42.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην: «Ἀνθρωπὸς τὶς ἣν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελώνα καὶ φραγμὸν αὐτῶ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῶ ληνὸν καὶ ὠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. Ὄτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοί τους δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὠσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων: ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱόν, εἶπον ἐν ἐαυτοῖς: οὗτος ἐστὶν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατασχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτόν, ἐξέβαλον ἔξω του ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὒν ἔλθη ὁ κύριος του ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις»; Λέγουσιν αὐτῶ: «κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελώνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῶ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν». Λέγει αὐτοῖς ὁ Ἰησοῦς: «οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς: «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας΄ παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἠμῶν»; Read more