Εὐαγγέλιο Κηριακῆς: Ματθ. Κε´ 14-30
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην• ῎Ανθρωπός τις ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. ῾Ωσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ῾Ο δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. Μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων• Κύριε, πέντε τάλαντά μοι παρέδωκας• ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ῎Εφη αὐτῷ ὁ κύριος αὐτοῦ• Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω• εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε• Κύριε, δύο τάλαντά μοι παρέδωκας• ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ῎Εφη αὐτῷ ὁ κύριος αὐτοῦ• Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω• εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε• Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας• καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ• ἴδε ἔχεις τὸ σόν. ᾿Αποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ• Πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ῎Αρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ• καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον• ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ταῦτα λέγων ἐφώνει• ῾Ο ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
Γεροντικά
Ἐπιλογή κειμένων
Συναξάρια
Ἀπό τήν ζωήν τῶν Ἁγίων τῆς Ἐκκλησίας μας, πρός ψυχικόν ὤφελος καί κατά δύναμιν μίμησιν.
ΕΥΕΡΓΕΤΙΝΟΣ
Συναγωγὴ τῶν θεοφθόγγων ῥημάτων καὶ διδασκαλιῶν τῶν θεοφόρων καὶ Ἁγίων Πατέρων,
ἀπὸ πάσης Γραφῆς θεοπνεύστου συναθροισθέντα καί ἐκτεθέντα
παρά τοῦ μοναχοῦ Παύλου τῆς μονῆς τῆς Εὐεργέτιδος.
Πατερικά Σταχυολοχήματα
Περί ἀρετῶν, κακιῶν, παθῶν, ἀπό τήν θεόπνευστον γραφίδα τῶν Ἁγίων Πατέρων τῆς Ἐκκλησίας μας.
* * *
Ἅγιον Ὄρος
Σημαντικές καί ὠφέλιμες ἰστορίες
* * *


Κατηγορίαι
- ΑΓΑΠΙΟΥ ΤΟΥ ΚΡΗΤΟΣ (3)
- ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ ΜΕΓΑΣ (3)
- ΑΓΙΟΣ ΑΜΒΡΟΣΙΟΣ ΜΕΔΙΟΛΑΝΩΝ (2)
- ΑΓΙΟΣ ΑΜΜΩΝΑΣ ΑΒΒΑΣ (1)
- ΑΓΙΟΣ ΑΜΦΙΛΟΧΙΟΣ ΙΚΟΝΙΟΥ (5)
- ΑΓΙΟΣ ΑΝΑΣΤΑΣΙΟΣ ΣΙΝΑΪΤΗΣ (8)
- ΑΓΙΟΣ ΑΝΔΡΕΑΣ ΚΡΗΤΗΣ (5)
- ΑΓΙΟΣ ΑΝΤΩΝΙΟΣ ΜΕΓΑΣ (2)
- ΑΓΙΟΣ ΑΣΤΕΡΙΟΣ ΑΜΑΣΕΙΑΣ (2)
- ΑΓΙΟΣ ΒΑΣΑΝΟΥΦΡΙΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ (7)
- ΑΓΙΟΣ ΒΑΣΙΛΕΙΟΣ ΜΕΓΑΣ (29)
- ΑΓΙΟΣ ΒΑΣΙΛΕΙΟΣ ΣΕΛΕΥΚΙΑΣ (4)
- ΑΓΙΟΣ ΓΕΡΜΑΝΟΣ ΚΩΝΣ/ΛΕΩΣ (3)
- ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΔΙΑΛΟΓΟΣ (2)
- ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΘΕΟΛΟΓΟΣ (12)
- ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΝΥΣΣΗΣ (19)
- ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΠΑΛΑΜΑΣ (43)
- ΑΓΙΟΣ ΔΩΡΟΘΕΟΣ (15)
- ΑΓΙΟΣ ΕΠΙΦΑΝΙΟΣ ΚΥΠΡΟΥ (2)
- ΑΓΙΟΣ ΕΦΡΑΙΜ ΣΥΡΟΣ (11)
- ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ ΣΤΟΥΔΙΤΗΣ (8)
- ΑΓΙΟΣ ΙΓΝΑΤΙΟΣ ΜΠΙΑΝΤΣΙΑΝΙΝΩΦ (25)
- ΑΓΙΟΣ ΙΣΑΑΚ ΣΥΡΟΣ (28)
- ΑΓΙΟΣ ΙΣΙΔΩΡΟΣ ΠΗΛΟΥΣΙΩΤΗΣ (1)
- ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ (15)
- ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΚΡΟΝΣΤΑΝΔΗΣ (4)
- ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΣΙΝΑΪΤΗΣ (1)
- ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ (105)
- ΑΓΙΟΣ ΚΑΣΣΙΑΝΟΣ ΡΩΜΑΙΟΣ (4)
- ΑΓΙΟΣ ΚΟΣΜΑΣ ΑΙΤΩΛΟΣ (8)
- ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ (2)
- ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΙΕΡΟΣΟΛΥΜΩΝ (9)
- ΑΓΙΟΣ ΜΑΚΑΡΙΟΣ ΑΙΓΥΠΤΙΟΣ (6)
- ΑΓΙΟΣ ΜΑΚΑΡΙΟΣ ΠΑΤΜΙΟΣ (1)
- ΑΓΙΟΣ ΜΑΞΙΜΟΣ ΓΡΑΙΚΟΣ (8)
- ΑΓΙΟΣ ΜΑΞΙΜΟΣ ΟΜΟΛΟΓΗΤΗΣ (4)
- ΑΓΙΟΣ ΜΑΡΚΟΣ ΑΣΚΗΤΗΣ (3)
- ΑΓΙΟΣ ΜΑΡΚΟΣ ΕΥΓΕΝΙΚΟΣ (2)
- ΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣ ΠΕΝΤΑΠΟΛΕΩΣ (13)
- ΑΓΙΟΣ ΝΕΟΦΥΤΟΣ ΕΓΚΕΙΣΤΟΣ (2)
- ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ ΑΓΙΟΡΕΙΤΗΣ (41)
- ΑΓΙΟΣ ΠΡΟΚΛΟΣ ΚΩΝ/ΠΟΛΕΩΣ (3)
- ΑΓΙΟΣ ΡΩΜΑΝΟΣ ΜΕΛΩΔΟΣ (2)
- ΑΓΙΟΣ ΣΥΜΕΩΝ ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ (20)
- ΑΓΙΟΣ ΣΩΦΡΟΝΙΟΣ ΙΕΡΟΣΟΛΥΜΩΝ (1)
- ΑΓΙΟΣ ΤΑΡΑΣΙΟΣ (1)
- ΑΓΙΟΣ ΦΩΤΙΟΣ ΜΕΓΑΣ (3)
- ΑΓΙΟΥ ΙΠΠΟΛΥΤΟΥ ΠΑΠΑ ΡΩΜΗΣ (1)
- ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΚΕΙΜΕΝΑ (579)
- ΑΘΑΝΑΣΙΟΥ ΠΑΡΙΟΥ (3)
- ΒΙΒΛΙΑ (PDF) (13)
- ΒΙΟΙ ΑΓΙΩΝ (448)
- ΓΕΡΟΝΤΙΚΑ (120)
- ΔΑΜΑΣΚΗΝΟΥ ΣΤΟΥΔΙΤΟΥ (2)
- ΕΟΡΤΑΣΤΙΚΟΙ ΛΟΓΟΙ (176)
- ΕΥΓΕΝΙΟΣ ΒΟΥΛΓΑΡΗΣ (1)
- ΗΛΙΑΣ ΜΗΝΙΑΤΗΣ (16)
- ΗΜΕΡΟΛΟΓΙΑΚΑ (10)
- ΘΑΥΜΑΤΟΥΡΓΙΚΕΣ ΕΙΚΟΝΕΣ (11)
- ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ (2)
- ΙΣΤΟΡΙΚΑ (3)
- ΚΑΒΑΣΙΛΑΣ ΝΙΚΟΛΑΟΣ (4)
- ΛΕΙΤΟΥΡΓΙΚΑ (4)
- ΝΙΚΗΦΟΡΟΣ ΘΕΟΤΟΚΗΣ (6)
- ΠΝΕΥΜΑΤΙΚΑ (15)
- ΣΥΜΕΩΝ ΘΕΣΣΑΛΟΝΙΚΗΣ (3)