Τὸ Εὐαγγέλιο Τῆς Κυριακῆς (Λουκᾶ στ΄ 31-36)
Καὶ καθὼς θέλετε ἴνα ποιῶσιν ὑμὶν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπώντας ὑμᾶς, ποία ὑμὶν χάρις ἐστι; Καὶ γὰρ οἱ ἁμαρτωλοί τους ἀγαπώντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμὶν χάρις ἐστι; Καὶ γὰρ οἱ ἁμαρτωλοί το αὐτὸ ποιούσι. Καὶ ἐὰν δανείζητε πὰρ΄ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμὶν χάρις ἐστι; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἴνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστὸς ἐστὶν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὒν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστι. Read more