Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα παντοκράτορ, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ ταπεινῶν καὶ ἀνυψῶν, παιδεύων καὶ πάλιν ἰώμενος, τὸν ἀδελφὸν ἡμῶν (τὸν δεινα) τὸν ἀσθενοῦντα ἐπίσκεψαι ἐν τῷ ἐλέει σου. Ἔκτεινον τὸν βραχίονά σου, τὸν πλήρη ἰάσεως καὶ θεραπείας, καὶ ἴασαι αὐτόν, ἐξανιστῶν ἀπὸ κλίνης καὶ ἀρρωστίας ἐπιτίμησον τῷ πνεύματι τῆς ἀσθενείας ἀπόστησον ἀπ’ αὐτοῦ πάσαν πληγήν, πάσαν ἀλγηδόνα, πάσαν μάστιγα, πάντα πυρετὸν ἡ ρίγος καὶ εἰ τί ἐστιν ἐν αὐτῷ πλημμέλημα ἡ ἀνόμημα, ἄνες, ἅφες, συγχώρησον διὰ τὴν σὴν φιλανθρωπίαν. Ναί, Κύριε, φείσαι τοῦ πλάσματός σου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα Κύριε Σαβαώθ, ὁ Θεός ἡμῶν, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐπὶ τῶν Χερουβὶμ καθεζόμενος, καὶ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνούμενος· ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους· ὁ διακρατῶν καὶ διακυβερνῶν ἀῤῥήτῳ δυνάμει καὶ σοφίᾳ πᾶσαν τὴν κτίσιν, καὶ πᾶσαν πνοήν· ὁ παιδεύων καὶ πάλιν ἰώμενος· δέξαι με προσερχόμενον τῆ σῇ ἀγαθότητι, καὶ μὴ βδελύξη με τὸν ἁμαρτωλόν· ἀλλ’ ἐπάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου, καὶ ἐξαπόστειλον βοήθειαν ἐξ ἁγίου κατοικητηρίου σου, σπλαγχνισθείς ἐπὶ τῷ πλάσματι τῶν χειρῶν σου, ὁ πάντων τὰς προσευχὰς ἐπακούων, καὶ ἴασαι τὸν δοῦλον σου (τὸν δεῖνα) ἐκ τῆς συνεχούσης αὐτὸν ἀσθενείας. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ χρόνια καὶ δεινὰ πάθη λόγῳ μόνῳ θεραπεύσας, ὁ τὴν πενθερὰν Πέτρου πυρέσσουσαν ἰασάμενος· Αὐτὸς καὶ νῦν, Δέσποτα, ἴασαι τὸν δοῦλον σου (τὸν δεῖνα) ἀπὸ τῆς συνεχούσης αὐτὸν μάστιγος, ὁ παιδεύων συμπαθῶς, καὶ ἰώμενος ἀγαθῶς· ὁ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἀφαιρεῖσθαι δυνάμενος· καὶ ἀνάστησον αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς, καὶ ἀπὸ στρωμνῆς κακώσεως, ἐπιθεὶς ἐπ’ αὐτὸν τὸ φάρμακον τοῦ ἐλέους σου· παράσχου δὲ αὐτῷ τελείαν ἴασιν καὶ ὑγείαν. Ὅτι σὺ εἶ ὁ ἰατρὸς τῶν σωμάτων καὶ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εὶς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.