Εὐαγγέλιο Κυριακῆς: Λουκ. ιδ΄ 16-24
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ΄Ἀνθρωπὸς τὶς ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τὴ ὥρα τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ΄Ἐρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῶ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε μὲ παρητημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμᾶσαι αὐτά· ἐρωτῶ σε, ἔχε μὲ παρητημένον. Καὶ ἕτερος εἶπε· Γυναίκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίω αὐτοῦ ταῦτα. Τότε ὀργισθεῖς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλω αὐτοῦ· ΄Ἐξελθε ταχέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστι. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ΄Ἐξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀναγκασον εἰσελθεῖν, ἴνα γεμισθῆ ὁ οἶκός μου. Λέγω γὰρ ὑμὶν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γὰρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. Read more