Ἡ Εὐαγγελικὴ περικοπὴ τῆς Θείας Λειτουργίας.
Κατὰ Λουκᾶν Εὐαγγέλιον Κεφ. ιθ. 1 – 10.
Τῷ καιρῶ ἐκείνω, διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχῶ, καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἣν ἀρχιτελώνης, καὶ οὗτος ἣν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τὴ ἡλικία μικρὸς ἥν. καὶ προδραμῶν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἴνα ἴδη αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας καταβηθι, σήμερον γὰρ ἐν τῷ οἴκω σου δεῖ μὲ μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῶ ἀνδρὶ εἰσῆλθε καταλύσαι. σταθεῖς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, ἰδοὺ τὰ ἡμίση των ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἰ τινὸς τί ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκω τούτω ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραὰμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Read more