Ἡ Εὐαγγελικὴ περικοπὴ τῆς Θείας Λειτουργίας.
Κατὰ Λουκᾶν Εὐαγγέλιον Κεφ. Ε. 1 – 11
Τῷ καιρῶ ἐκείνω, ἐγένετο ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι Αὐτῶ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ Αὐτὸς ἣν ἐστῶς παρὰ τὴν λίμνην Γεννησαρέτ, καὶ εἶδε δύο πλοῖα ἐστώτα παρὰ τὴν λίμνην. Οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν, ἀπέπλυναν τὰ δίκτυα. Ἐμβᾶς δὲ εἰς ἕν των πλοίων, ὁ ἣν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα: ἐπαναγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεῖς ὁ Σίμων εἶπεν αὐτῶ: Ἐπιστάτα, δὶ’ ὅλης της νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν’ ἐπὶ δὲ τῷ ρήματί Σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ. Διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἐτέρω πλοίω, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς. Καὶ ἦλθον καὶ ἐπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων: ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλὸς εἰμι, Κύριε’ θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τους σὺν αὐτῶ ἐπὶ τῇ ἄγρα τῶν ἰχθύων ἡ συνέλαβον’ ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἱ ἤσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς: μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔση ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν Αὐτῶ. Read more