ΠΡΟΣΟΧΗ
Οἱ εὐχὲς αὐτὲς διαβάζονται μόνον ἀπὸ τὸν ἱερέα, δηλ. ἀπὸ ἐκεῖνον ποὺ ἔχει κανονικὴ καὶ ἀκώλυτο ἱερωσύνη. Οἱ ἐξορκισμοὶ ποτὲ δὲν διαβάζονται ἀπὸ λαϊκούς, ἀπὸ δῆθεν «χαρισματικὲς» γυναῖκες ἤ «καλοκάγαθους» παπποῦδες.
Τὸ παρὸν ἐγένετο ἐπὶ τῇ βάσει τοῦ ἐν τῷ Μικρῷ Εὐχολογίῳ τῆς Ἀνατολικῆς Ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας κειμένου, κατὰ τὴν ἔκδοσιν τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
Τοῦ Μεγάλου Βασιλείου
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ τῶν πυρίνων ταγμάτων δημιουργὸς καὶ τῶν αὓλων δυνάμεων τεχνουργός· ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων τεχνίτης· ὄν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτίσις· ὁ τὸν τραχηλιάσαντἀ ποτε ἀρχιστράτηγον καἰ τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα ῥήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάτας αὐτῷ ἀγγέλους, δαίμονας γενομένους, εἰς σκότωσιν βυθοῦ ταρταρώσας, δὸς τὸν ἀφορκισμὸν τοῦτον, ἐπὶ τῷ φρυκτῷ ὀνόματί σου τελούμενον, φόβῳ γενέσθαι αὐτῷ τῷ προηγουμένῳ τῆς πονηρίας καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ, ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καἱ τρέψον αὐτὸν εἰς φυγὴν καὶ ἐπίταξον αὑτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς ἵνα μή τι βλαβερὸν κατὰ τῆς ἐσφραγισμένης εἰκόνος ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κραταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γἁρ ὑμνεῖται καἰ μεγαλύνεται καἱ παρὰ πάσης πνοῆς ἐν φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Read more