ΠΡΟΣΟΧΗ
Οἱ εὐχὲς αὐτὲς διαβάζονται μόνον ἀπὸ τὸν ἱερέα, δηλ. ἀπὸ ἐκεῖνον ποὺ ἔχει κανονικὴ καὶ ἀκώλυτο ἱερωσύνη. Οἱ ἐξορκισμοὶ ποτὲ δὲν διαβάζονται ἀπὸ λαϊκούς, ἀπὸ δῆθεν «χαρισματικὲς» γυναῖκες ἤ «καλοκάγαθους» παπποῦδες.


Τὸ παρὸν ἐγένετο ἐπὶ τῇ βάσει τοῦ ἐν τῷ Μικρῷ Εὐχολογίῳ τῆς Ἀνατολικῆς Ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας κειμένου, κατὰ τὴν ἔκδοσιν τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

Αποτέλεσμα εικόνας για δαιμονες εικονες


Τοῦ Μεγάλου Βασιλείου  

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ τῶν πυρίνων ταγμάτων δημιουργὸς καὶ τῶν αὓλων δυνάμεων τεχνουργός· ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων τεχνίτης· ὄν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτίσις· ὁ τὸν τραχηλιάσαντἀ ποτε ἀρχιστράτηγον καἰ τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα ῥήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάτας αὐτῷ ἀγγέλους, δαίμονας γενομένους, εἰς σκότωσιν βυθοῦ ταρταρώσας, δὸς τὸν ἀφορκισμὸν τοῦτον, ἐπὶ τῷ φρυκτῷ ὀνόματί σου τελούμενον, φόβῳ γενέσθαι αὐτῷ τῷ προηγουμένῳ τῆς πονηρίας καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ, ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καἱ τρέψον αὐτὸν εἰς φυγὴν καὶ ἐπίταξον αὑτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς ἵνα μή τι βλαβερὸν κατὰ τῆς ἐσφραγισμένης εἰκόνος ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κραταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γἁρ ὑμνεῖται καἰ μεγαλύνεται καἱ παρὰ πάσης πνοῆς ἐν φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς τῶν ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχύν, ὁ Θεὸς τῶν ἀρχαγγέλων τῶν ὑπὸ τὸ σὸν κράτος, ὁ Θεὸς τῶν ἐνδόξων κυριοτήτων, ὁ Θεὸς τῶν ἁγίων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας τῷ θανάτῳ ψυχὰς λύσας, ὁ τὸν προσηλωθέντα ἄνθρωπον τῷ σκότει διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φωτίσας, ὁ λύσας τὰς ὀδύνας ἡμῶν καὶ πᾶν βάρος ἀποσκεδάσας, ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ ἀφ’ ἡμῶν χωρίσας, Υἱὲ καί Λόγε τοῦ Θεοῦ, ὁ ἀπαθανατίσας ἡμᾶς τῷ θανάτῳ σου καὶ δοξάσας ἡμᾶς τῇ δόξῃ σου· ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεόν, ἐγέρσει τῇ σῇ χαρισάμενος ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ σταυροῦ σου βαστάσας ὁ τὸ σύντριμμα ἡμῶν ἀναλαβὼν καὶ ἰασάμενος, Κύριε ὁ ὀδοποιήσας ἡμῖν ὁδὸν εἰς οὐρανοὺς καὶ φθορὰν εἰς ἀφθαρσίαν μετασχευάσας. Εἰσάκουσόν μου πόθῳ καὶ φόβῳ κεκραγότος πρὸς σέ, οὗ τῷ φόβῳ τὰ ὄρη τήκονται τῆς ὑπ’ οὐρανὸν σὺν τῷ στερεώματι· οὗ τῇ δυνάμει ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι, τηροῦσαι τοὺς ἑαυτῶν ὅρους· δι᾽ οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ ὑπερβήσεται ὅρους τοὺς ταχθέντας αὐτῷ, ἀλλ’ ἀναμένει στένον τὴν σὴν βουλήν· δι’ ὃν πᾶσα ἡ κτίσις ὠδίνει, στενάζουσα στεναγμοῖς ἀλαλήτοις, εἰς καιροὺς μένειν ἐπιταχθεῖσα· ὃν πᾶσα φύσις ἐναντία πέφευγε καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται καί διάβολος πέπτωκε καἰ ὄφις πεπάτηται καὶ δράκων ἀνῄρηται· δι᾿ ὃν τὰ ἔθνη ὁμολογήσαντά σε ὲφωτίσθησαν καἰ ἐκραταιώθησαν ἐν σοί, Κύριε δι᾿ ὃν ζωὴ πεφανέρωται, ἐλπὶς ἥδρασται, ἡ πίστις κεκράτηται, τὸ Εὐαγγέλιον κεκήρυκται· δι᾿ ὃν ὁ ἄνθρωπος ἐκ τῆς γῆς ἀναπέπλασται, πιστεύσας ἐν σοί. Τίς γάρ ἐστιν ὡς σύ, Θεὸς παντοκράτωρ;
Διὸ δεόμεθά σου, Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, προαιώνιε καἰ ὑπερούσιε, τὸν πρὸς σὲ ἐληλυθότα ἐπὶ τῷ ἁγίῳ ὀνόματί σου καὶ τοῦ ἠγαπημένου σου παιδὸς Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἁγίου καὶ παντοδυνάμου καὶ ζωοποιοῦ σου Πνεῦματος, πρόσδεξαι. Ἀποσόβησον ἀπὸ τῆς ψυχῆς αὐτοῦ πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκάθαρτον, σπαρακτικόν, καταχθόνιον, πύρινον, δυσωδιακόν, ἐπιθυμητικόν, φιλόχρυσον, φιλάργυρον, τυφωνικόν, πορνικὸν, πᾶν δαιμόνιον ἀκάθαρτον, σκοτεινόν, ἄμορφον, ἀναιδές. Ναί, ὁ Θεός, ἀπέλασον ἀπὸ τοῦ δούλου σου (δεῖνος) πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδωλολατρίαν. ἀστρομαντείαν, ἀστρολογίαν, νεκρομαντείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυρίαν, μέθην, πορνείαν, μοιχείαν, ἀσέλγειαν, ἀναίδειαν, ὀργήν, φιλονεικίαν. ἀκαταστασίαν καὶ πᾶσαν ὑπόνοιαν πονηράν. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύσησον ἐν αὐτῷ τὸ Πνεῦμά σου τὸ εἰρηνικόν, ὅπως, φρουρούμενος ὑπ’ αὐτοῦ, ποιήσῃ καρπὸν πίστεως, ἀρετῆς, σοφίας, ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρηστότητος. ἐλπίδος, πρᾳότητος, μακροθυμίας, ὑπομονῆς, σωφροσύνης, συνέσεως ὅτι σὸς ἐπικέκληται δοῦλος᾿ ἐπὶ τῷ ὀνόματι Ἴησοῦ Χριστοῦ, πιστεύων εἰς τὴν ὁμοούσιον Τριάδα, συμμαρτυροῦντων ἀγγέλων, ἀρχαγγέλων, ἐνδόξων κυριοτήτων καὶ πάσης οὐρανίου στρατιᾶς. Σύν τούτῳ φύλαξον καὶ τὰς καρδίας ἡμῶν. Ὅτι δυνατὸς εἶ Κύριε· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καἰ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐξορκίζω σὲ τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργόν τῆς πονηρίας. Ἐξορκίζω σε τὸν ἐκρίφθεντα ἐκ τῆς ἄνω φωτοφορίας, καὶ σκότω βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω σε, καὶ πάσαν τὴν ἐκπεσοῦσαν δύναμιν, τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὀρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαώθ, καὶ πάσης στρατιὰς Ἀγγέλων Θεοῦ, Ἀδωναῒ, Ἐλωῒ, Θεοῦ παντοκράτορος, ἔξελθε καὶ ἀπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε).
Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγω κτίσαντος, καὶ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀρρήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντος· τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουργήσαντος, καὶ τοῦ κατ’εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλαστουργήσαντος· τοῦ νόμω πρότερον φυσικῶς τοῦτον παιδαγωγήσαντος· καὶ Ἀγγέλων ἐπιστασία φυλάξαντος· τοῦ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνωθεν, καὶ τὰς ὑπ’οὐρανόν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύργον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόρρων πυρί καὶ θείω τεφρώσαντος, οὐ μάρτυς καπνός, ἀκοίμητος ἐξατμίζεται· τοῦ ράβδω πέλαγος ρήξαντος, καὶ λαὸν ἁβρόχοις πόσι περάσαντος, καὶ τύραννον Φαραώ, καὶ στρατὸν θεομάχον, εἰς αἱώνα τοῖς κύμασι κατακλύσαντος τῆς ἀσεβείας πόλεμον· τοῦ ἐπ’ ἐσχάτων ἐκ Παρθένου ἀγνῆς σαρκωθέντος ἀνεκλαλήτως, καὶ σώας τὰς σφραγίδας τῆς ἀγνείας φυλάξαντος· τοῦ πλύναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ρύπον εὐδοκήσαντος, ὃν ἠμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα.
Ἐξορκίζω σε, κατὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνη, καὶ τύπον ἠμῖν ἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχομένου, ὃν Ἄγγελοι καὶ πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν κατεπλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριάσαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιν τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ Ἁγίου Πνεύματος ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτυρησεν.
Ὀρκίζω σε, κατ’ ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης πραῢναντος· τοῦ στίφη δαιμόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων, ἀπό μήτρας λειποῦσας, πηλό τυφλοῖς ἀναβλέψαι ἀναρμόσαντος, καὶ τὴν ἀρχαίαν τοῦ γένους ἠμῶν διάπλασιν ἀνακαινίσαντος, καὶ ἀλάλοις τό λαλεῖν ἀνορθώσαντος· τοῦ στίγματα λέπρας ἀποσμήξαντος καὶ νεκροὺς ἐκ τῶν τάφων ἀναστήσαντος· τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν Ἄδην ἐγέρσει σκυλεύσαντος, καὶ πάσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ κατασκευάσαντος.
Ὁρκίζω σε, κατὰ Θεοῦ τοῦ Παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνὴ τοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς Ἀποστόλοις συμπράξαντος, καὶ πάσαν τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος.  Φοβήθητι, φύγε, δραπέτευσον, ἀναχώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἐναγές, καταχθόνιον, βύθιον, ἀπατηλόν, ἄμορφον, θεατὸν δι’ ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὁπού ἂν τυγχάνης ἢ ἀπέρχη, ἢ αὐτὸς εἰ ὁ Βεελζεβούλ, ἢ κατασείων, ἢ δρακοντοειδής, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμίς, ἢ ὡς καπνὸς φαινόμενος, ἢ ὡς ἀρσεν, ἢ ὡς θῆλυ, ἢ ὡς ἐρπετόν, ἢ ὡς πετεινόν, ἢ νυκτολάλον, ἢ κωφόν, ἢ ἄλαλον· ἢ ἐκφοβούν ἐξ ἐπιδρομῆς, ἢ σπαρᾶσσον, ἢ ἐπιβουλεύον, ἢ ἐν ὕπνω βαρεί, ἢ ἐν νόσω, ἢ ἐν μαλακία, ἢ ἐν γέλωτι ρέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσῶδες, ἢ ἐπιθυμητικόν, ἢ ἡδονικόν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανές, ἢ ἀστρομαγικόν, ἢ ἐνοικηματικόν, ἢ ἀναιδές, ἢ φιλόνεικον, ἢ ἀκατάστατον· ἢ τῇ σελήνη συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον· ἢ ὀρθρινόν, ἢ μεσημβρινόν, ἢ μεσονυκτικόν, ἢ ἀωρίας τινος, ἢ αὐγῆς· ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμφθης ὑπὸ τινός, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θαλάσση, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ ἐκ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυμβήθρα ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν καὶ οὐκ ἴσμεν, ἢ γνωστόν, ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἁπαλλάγηθι.
Αἰσχύνθητι τὴν εἰκόνα, τὴν χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ τὸ ὀμοίωμα, καὶ μὴ ἐγκρυβῆς εἰς τὸν δοῦλον τοῦ Θεοῦ (τόνδε), ἀλλά ράβδος σιδηρᾶ, καὶ κάμινος πυρός, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμός, ἄμυνα τῆς παρακοῆς σὲ περιμένει. Φοβήθητι, φιμώθητι, φύγε· μὴ ὑποστρέψης, μὴ ὑποκρύβης, μεθ’ ἐτέρας πονηρίας πνευμάτων ἀκαθάρτων, ἀλλά ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τούς βασκαίνοντας, καὶ ἐπιβουλεύοντας τῇ αὑτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σε πάντων τῶν κακῶν πεπειραμένον καὶ ἐφευρέτην διάβολον· ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

  Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ λυτρωσάμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, ῥῦσαι καὶ τὸν δοῦλόν σου ἀπὸ πάσης ἐνεργείας πνευμάτων ἀκαθάρτων ἐπίταξον τοῖς πονηροῖς καί ἀκαθάρτοις πνεύμασί τε καί δαίμοσιν ἀποστῆναι τῆς ψυχῆς καὶ τοῦ σώματος τοῦ δούλου σου καὶ μὴ ἐμμένειν, μηδὲ ἐγχρύπτεσθαι ἐν αὐτῷ. Φυγαδευθείησαν τῷ ὀνόματί σου τῷ ἁγίῳ καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος ἀπὸ τοῦ πλάσματος τῶν χειρῶν σου· ἵνα, καθαρισθείς ἀπὸ πάσης ἐπηρείας διαβολικῆς καὶ ἐπιβουλῆς, ὁσίως καί δικαίως καὶ εὐσεβῶς ζήσῃ, ἀξιούμενος τῶν ἀχράντων μυστηρίων τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν. Μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καἰ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καί εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐπικαλούμεθά σε, Δέσποτα Θεὲ παντοκράτορ· ὕψιστε, ἀπείραστε, εἰρηνικὲ βασιλεῦ· ἐπικαλούμεθά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γὴν· ἐκ σοῦ γὰρ ἀνεφύη τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος· ὁ δοὺς τοῖς ἀνθρώποις ὑπακούειν τετράποδα καὶ ἄλογα ζῷα, ὅτι σὺ ὑπέταξας αὑτά Κύριε· ἔκτεινον τὴν χεῖρά σου τὴν κραταιάν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ τὸν ἅγιον καί, ἐπισκοπῶν, ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο· κατάπεμψον αὐτῷ ἄγγελον εἰρηνικόν, ἄγγελον κραταιόν, ψυχῆς καὶ σώματος φύλακα, ὃς ὲπιτιμήσει καί ἀπελάσει ἀπ᾿ αὐτοῦ πᾶν πονηρὸν καἰ ἀκάθαρτον δαιμόνιον. Ὅτι σὺ Κύριος μόνος, ὕψιστος, παντοκράτωρ, εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν θείαν τε καὶ ἁγίαν καὶ μεγάλην καί φρικτὴν καὶ ἄστρκτον ὀνομασίαν καὶ ἐπίκλησιν ποιοῦμεν πρὸς τὴν σὴν ἐξέλασιν, ἀποστάτα, ὠσαύτως καὶ ἐπιτίμησιν εἰς τὴν σὴν ἐξολόθρευσιν, διάβολε. Ὁ Θεός, ὁ ἅγιος, ὁ ἄναρχος, ὁ φοβερός. ὁ ἀόρατος τῇ οὐσίᾳ, ὁ ἀνείκαστος τῇ δυνάμει καὶ ἀκατάληπτος τῇ θεότητι, ὁ βασιλεὺς τῆς δόξης καὶ παντοκράτωρ Δεσπότης, ἐπιτιμήσει σοι, διάβολε, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα εὐπραγῶς λόγῳ συστησάμενος, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ἐπιτιμᾷ σοι Κύριος διάβολε, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καί ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Κύριος τῶν δυνάμεων, ὄνομα αὐτῷ. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ὑπὸ τῶν ἀναριθμήτων οὐρανίων πυρίνων ταγμάτων φόβῳ λειτουργούμενος καί ὑμνούμενος καὶ ὑπὸ πλήθους χορῶν ἀγγελικῶν καί ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος καὶ δοξαζόμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τιμώμενος ὑπὸ τῶν κύκλωθεν παρεστωσῶν δυνάμεων καὶ φρικωδεστάτων ἑξαπτερύγων καὶ πολυομμάτων Χερουβὶμ καὶ Σεραφίμ, τῶν τὰ πρόσωπα ἐαυτῶν ταῖς δυσὶ πτέρυξι σκεπόντων, διὰ τὴν ἀθεώρητον αὐτοῦ καὶ ἀνεξιχνίαστον θεότητα καὶ ταῖς δυσὶ πτέρυξι τοὺς ἑαυτῶν πόδας καλυπτόντων, εἰς τὸ μὴ κατακαυθῆναι ἐκ τῆς ἀρρήτου δόξης καὶ ἀπατανοήτου μεγαλειότητος αὐτοῦ καὶ ταῖς δυσὶ πτέρυξι πετομένων καὶ τὸν οὐρανὸν πληρούντων ἐκ τῆς βοῆς αὐτῶν· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καί ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ καταβὰς ἐξ οὐρανοῦ Θεὸς Λόγος καὶ διὰ τῆς ἐκ Παρθένου ἁγίας, προσκυνητῆς, ἀφράστου καἱ ἀχράντου σαρκώσεως ἀνεκλαλήτως φανεὶς ἐν τῷ κόσμῳ, τοῦ σῶσαι αὑτόν, καὶ τῇ αὐθεντικῇ αὐτοῦ δυνάμει ῥίψας σε οὐρανόθεν καὶ ἀπόβλητον παντὶ δείξας. Ἐπιπιτιμᾷ σοι Κύριος. διάβολε, ὁ εἰπὼν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο· καὶ τῷ κελεύσματι εὐθέως ἐκόπασεν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε. ὁ τῷ ἀχράντῳ πτυέλῳ πηλὸν ποιήσας καί τὸ ἐλλεῖπον μέλος τῷ ἐκ γενετῆς τυφλῷ διαπλἀσας καὶ τὸ φῶς χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου λόγῳ ζωοποιήσας καὶ τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρπάσας καὶ τῇ ἰδίᾳ μητρὶ, ὁλόκληρον καὶ ὑγιᾶ αὐτὸν χαρισάμενος. Ἑπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν τετραήμερον, ἄσηπον, ὡς μὴ θανόντα, καἱ ἄσπιλον εἰς ἔκπληξιν τῶν πολλῶν ἀναστήσας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ῥαπίσματος τὴν κατάραν καταργήσας καί διὰ τῆς λόγχης τῆς ἀχράντου πλευρᾶς αὐτοῦ τὴν τὸν Παράδεισον φυλάττουσαν φλογίνην ῥομφαίαν ἀναστείλας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ἐμπτύσματος τοῦ τιμίου αὐτοῦ χαρακτῆρος πᾶν δάκρυον ἐκ παντὸς προσώπου ἐκμάξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ πήξας τὸν σταυρὸν εἰς στήριγμα ἓν καὶ σωτηρίαν κόσμου, εἰς πτῶσιν δὲ σὴν καὶ πάντων τῶν ὑπὸ σὲ ἀγγέλων. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ δοὺς φωνὴν ἐν τῷ σταυρῷ αὐτοῦ καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη καί αἱ πέτραι διερράγησαν καί τὰ μνημεῖα ἡνεώχθησαν καὶ οἱ ἀπ᾿ αἰῶνος θανόντες ἀνέστησαν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ θανάτῳ θάνατον θανατώσας καὶ ζωὴν τῇ ἐγέρσει αὐτοῦ τοῖς ἀνθρώποις χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ καταβὰς εἰς τὸν ἅδην καὶ τὰ μνημεῖα αὐτοῦ ἐκτινάξας καὶ πάντας τοὺς ἐν αὐτῷ κατεχομένους δεσμίους ἐλευθερώσας καὶ πρὸς ἑαυτὸν ἀνακαλεσάμενος· ὃν οἱ πυλωροὶ τοῦ ἄδου ἰδόντες ἔφριξαν καί ἀγωνίᾳ αὑτοῦ κρυβέντες ἐξέλιπον. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ ἐκ νεκρῶν ἀναστὰς Χριστὸς ὁ Θεὸς ἡμῶν καὶ πᾶσι τὴν ἀνάστασιν αὐτοῦ χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ εἰς οὖρανοὺς ἐν δόξῃ ἀναληφθεὶς πρὸς τὸν πατέρα αὐτοῦ καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐπὶ θρόνου δόξης καθήμενος. Ἐπιτιμἠσαι σοι Κύριος, διάβολε, ὸ πάλιν ἐρχόμενος μετὰ δόξης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ κρῖναι ζῶντας καὶ νεκρούς. Ἐπιτιμήσαι σοι Κύριος διάβολε, ὁ τὸ πῦρ τὸ ἄσβεστον καί σκώληκα τὸν ἀκοίμητον καί σκότος τὸ ἐξώτερον ἑτοιμάσας σοι εἰς αἰώνιον κόλασιν. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ, ὅτι ἄστεκτος ἡ ὀργὴ τῆς ἐπὶ σὲ ἀπειλῆς αὑτοῦ. Αὑτὸς ἐπιτιμᾷ σοι Κύριος, διάβολε, διὰ τοῦ φοβεροῦ αὐτοῦ ὀνόματος. Φρῖξον, τρόμαξον, φοβήθητι, ἀναχώρησον, ἐξολοθρεύθητι, φυγαδεύθητι, ὁ πεσὼν οὐρανόθεν καὶ σὺν σοὶ πάντα τὰ πονηρὰ πνεύματα, πᾶν πνεῦμα πονηρόν, πνεῦμα ἀσελγείας, πνεῦμα πονηρίας, πνεῦμα νυκτερινὸν καἱ ἡμερινόν, μεσημβρινόν τε καὶ ἑσπερινόν, πνεῦμα μεσονυκτιχὁν, πνεῦμα φανταστικόν, πνεῦμα συναντικόν, εἴτε χερσαῖον, εἴτε ἔνυδρον, εἴτε ἐν ἄλσεσιν, εἴτε ἐν καλάμοις, εἴτε ἐν φάραγξιν, εἴτε ἐν διόδοις καὶ τριόδοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν οἴκοις, ἐν αὐλαῖς καὶ ἐν βαλανείοις παραβρέχον καὶ βλάπτον καἰ ἀλλοιοῦν τὸν νοῦν τοῦ ἀνθρώπου· συντόμως ἀναχωρήσατε ἀπὸ τοῦ πλάσματος τοῦ δημιουργοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ ἀπαλλάχθητε ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (δεῖνος) ἀπὸ τοῦ νοός, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τῆς καρδίας, ἀπὸ τῶν νεφρῶν. ἀπὸ τῶν αἰσθήσεων, ἀπὸ πάντων τῶν μελῶν, πρὸς τὸ εἶναι αὐτὸν ὑγιᾶ καί ὁλόκληρον καὶ ἐλεύθερον, ὲπιγιγνώσκωντα τὸν ἴδιον δεσπότην καὶ δημιουργὸν τῶν ἀπάντων Θεόν, τὸν ἐπισυνάγοντα τοὺς πεπλανημένους καί διδόντα αὐτοῖς σφραγῖδα σωτηρίας διὰ τῆς ἀναγεννήσεως καί ἆνακαινίσεως τοῦ θείου βαπτίσματος, εἰς τὸ καταξιωθῆναι αὐτὸν τῶν ἀχράντων καί ἐπουρανίων φρικτῶν αὐτοῦ μυστηρίων καἰ ἑνωθῆναι τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ, εἰς τόπον χλόης κατασκηνοῦντα καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενον καὶ ὑπὸ βακτηρίας τοῦ σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καί προσκύνησις καὶ μεγαλοπρέπεια σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καί ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *