Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά· ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 16 ταύτην δὲ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.
Καί εἰς ἄλλα μέρη τῆς παλαιᾶς καὶ νέας γραφῆς βλέπομεν, ὅτι ὁ σατανᾶς κατὰ ἄδειαν ἢ κατὰ παραχὠρησιν τοῦ Θεοῦ διαφόρους ἐπιφορτίζει τὸν ἄνθρωπον ἀσθενείας. Αἱ πληγαὶ τοῦ δικαίου Ἰώβ, ὃν ὁ διάβολος ἐτραυμάτισεν «ἕλκει πονηρῷ ἀπὸ κεφαλῆς ἕως ποδῶν», καὶ ὁ ὑπὸ τοῦ πονηροῦ πνεῦματος πνιγμὀς τοῦ Σαοὺλ ὃν διά τῆς κινύρας κατεπραῦνεν ὁ Δαβίδ· καὶ ἡ κώφωσις τοῦ ἀνθρώπου, τοῦ θεραπευθέντος ὑπὸ τοῦ Ἰησοῦ Χριστοῦ, καὶ ὁ ὄλεθρος τῆς σαρκός τοῦ ἀνόμου ἀνθρώπου τοῦ κατὰ τὴν προσταγήν τοῦ Παύλου παραδοθέντος τῷ σατανά, καθαρὰ τοῦτο μαρτυροῦσιν. ‘Η ἱστορία ὅμως τοῦ σημερινοῦ εὐαγγελίου τοῦτο αὐτὸ τοσοῦτον σαφέστερον παρέστησεν, ὥστε οὐδεὶς τῶν πιστῶν οὐδὲ κἂν μικροτάτην δὑναται ἔχειν περὶ τούτου ἀμφιβολίαν διότι ὁ Κύριος ἡμῶν οὐ μόνον εἶπεν ἁπλῶς περὶ τῆς συγκυπτοὑσης γυναικός, ὅτι «ἔδησεν αὐτὴν. ὁ σατανᾶς ἔτη δέκα καὶ ὀκτώ», ἀλλὰ καὶ διὰ παραδείγματος τοῦτο ἐβεβαίωσεν, ἐλέγξας τόν ὑποκριτικόν τοῦ ἀρχισυναγὠγου ζῆλον. ‘Η ἰστορία ἐστίν ἁπλῆ, περιεστατωμένη, καὶ τοσοῦτον σαφῆς, ὦστε οὐδὲ ἑρμηνείας χρείαν ἔχει. Ἐπειδὴ δὲ καθὼς τὸ μύρον ὅσον ψηλαφᾶται καὶ τρίβεται, τοσοῦτον εὐωδιάζει καὶ τέρπει, οὕτω καὶ τοῦ Θεοῦ τὰ λόγια ὅσον μελετῶνται καὶ διερμηνεύονται, τοσοῦτον φωτίζουσι καὶ ὠφελοῦσι, διὰ τοῦτο εἰς ὠφέλειαν τῶν ἀκουόντων προβάλλομεν τῆς ίστορίας ταύτης τὴν ἑρμηνείαν.
Οἱ ᾿Ιουδαῖοι, τῷ σαββάτῳ πάσης ἐβδομάδος συναθροιζόμενοι εἰς τὰς συναγωγὰς αὑτῶν, ἀνεγίνωσκον τἠν θείαν γραφήν, ἐπεξήγουν δὲ αὐτὴν καὶ διηρμήνευον οἱ σοφοὶ καὶ διδάσκαλοι αὐτῶν. Εἰς μίαν οὖν τούτων τῶν Ἰουδαϊκῶν συναγωγῶν ἐλθὼν ὁ Ἰησοῦς Χριστὸς ἐν ἡμέρᾳ σαββάτου, ἐδίδασκε διερμηνεύων τῆς ἁγίας γραφῆς τὰ λόγια, καὶ ἐξηγῶν τὸ μυστήριον τῆς ἑαυτοῦ ἐνανθρωπίσεως, καθὼς καὶ ὅταν εἰσῆλθεν εἰς τὴν ἐν Ναζαρὲτ συναγωγήν, «ὅπου ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου».
‘Η ἀσθενοῦσα γυνὴ ἦν ‘Εβραία τὸ γένος, ὡς ἐκ τοῦ ‘Αβραάμ καταγομένη ὅθεν ὡς πιστὴ ἦλθε τὀ σαββάτον εἰς τὴν συναγωγήν, ἴνα ἀκούσῃ τῆς θείας γραφῆς τὴν ἀνάγνωσιν καὶ τὴν ἐξήγησιν. Οὐκ εἶπε δὲ περὶ αὐτῆς ὁ εὐαγγελιστής, ὅτι ἠσθένει, ἢ ὅτι ἦν ἀσθενοῦσα, ἀλλ᾽ ὅτι εἶχε πνεῦμα ἀσθενείας, ἴνα φανερώσῃ, ὅτι πνεῦμα πονηρόν, ἤγουν ὁ σατανᾶς ἐβασάνιζεν αὐτήν διὰ τῆς τοιαύτης ἀσθενείας δεκαοκτὼ ἔτη. Καὶ ὀπισθότονος μὲν ἀνίατος ὀνομάζεται ἡ ἀσθένεια ἡ ἀναστρέφουσα τὴν κεφαλὴν τοῦ ἀνθρώπου εἰς τὰ ὀπίσω αὑτοῦ μέρη, καὶ ἐπικυρτοῦσα αὐτὸν εἰς τὰ ὀπίσω, καὶ ἰσχυρῶς αὑτόν ἐντείνουσα· ταύτης δὲ τῆς γυναικός τὴν ἀσθένειαν πρεπόντως δύναταί τις ὀνομάσαι ἐμπροσθότονον, διότι αὕτη ἦν κεκυρτωμένη ἐπὶ τὰ ἔμπροσθεν, καὶ κάτω νεύουσα τὴν κεφαλήν, καὶ τοσοῦτον ἐντετονυῖα καὶ στερεωμένη εἰς τὴν τοιαύτην θέσιν, ὥστε οὐδόλως ἠδύνατο ὑψῶσαι τὴν κεφαλὴν αὐτῆς καὶ ἰδεῖν τὸν οὐρανόν. Θέαμα ἦν ἀληθῶς ἐλεεινόν! ὡς κρίκος ἐφαίνετο πετραῖος καὶ οὐχὶ ἅνθρωπος τύπος αὔτη παντὸς ἀνθρώπου, συνεργεία τοῦ διαβόλου προσηλωμένου καὶ βλέποντος διὰ παντὸς κάτω εἰς τὰ γήϊνα καὶ μάταια. πράγματα καὶ μηδέποτε ἀνυψοῦντος τὰ ὄμματα εἰς τὸν οὐρανόν· μηδὲ ἀναλογιζομένου τὸν Θεόν, τὴν κρίσιν καὶ τὴν μέλλουσαν ζωήν.
Οὐδὲ ἡ ἀσθενοῦσα οὐδὲ ἄλλος τις παρεκἁλεσεν ἢ ἐμεσίτευσε περὶ τῆς ἰατρείας αὑτῆς· αὐτὸς δὲ ὁ σωτὴρ μόνον, ὡς εἶδεν αὐτὴν πάσχουσαν, εὐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ προσφωνῆσαι καὶ εἰπὼν τὸ ᾿Απολέλυσαι , ἰάτρευσεν αὐτήν ἀπὸ τῆς ἀσθενείας αὑτῆς, παράδειγμα δοὺς εἰς ἡμᾶς , ἵνα καὶ ἡμεῖς, ὅταν βλέπωμεν τοὺς χρείαν ἔχοντας τῆς εὐεργεσίας ἡμῶν, μὴ περιμένωμεν μεσιτεἱας καὶ δεήσεις, ἀλλ᾽ αὐτοπροαιρέτως εὐσπλαγχνιζόμενοι, εὐεργετῶμεν αὑτούς. Ἐπειδὴ δὲ ἡ ἀσθένεια τῆς γυναικὸς οὐκ ἦν ἀσθένεια φυσική, καθὼς ἡ λέπρα, ὁ ὕδρῳψ, ἡ τυφλότης, ἡ κὠφωσις , ἡ παράλυσις καὶ αἱ λοιπαἰ ἀσθένειαι, ὅσας αἶτιος. ἐθεράπευσεν, ἀλλ’ ἦν δεσμὸς. τοῦ σατανᾶ, διά τοῦτο εἶπε τὸ «Ἀπολέλυσαι τῆς ἀσθενείας σου », εὐθης δηλαδὴ ἀπὸ τοῦ δεσμοῦ τοῦ σατανᾶ. Βλέπε δέ, ὅτι λέγων τὸ ’Απολέλυσαι ἀπό τῆς ἀσθενείας σου , ἅμα. ἔβαλεν ἐπάνω. εἰς αὐτὴν καὶ τὰς παναγίας αὐτοῦ χεῖρας, ἵνα διὰ. τούτου δείξῃ τἠν ἐξουσίαν τοῦ παντοδυνάμου αὐτῷ λόγου, ἄμα δὲ καὶ τὴν θαυματουργιχὴν χάριν τῶν θείων αὐτοῦ χειρῶν. Βλέπε δὲ καὶ τῆν γυναῖκα εὐθὺς λελυμένην ἐκ τοῦ σατανικοῦ δεσμοῦ, καὶ ἀνωρθωμέν’ην, καἰ δοξάζουσαν τὸν θεόν, τὸν εὐεργέτην αὐτῆς παιδεσπὀτην.
Ὁ φθόνος, καὶ οὐχὶ ὑπἑρ τοῦ νόμου ζῆλος, ἐξήγειρε τὸν προεστῶτα τῆς συναγωγῇς εἰς θυμὸν καὶ ἀγανάκτησιν διότι ὁ νόμος τοῦ θεοῦ ἀργίαν πάντων τῶν ἔργων χείρων ἐδιώρισε κατὰ τὴν ἡμέραν τοῦ σαββἀτου, οὐχὶ δὲ καὶ ἀργίαν τῆς διἀ θαυματουργικοῦ λόγου θεραπείας. Σημείωσαι δὲ πρῶτον, ὅτι ὡς ὑποκριτὴς. σκεπάζει τὸν φθόνον αὐτοῦ διὰ τοῦ ζηλου καὶ ἔστι μὲν φθονερὠτατος, δείκνυσι δὲ ἑαυτὸν ζηλοτικώτατον καὶ τοῖς μὲν χείλεσιν ὑπερασπίζεται τάχα τοῦ Θεοῦ τὸν νόμον, τὸν προστάζοντα ἀργίαν ἐν τῇ ἡμέρα τοῦ Σαββἀτου, τῇ δὲ καρδία καὶ τῷ σκοπῷ κατακρίνει τὸ θαῦμα, καί καταδικάζει τὸν θαυματουργὸν καὶ ἔξωθεν μὲν φαίνεται ζηλωτὴς καὶ δίκαιος, ἔσωθεν δὲ γέμει φθόνου καὶ ἀδικίας. Δεύτερον δὲ παρατήρησον τὴν δειλίαν αὐτοῦ καὶ τὴν πονηρίαν οὐ τολμά οὐδὲ κατακρῖναι φανερά κατ’ εὐθεῖαν τὸ θαῦμα, οὐδὲ κἀν λαλῆσαι μετὰ τοῦ Ἰησοῦ Χριστοῦ κατὰ πρόσωπον ἀλλ’ οὐδὲ λέγει καθαρὰ ἐκεῖνο, ὅπερ ἐβούλετο εἰπεῖν στραφεὶς δὲ πρὸς τὸ ἐκεῖ πλῆθος τοῦ λαοῦ, ὡς ὔπουλος, πρὸς αὐτοὺς διευθύνει τὸν λόγον ἔξ ἡμέραι, λέγει, τῆς έβδομαδος εἰσὶν ὑπὸ τοῦ νόμου ὡρισμένα διὰ τἠν ἐργασίαν παντὸς ἔργου ὅταν οὖν ἀσθενήτε, ἐν ταύταις ταῖς ἕξ ἡμέραις ἔρχεσθε εἰς τοὺς ἰατρούς καὶ θεραπεῦετε τὰς ἀσθενείας ὑμῶν, καὶ μὴ ἐν τῇ ἡμέρᾳ τοῦ σαβἓατου, ἥτις ἐστὶν ἡμέρα ἑορτῆς καὶ ἀργίας. Τί δὲ πρὸς τὰ παραλογἠματα τοῦ ἁρχισυναγώγου ἀπεκρίθη ὁ Ἱησοῦς.
Θεοπρεπὥς ἐξήλεγξεν ὁ θεάνθρωπος διὰ τῆς ἀποκρίσεως αὐτοῦ τὴν τοῦ ἀρχισυναγώγου ὑπόκρισιν. Ὑποκριτά, εἷπε, καθεὶς ὑμῶν τῶν Ἰουδαίων τῷ Σαββάτῳ λύει ἀπὸ τῆς φάτνης τὸ ἄλογον ζῶον, τὸν βοῦν ἢ τὸν ὄνον, καὶ, φέρων αὑτὸ ὅπου τὸ ὕδωρ, ποτίζει; καθότι τοῦτο, οὐκ ἐμποδίζεται ὑπὸ τοῦ νόμου σὺ δὲ ταύτης τῆς γυναικός, ἥτις ἐστὶν ἄνθρωπος λογικὸς καὶ τοῦ ‘Αβραάμ θυγάτηρ, ὡς ἐκ τοῦ γένους αὐτοῦ καταγομένη, κατακρίνεις ὡς παράνομον τὴν λύσιν ἀπὸ τοῦ πολυχρονίου δεσμοῦ τοῦ σατανᾶ, ὅστις ἔδησεν αὐτὴν διὰ τῆς βαρυτάτης ἀσθενείας δέκα καὶ ὀκτὼ ἔτη, καὶ διὰ τοῦτο παραγγέλλεις καὶ διδάσκεις τὸν λαόν, ἵνα μὴ θεραπεύσωσι τὰς ἀσθενείας αὐτῶν τῇ ἡμέρᾳ τοῦ σαββἁτου. Σημείωσαι δέ, ὅτι ὡς προνόμιον τῆς γυναικός προβαλλει ὁ Ἰησοῦς τοῦ ‘Αβραὰμ τὸ γένος, οὐχὶ διὰ τὸ γένοςδιότι: ἐν παντὶ ἔθνει ὁ φοβούμενος» αὑτόν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν », ἀλλὰ διὰ τὴν ὀρθὴν πίστιν τοῦ γένους εἶπεν οὖν αὐτὴν θυγατέρα τοῦ ‘Αβραάιμ, σημαίνων, ὅτι ἦν πιςή, καὶ φοβουμἑνη τὸν θεόν, καὶ αὐτῷ μόνῳ λατρεύουσα ὅθεν διὰ τοῦτο πρέπουσα καί νόμιμος ἦν ἡ λύσις αὐτῆς ἀπὸ τοῦ σατανικοῦ δεσμοῦ,
‘Οτε ταῦτα ἔλεγεν ὁ Ἰησοῦς Χριστός, τότε τοὺς μὲν φθονεροὺς καὶ διὰ τὸν φθόνον ἐναντιουμένους αὐτῷ, περιεκάλυψεν αἰσχὑνη καὶ ἐντροπή͵ μηδὲν δὲ ἔχοντες ἀντειπεῖν κατὰ τῶν θείων αὐτοῦ λόγων, ἐφιμώθησαν, καὶ ἐσιώπησαν. Πᾶν δὲ τὸ πλῆθος τοῦ λαοῦ, καθαρόν ὑπάρχον φθόνου, οὐδόλως πρόσεχε ταῖς παραλογίαις τοῦ ἀρχιρχισυναγὠγου, ἀλλ᾽ ἔχαιρεν «ἐπὶ τοῖς ἐνδόξοις», ἦγουν δὲ τὰ ἔνδοξα, καὶ ὑπέρλαμπρα θαυμάσια τὰ ὑπὸ τοῦ Ἰησοῦ Χριστοῦ γινόμενα.
Leave a Reply
Want to join the discussion?Feel free to contribute!