Αποτέλεσμα εικόνας για ΒΑΣΚΑΝΙΑΚύριε ὁ Θεὸς ἠμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων, Ὁ Παντοκράτωρ καὶ Παντοδύναμος, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνω τῷ βούλεσθαι, ὁ ἐν τὴν ἐπταπλάσιον καμίνον καὶ τὴν φλόγα τὴν ἐν Βαβυλώνι εἰς δρόσον μεταβαλών καὶ τοὺς ἁγίους σου τρεῖς παίδας σώους διαφύλαξας, ὁ Ἰατρὸς καὶ Θεραπευτής τῶν ψυχῶν ἡμῶν, ἡ ἀσφάλεια τῶν εἰς σὲ ἐλπιζόντων, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἀπόστησον, φυγάδευσον καὶ ἀπέλασον πάσαν διαβολικὴν ἐνέργειαν, πάσαν σατανικὴν ἕφοδο καὶ πάσαν ἐπιβουλήν, περιέργειάν τε πονηράν καὶ βλάβην καὶ ὀφθαλμῶν βασκανίαν τῶν κακοποιῶν καὶ πονηρῶν ἀνθρώπων ἀπὸ τοῦ δούλου σου (τοῦδε) καὶ ἢ ὑπὸ ὡραιότητος ἢ ἀνδρείας ἢ εὐτυχίας ἢ ζήλου καὶ φθόνου ἢ βασκανίας συνέβη, αὐτός, φιλάνθρωπε Δέσποτα, ἔκτεινον τὴν κραταιάν σου χείρα καὶ τὸν βραχίονά σου τὸν ἰσχυρὸν καὶ ὕψιστον καὶ ἐπισκοπών ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο καὶ κατάπεμψον αὐτῷ Ἄγγελον εἰρηνικόν, κραταιόν, ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ΄αὐτοῦ πάσαν βλάβην, πάσαν πονηρᾶν βουλήν, πάσαν φαρμακείαν καὶ βασκανίαν τῶν φθοροποιῶν καὶ φθονερῶν ἀνθρώπων· ἴνα ὑπό σοῦ ὁ σὸς ἱκέτης φρουρούμενος μετ΄εὐχαριστίας ψάλλη σοι· Κύριος ἐμοὶ βοηθὸς καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἂνθρωπος· καὶ πάλιν· Οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ΄ἐμοῦ εἴ· ὅτι σὺ εἴ ὁ Θεός, κραταίωμά μου, ἰσχυρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ναὶ Κύριε ὁ Θεὸς ἡμῶν, φεῖσαι τοῦ πλάσματός σου καὶ σῶσον τὸν δοῦλον σου ἀπὸ πάσης βλάβης καὶ ἐπηρείας τῆς ἐκ βασκανίας γινομένης καὶ ἀνώτερον αὐτὸν παντὸς κακοῦ διαφύλαξον· πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀρχαγγέλων καὶ παντῶν σου τῶν ἁγίων. Ἀμήν”.

 

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *