Περὶ τοῦ ἀββᾶ Μιλησίου.
αʹ. Παρερχόμενος ὁ ἀββᾶς Μιλήσιος διά τινος τόπου, εἶδέ τινα μοναχὸν κρατούμενον ὑπό τινος, ὡς φόνον ποιήσαντα. Καὶ προσεγγίσας ὁ γέρων, ἐπερώτησε τὸν ἀδελφόν. Καὶ μαθὼν ὅτι συκοφαντεῖται, λέγει πρὸς τοὺς κατέχοντας αὐτόν· Ποῦ ἔστιν ὁ φονευθείς; Καὶ ἔδειξαν αὐτῷ. Καὶ προσεγγίσας τῷ φονευθέντι, εἶπε πᾶσι προσεύξασθαι. Αὐτοῦ δὲ ἐκπετάσαντος τὰς χεῖρας πρὸς τὸν Θεὸν, ἀνέστη ὁ νεκρός. Καὶ εἶπεν αὐτῷ ἐπὶ πάντων· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ φονεύσας σε. Ὁ δὲ εἶπεν, ὅτι Εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, δέδωκα χρήματα τῷ πρεσβυτέρῳ· ὁ δὲ ἀναστὰς, ἔσφαξέ με· καὶ ἀπενέγκας, ἔῤῥιψεν εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ. Ἀλλὰ παρακαλῶ ὑμᾶς, ληφθῆναι τὰ χρήματα, καὶ δοθῆναι τοῖς τέκνοις μου. Τότε εἶπε πρὸς αὐτὸν ὁ γέρων· Ἄπελθε, καὶ κοιμῶ, ἕως ἂν ἔλθῃ ὁ Κύριος, καὶ ἐγείρῃ σε.
βʹ. Ἄλλοτε οἰκοῦντος αὐτοῦ μετὰ δύο μαθητῶν ἐν τοῖς ὁρίοις Περσίδος, ἐξῆλθον δύο υἱοὶ τοῦ βασιλέως σαρκικοὶ ἀδελφοὶ, ἀγρεῦσαι κατὰ τὸ ἔθος. Ἔβαλον δὲ λίνα ἐπὶ πολὺ διάστημα κἂν ἐπὶ τεσσαράκοντα μίλια· ὥστε εἰ εὑρίσκεται ἕσω τῶν λίνων, ἀγρεύσωσι καὶ ἀποκτείνωσι κόντοις. Εὑρέθη δὲ ὁ γέρων μετὰ τῶν δύο μαθητῶν αὐτοῦ. Καὶ θεασάμενοι αὐτὸν τριχώδη καὶ ὡς ἄγριον, ἐξεπλάγησαν, καὶ εἶπον αὐτῷ· Ἄνθρωπος εἶ ἢ πνεῦμα, εἰπὲ ἡμῖν. Καὶ εἶπε αὐτοῖς· Ἄνθρωπός εἰμι ἁμαρτωλός· καὶ ἐξῆλθον κλαῦσαι τὰς ἁμαρτίας μου· καὶ προσκυνῶ Ἰησοῦν τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος. Οἱ δὲ εἶπον αὐτῷ· Οὐκ ἔστιν ἄλλος Θεὸς, πλὴν τοῦ ἡλίου καὶ τοῦ πυρὸς καὶ τοῦ ὕδατος· ἃ ἐσέβοντο. Ἀλλὰ πρόσελθε, καὶ ἐπίθυσον αὐτοῖς. Ὁ δὲ εἶπεν αὐτοῖς· Ταῦτα κτίσματά εἰσι, καὶ πλανᾶσθε· ἀλλὰ παρακαλῶ ὑμᾶς ἐπιστρέψαι καὶ γνῶναι τὸν ἀληθινὸν Θεὸν τὸν κτίσαντα ταῦτα πάντα. Αὐτοὶ δὲ εἶπον· Τὸν κατακριθέντα καὶ σταυρωθέντα λέγεις Θεὸν εἶναι ἀληθινόν; Καὶ λέγει ὁ γέρων· Τὸν σταυρώσαντα τὴν ἁμαρτίαν, καὶ ἀποκτείναντα τὸν θάνατον, αὐτὸν λέγω εἶναι Θεὸν ἀληθινόν. Αὐτοὶ δὲ βασανίζοντες αὐτὸν μετὰ καὶ τῶν ἀδελφῶν, ἠνάγκαζον θύειν. Καὶ πολλὰ βασανίσαντες, ἀπεκεφάλισαν τοὺς δύο ἀδελφούς· τὸν δὲ γέροντα ἐπὶ πολλὰς ἡμέρας ἐβασάνιζον· ὕστερον δὲ, τῇ τέχνῃ αὐτῶν ἔστησαν αὐτὸν εἰς τὸ μέσον, καὶ ἔῤῥιψαν βέλη, ὁ εἷς ἔμπροσθεν, καὶ ὁ εἷς ὄπισθεν αὐτοῦ. Αὐτὸς δὲ εἶπεν αὐτοῖς· Ἐπειδὴ γεγόνατε ἐν ὁμονοίᾳ, καὶ ἐκχέετε αἷμα ἀθῶον, ἐν μιᾷ ῥοπῇ αὔριον ταύτῃ τῇ ὥρᾳ, ἀτεκνωθείη ἡ μήτηρ ὑμῶν ἀφ’ ὑμῶν, καὶ στερηθείη τῆς ἀγάπης ὑμῶν, καὶ τοῖς ἰδίοις βέλεσιν ἀλλήλων τὰ αἵματα ἐκχέητε. Καταφρονήσαντες δὲ τοῦ ῥήματος αὐτοῦ, ἦλθον ἐπὶ τὴν αὔριον θηρεῦσαι. Καὶ ἐξήλισεν ἀπ’ αὐτῶν μία ἔλαφος. Καὶ καθίσαντες τοῖς ἵπποις, κατέδραμον ἐπὶ τὸ καταλαβεῖν αὐτήν· καὶ ῥίψαντες βέλη κατ’ αὐτῆς, ἐκόλλησαν ἀλλήλοις κατὰ τῆς καρδίας ἑαυτῶν· κατὰ τὸ ῥῆμα τοῦ γέροντος ὃ εἶπεν αὐτοῖς, καταρώμενος αὐτοῖς. Καὶ ἀπέθανον.
Περὶ τοῦ ἀββᾶ Μωτίου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μώτιον, λέγων· Ἐὰν ἀπέλθω μεῖναι εἰς τόπον, πῶς θέλεις διάξω ἐκεῖ; Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν οἰκήσῃς εἰς τόπον, μὴ θελήσῃς ἐκβαλεῖν σεαυτῷ ὄνομα ἔν τινι, ὅτι οὐκ ἐξέρχομαι εἰς σύναξιν, ἢ εἰς ἀγάπην οὐκ ἐσθίω. Ταῦτα γὰρ ὄνομα ποιοῦσι κενὸν, καὶ ὕστερον εὑρίσκεις ὄχλησιν. Οἱ γὰρ ἄνθρωποι, ὅπου εὑρίσκουσι ταῦτα, ἐκεῖ τρέχουσι. Λέγει οὖν αὐτῷ ὁ ἀδελφός· Τί οὖν ποιήσω; Λέγει ὁ γέρων· Ὅπου ἐὰν καθίσῃς, ἴσως μετὰ πάντων ἀκολούθει· καὶ εἴ τι βλέπεις τοὺς εὐλαβεῖς ποιοῦντας εἰς οὓς πληροφορῇ, ποίησον, καὶ ἀναπαύῃ. Τοῦτο γὰρ ταπείνωσίς ἐστι, τὸ εἶναί σε ἐπίσης αὐτῶν. Καὶ οἱ ἄνθρωποι θεωροῦντές σε ἐκβαίνοντα, ἔχουσί σε ἐπίσης πάντων· καὶ οὐδείς σοι ὀχλεῖ.
βʹ. Διηγήσατο περὶ τοῦ ἀββᾶ Μωτίου ὁ μαθητὴς αὐτοῦ ἀββᾶς Ἰσαάκ· ἀμφότεροι δὲ ἐγένοντο ἐπίσκοποι· ὅτι πρῶτος ᾠκοδόμησε μοναστήριον ὁ γέρων εἰς τὸν Ἡρακλᾶν· καὶ ὡς ἀνεχώρησεν ἐκεῖθεν, ἀπῆλθεν εἰς ἕτερον τόπον, καὶ ᾠκοδόμησεν ἐκεῖ πάλιν. Καὶ κατ’ ἐνέργειαν τοῦ διαβόλου, εὑρέθη ἀδελφός τις ἐχθραίνων αὐτῷ, καὶ θλίβων αὐτόν. Καὶ ἀναστὰς ὁ γέρων ἀνεχώρησεν εἰς τὴν ἰδίαν κώμην· καὶ ἐποίησεν ἑαυτῷ μοναστήριον, καὶ ἐνέκλεισεν ἑαυτόν. Καὶ μετὰ χρόνον ἦλθον οἱ γέροντες τοῦ τόπου ὅθεν ἐξῆλθε, καὶ λαβόντες καὶ τὸν ἀδελφὸν ὅπου εἶχε πρὸς αὐτὸν τὴν λύπην, ἀπῆλθον παρακαλέσαι αὐτὸν, ἵνα ἐνέγκωσιν αὐτὸν εἰς τὴν μονὴν αὐτοῦ. Ὡς δὲ ἤγγισαν ὅπου ἦν ὁ ἀββᾶς Σώρης, ἀφῆκαν τὰ μηλωτάρια αὐτῶν ἐγγὺς αὐτοῦ, καὶ τὸν ἀδελφὸν τὸν ἔχοντα τὴν λύπην. Καὶ ὡς ἔκρουσαν, βάλλει ὁ γέρων τὸ κλιμάκιον, καὶ παρακύπτει, καὶ γνωρίζει αὐτοὺς, καὶ λέγει· Ποῦ τὰ μηλωτάρια ὑμῶν; Οἱ δὲ εἶπον· Ἰδοὺ ὧδε μετὰ τοῦδε τοῦ ἀδελφοῦ. Ὡς δὲ ἤκουσε τὸ ὄνομα τοῦ ἀδελφοῦ τοῦ λυπήσαντος αὐτὸν, ὁ γέρων ἀπὸ χαρᾶς ἔβαλε πέλεκυν, καὶ κατέστρεψε τὴν θύραν, καὶ ἐξῆλθε τρέχων ὅπου ἦν ὁ ἀδελφός· καὶ ἔβαλεν αὐτῷ μετάνοιαν πρῶτος, καὶ ἠσπάσατο αὐτόν· καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸ κελλίον αὐτοῦ· καὶ ἐπὶ τρεῖς ἡμέρας εὔφρανεν αὐτούς· καὶ αὐτὸς μετ’ αὐτῶν· ὅπερ οὐκ εἶχε συνήθειαν ποιεῖν· καὶ ἀναστὰς ἐπορεύθη μετ’ αὐτῶν. Καὶ μετὰ ταῦτα ἐπίσκοπος γέγονεν. Ἦν γὰρ σημειοφόρος. Καὶ τὸν μαθητὴν αὐτοῦ ἐποίησεν ἐπίσκοπον ὁ μακάριος Κύριλλος τὸν ἀββᾶν Ἰσαάκ.
Περὶ τοῦ ἀββᾶ Μεγεθίου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μεγεθίου, ὅτι ἐξήρχετο τοῦ κελλίου· καὶ εἰ ἤρχετο αὐτῷ λογισμὸς ἀναχωρῆσαι ἐκ τοῦ τόπου, οὐκ ἀνέκαμπτεν εἰς τὴν κέλλαν αὐτοῦ. Οὐδὲ γὰρ εἶχέ τί ποτε τοῦ αἰῶνος τούτου ὕλην, εἰ μὴ ῥαφίδα μίαν ὅπου τὰ θαλλία ἔσχιζεν· εἰργάζετο γὰρ καθ’ ἡμέραν τρία μαλάκια, τὸ τῆς τροφῆς αὐτοῦ.
βʹ. Ἔλεγον περὶ τοῦ δευτέρου ἀββᾶ Μεγεθίου, ὅτι ἦν ταπεινὸς σφόδρα, μαθητευθεὶς παρ’ Αἰγυπτίοις, καὶ συντυχὼν πολλοῖς γέρουσι, καὶ τῷ ἀββᾷ Σισόῃ, καὶ τῷ ἀββᾷ Ποιμένι. Ἔμεινε δὲ καὶ εἰς ποταμὸν εἰς τὸ Σινά. Καὶ συνέβη τινὰ τῶν ἁγίων παραβαλεῖν αὐτῷ (ὡς αὐτὸς διηγήσατο), καὶ λέγει αὐτῷ· Πῶς διάγεις, ἀδελφὲ, ἐν τῇ ἐρήμῳ ταύτῃ; Ὁ δὲ εἶπε· Νηστεύω δύο δύο, καὶ ἕνα ἄρτον ἐσθίω. Καὶ λέγει μοι· Εἰ θέλεις ἀκοῦσαί μου, φάγε καθ’ ἡμέραν τὸ ἥμισυ τοῦ ἄρτου. Καὶ ποιήσας οὕτως εὗρεν ἀνάπαυσιν.
γʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Μεγέθιον, λέγοντες· Ἐὰν περισσεύηται ἕψημα εἰς τὴν ἄλλην ἡμέραν, θέλεις ἵνα φάγωσιν οἱ ἀδελφοί; Λέγει αὐτοῖς ὁ γέρων· Ἐὰν ἠρήμωται, οὐκ ἔστι καλὸν ἵνα ἀναγκασθῶσιν οἱ ἀδελφοὶ φαγεῖν αὐτὸ, καὶ ἀσθενήσωσιν, ἀλλὰ ῥιφῇ· ἐὰν δὲ καλόν ἐστι, καὶ διὰ στρῆνος ῥιφῇ, καὶ ἄλλο ἑψηθῇ, τοῦτο κακόν ἐστιν.
δʹ. Εἶπε πάλιν· Ἐν ἀρχῇ ὅτε συνηγόμεθα πρὸς ἀλλήλους, καὶ ἐλαλοῦμεν περὶ ὠφελείας συγκροτοῦντες ἀλλήλους, ἐγινόμεθα χοροὶ χοροὶ, καὶ ἀνηρχόμεθα εἰς τοὺς οὐρανούς. Νυνὶ δὲ συναγόμεθα, καὶ εἷς τὸν ἕνα εἰς καταλαλιὰν ἐρχόμενοι, κατάγομεν κάτω.
Περὶ τοῦ ἀββᾶ Μιώς.
αʹ. Εἶπεν ὁ ἀββᾶς Μιὼς ὁ τοῦ Βελέου, ὅτι ἡ ὑπακοὴ ἀντὶ ὑπακοῆς ἐστιν. Εἴ τις ὑπακούει τῷ Θεῷ, ὁ Θεὸς ὑπακούει αὐτόν.
βʹ. Εἶπε πάλιν περί τινος γέροντος, ὅτι ἦν ἐν τῇ Σκήτει· ἦν δὲ ἀπὸ δούλων· ἐγένετο δὲ διακριτικὸς σφόδρα. Καὶ ἤρχετο κατ’ ἐνιαυτὸν εἰς Ἀλεξάνδρειαν, φέρων τὴν μισθοφορίαν τοῖς κυρίοις αὐτοῦ. Καὶ ὑπήντων αὐτῷ, καὶ προσεκύνουν αὐτῷ. Ὁ δὲ γέρων ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἔφερεν, ἵνα νίψῃ τοὺς κυρίους αὐτοῦ. Οἱ δὲ πρὸς αὐτὸν ἔλεγον· Μὴ, Πάτερ, μὴ βαρῇς ἡμᾶς. Ὁ δὲ πρὸς αὐτοὺς ἔλεγεν· Ὁμολογῶ ὅτι δοῦλος ὑμῶν εἰμι· καὶ εὐχαριστῶν ὅτι ἀφήκατέ με ἐλεύθερον δουλεύειν τῷ Θεῷ, ἀλλὰ κἀγὼ νίπτω ὑμᾶς, καὶ δέξασθε τὴν μισθοφορίαν μου ταύτην. Οἱ δὲ ἐφιλονείκουν μὴ καταδεχόμενοι. Ἔλεγεν οὖν αὐτοῖς· Ἐὰν μὴ θέλητε δέξασθαι, κάθημαι ὧδε δουλεύων ὑμῖν. Καὶ φοβούμενοι αὐτὸν, ἤφιον ὃ ἐβούλετο ποιῆσαι· καὶ προέπεμπον αὐτὸν μετὰ πολλῶν χρειῶν, καὶ πολλῆς τιμῆς, ἵνα ποιῇ ὑπὲρ αὐτῶν ἀγάπας. Καὶ διὰ τοῦτο ἐγένετο ὀνομαστὸς εἰς Σκῆτιν, καὶ ἀγαπητός.
γʹ. Ἠρωτήθη ὁ ἀββᾶς Μιὼς ὑπὸ στρατευομένου, εἰ ἄρα δέχεται μετάνοιαν ὁ Θεός. Ὁ δὲ μετὰ τὸ κατηχῆσαι αὐτὸν ἐν πολλοῖς λόγοις, λέγει πρὸς αὐτόν· Εἰπέ μοι, ἀγαπητέ· ἐὰν σχισθῇ σου τὸ χλανίδιον, βάλλεις τοῦτο ἔξω; Λέγει· Οὔ· ἀλλὰ ῥάπτω αὐτὸ, καὶ χρῶμαι αὐτῷ. Λέγει πρὸς αὐτὸν ὁ γέρων· Εἰ οὖν σὺ τοῦ ἱματίου φείδῃ, ὁ Θεὸς τοῦ ἰδίου πλάσματος οὐ φείσεται;
Περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ Αἰγυπτίου.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ Αἰγυπτίου, ὅτι ἔμεινε τριάκοντα ἔτη, μὴ ἐξερχόμενος ἐκ τοῦ κελλίου αὐτοῦ. Εἶχε δὲ ἔθος ὁ πρεσβύτερος ἔρχεσθαι, καὶ ποιεῖν αὐτῷ τὴν ἁγίαν προσφοράν. Ὁ δὲ διάβολος, θεωρήσας τὴν τοῦ ἀνδρὸς ἐνάρετον ὑπομονὴν, ἐπανουργεύσατο ἐν κατακρίσει πειράσαι αὐτόν· καὶ παρεσκεύασέ τινα πνευματιῶντα, πρὸς τὸν γέροντα προφάσει εὐχῆς ἀπελθεῖν. Ὁ δὲ πνευματιῶν πρὸ παντὸς λόγου προσεφώνει τῷ γέροντι· Ὁ πρεσβύτερός σου ἔχει ὀσμὴν ἁμαρτίας, μηκέτι αὐτὸν ἐάσῃς εἰσελθεῖν πρὸς σέ. Ὁ δὲ θεόπνευστος ἀνὴρ εἶπε πρὸς αὐτόν· Τέκνον, πάντες τὴν ἀκαθαρσίαν ἔξω βάλλουσι· σὺ δὲ πρὸς μὲ ἤνεγκας αὐτήν. Ἀλλὰ γέγραπται· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅμως εἰ καὶ ἁμαρτωλός ἐστιν, ὁ Κύριος σώσει αὐτόν. Γέγραπται γάρ· Εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ποιήσας εὐχὴν, ἐφυγάδευσε τὸν δαίμονα ἀπὸ τοῦ ἀνθρώπου, καὶ ἀπέλυσεν αὐτὸν ὑγιῆ. Ὡς δὲ ἦλθεν ὁ πρεσβύτερος κατὰ τὸ εἰωθὸς, ὑπεδέξατο αὐτὸν ὁ γέρων μετὰ χαρᾶς. Ὁ δὲ ἀγαθὸς Θεὸς, ἰδὼν τὴν ἀκακίαν τοῦ γέροντος, ἔδειξεν αὐτῷ σημεῖον. Μέλλοντος γὰρ τοῦ κληρικοῦ στῆναι ἔμπροσθεν τῆς ἁγίας τραπέζης, καθὼς ὁ γέρων διηγήσατο, ὅτι Εἶδον ἄγγελον Κυρίου ἐκ τοῦ οὐρανοῦ κατερχόμενον, καὶ ἔθηκε τὴν χεῖρα αὐτοῦ εἰς τὴν κεφαλὴν τοῦ κληρικοῦ, καὶ ἐγένετο ὁ κληρικὸς ὡς στύλος πυρός. Ἐμοῦ δὲ θαυμάσαντος ἐπὶ τῇ ὁράσει, ἤκουσα φωνῆς λεγούσης πρὸς μέ· Ἄνθρωπε, τί τεθαύμακας ἐπὶ τῷ πράγματι τούτῳ; Εἰ γὰρ βασιλεὺς ἐπίγειος οὐ μὴ ἐάσῃ τοὺς μεγιστᾶνας αὐτοῦ ῥυπαροὺς στῆναι ἕμπροσθεν αὐτοῦ, ἐὰν μὴ μετὰ δόξης πολλῆς· πόσῳ μᾶλλον ἡ θεία δύναμις· οὐ καθαρίσει τοὺς λειτουργοὺς τῶν ἁγίων μυστηρίων, στήκοντας ἔμπροσθεν τῆς οὐρανίου δόξης; Ὁ δὲ γενναῖος καὶ ἀθλητὴς τοῦ Χριστοῦ Μάρκος ὁ Αἰγύπτιος, μέγας γενόμενος, κατηξιώθη τοῦ χαρίσματος τούτου, ὅτι οὐ κατέκρινε τὸν κληρικόν.
Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ πολιτικοῦ.
αʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Μακάριος ὁ πολιτικὸς κόψαι θαλία, καὶ οἱ ἀδελφοὶ μετ’ αὐτοῦ. Καὶ λέγουσιν αὐτῷ τὴν πρώτην ἡμέραν· Δεῦρο, φάγε μεθ’ ἡμῶν, Πάτερ. Ὁ δὲ ἀπῆλθε καὶ ἔφαγε. Καὶ πάλιν τῇ ἄλλῃ λέγουσιν αὐτῷ φαγεῖν. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλ’ ἔλεγεν αὐτοῖς· Ὑμεῖς χρείαν ἔχετε φαγεῖν, τέκνα· ἀκμὴν γὰρ σάρξ ἐστε· ἐγὼ δὲ νῦν οὐ θέλω φαγεῖν.
βʹ. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος πρὸς τὸν ἀββᾶν Παχώμιον τῶν Ταβενησιωτῶν. Ὁ δὲ Παχώμιος ἠρώτα αὐτὸν, λέγων· Ὅτε εἰσιν ἀδελφοὶ ἄτακτοι, καλόν ἐστι παιδεῦσαι αὐτούς; Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· παίδευσον, καὶ κρῖνον δικαίως τοὺς ὑπὸ σέ· ἔξω δὲ μὴ κρίνῃς τινάς. Γέγραπται γάρ· Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει.
γʹ. Ἐποίησέ ποτε ὁ ἀββᾶς Μακάριος τετράμηνον, παραβάλλων τινὶ ἀδελφῷ ἡμερούσιον· καὶ οὐχ εὗρεν αὐτὸν εὐκαιροῦντα ἀπὸ τῆς προσευχῆς οὐδὲ ἅπαξ· καὶ θαυμάσας ἔλεγεν· Ἰδοὺ ἐπίγειος ἄγγελος.
Ἀρχὴ τοῦ Ν στοιχείου.
Περὶ τοῦ ἀββᾶ Νείλου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Νεῖλος· Ὅσα ἂν ποιῇς εἰς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς καρδίαν σοι γενήσεται ἐν καιρῷ προσευχῆς.
βʹ. Εἶπε πάλιν· Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα.
γʹ. Εἶπε πάλιν· Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.
δʹ. Εἶπε πάλιν· Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι σεαυτόν· ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι.
εʹ. Εἶπε πάλιν· Ὅπερ ἂν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς εὐχῆς εὐρήσεις.
ϛʹ. Εἶπε πάλιν· Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχήν· εἰ δὲ μήγε, εἰς μάτην τρέχεις.
ζʹ. Εἶπε πάλιν· Μὴ θέλε ὡς σοὶ δοκεῖ, ἀλλ’ ὡς Θεῷ ἀρέσκει γίνεσθαι τὰ κατὰ σέ· καὶ ἔσῃ ἀτάραχος καὶ εὐχάριστος ἐν προσευχῇ σου.
ηʹ. Εἶπε πάλιν· Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.
θʹ. Εἶπε πάλιν· Ἄτρωτος διαμένει μοναχὸς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ, ὁ ἀγαπῶν ἡσυχίαν· ὁ δὲ συναναμιγνύμενος πλήθεσι συνεχεῖς δέχεται πληγάς.
ιʹ. Εἶπε πάλιν· Ὁ δοῦλος ὁ ἀμελῶν τῶν ἔργων τοῦ κυρίου αὐτοῦ ἑτοιμαζέσθω πρὸς μάστιγας.
Περὶ τοῦ ἀββᾶ Νιστερώου.
αʹ. Ὁ ἀββᾶς Νιστερῶος ὁ μέγας περιεπάτει ἐν τῇ ἐρήμῳ μετὰ ἀδελφοῦ τινος· καὶ ἰδόντες δράκοντα, ἔφυγον. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ σὺ φοβῇ, Πάτερ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐ φοβοῦμαι, τέκνον· ἀλλὰ συμφέρει ὅτι ἔφυγον, ἐπεὶ οὐκ εἶχον ἐκφυγεῖν τὸ πνεῦμα τῆς κενοδοξίας.
βʹ. Ἀδελφὸς ἠρώτησε γέροντα, λέγων· Ποῖον καλὸν πρᾶγμά ἐστιν, ἵνα ποιήσω, καὶ ζήσωμαι ἐν αὐτῷ; Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς οἶδε τὸ καλόν. Ἀλλ’ ἤκουσα ὅτι ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Νιστερῶον τὸν μέγαν, τὸν φίλον τοῦ ἀββᾶ Ἀντωνίου, καὶ εἶπεν αὐτῷ· Ποῖον καλὸν ἔργον ἐστὶν, ἵνα ποιήσω; Καὶ εἶπεν αὐτῷ· Οὐκ εἰσὶ πᾶσαι αἱ ἐργασίαι ἴσαι; ἡ Γραφὴ λέγει, ὅτι Ἀβραὰμ φιλόξενος ἦν, καὶ ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· καὶ Ἠλίας ἠγάπα τὴν ἡσυχίαν, καὶ ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· καὶ ὁ Δαβὶδ ταπεινὸς ἦν, καὶ ὁ Θεὸς ἦν μετ’ αὐτοῦ. Ὃ οὖν θεωρεῖς τὴν ψυχήν σου θέλουσαν κατὰ Θεὸν, τοῦτο ποίησον καὶ φύλαξον τὴν καρδίαν σου.
γʹ. Ὁ ἀββᾶς Ἰωσὴφ λέγει τῷ ἀββᾷ Νισθερώῳ· Τί ποιήσω τῇ γλώσσῃ μου ὅτι οὐ δύναμαι κρατῆσαι αὐτῆς; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐὰν οὖν λαλήσῃς, ἔχεις ἀνάπαυσιν; Λέγει αὐτῷ· Οὐχί. Καὶ εἶπεν ὁ γέρων· Εἰ οὐκ ἔχεις ἀνάπαυσιν, διατί λαλεῖς; μᾶλλον σιώπα· καὶ ἐὰν συμβῇ ὁμιλία, πολλὰ ἄκουε μᾶλλον ἢ λάλει.
δʹ. Ἀδελφὸς εἶδε τὸν ἀββᾶν Νισθερῶον φοροῦντα δύο κολόβια, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων· Ἐὰν πτωχὸς ἔλθῃ, καὶ αἰτήσῃ σε ἱμάτιον, ποῖον δίδως αὐτῷ; Καὶ ἀποκριθεὶς εἶπε· Τὸ κάλλιον. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε, τί παρέχεις αὐτῷ; καὶ λέγει ὁ γέρων· Τὸ ἥμισυ τοῦ ἄλλου. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε, τί δίδως αὐτῷ; Ὁ δὲ ἔφη· Κόπτω καὶ τὸ λοιπὸν, καὶ δίδωμι αὐτῷ τὸ ἥμισυ, καὶ τὸ λοιπὸν ζώννυμαι. Καὶ πάλιν λέγει· Εἰ δὲ καὶ τοῦτο ζητήσῃ τις παρὰ σοῦ, τί ποιεῖς; Λέγει ὁ γέρων· Παρέχω αὐτῷ τὸ λοιπὸν, καὶ πορευθεὶς κάθημαι εἰς ἕνα τόπον, ἕως οὗ ὁ Θεὸς πέμψῃ καὶ σκεπάσῃ με· οὐ ζητῶ γὰρ παρ’ ἄλλου τινός.
εʹ. Εἶπεν ὁ ἀββᾶς Νισθερῶος, ὅτι ὀφείλει ὁ μοναχὸς καθ’ ἑσπέραν καὶ πρωΐας λόγον ποιεῖν, Τί ὧν θέλει ὁ Θεὸς ἐποιήσαμεν, καὶ τί ὧν οὐ θέλει οὐκ ἐποιήσαμεν; καὶ οὕτως τρακτεύοντες ἑαυτῶν τὴν πᾶσαν ζωήν. Οὕτως γὰρ ἔζησεν ὁ ἀββᾶς Ἀρσένιος. Σπούδαζε ἑκάστην ἡμέραν παρεστάναι τῷ Θεῷ χωρὶς ἁμαρτίας. Οὕτω προσεύχου τῷ Θεῷ, ὡς παρὼν παρόντι· καὶ γὰρ ἀληθῶς πάρεστι. Μὴ νομοθέτει ἑαυτόν· κρῖνε δὲ μηδένα. Μοναχοῦ ἀλλότριον ὑπάρχει τὸ ὀμνύειν, ἐπιορκεῖν, ψεύδεσθαι, καταρᾶσθαι, ὑβρίζειν, γελᾷν. Ὁ δὲ πλέον τῆς ἀξίας τιμώμενος ἢ ἐπαιρούμενος, πολὺ ζημιοῦται.
Περὶ τοῦ ἐν κοινοβίῳ Νισθερώου.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Νισθερώου, ὅτι ὥσπερ ὁ ὄφις ὁ χαλκοῦς ὃν ἐποίησε Μωϋσῆς εἰς θεραπείαν τοῦ λαοῦ, οὕτως ἦν ὁ γέρων, πᾶσαν ἀρετὴν ἔχων, καὶ σιωπῶν πάντας ἐθεράπευεν.
τοῦ ἀββᾶ Ποιμένος, πόθεν ἐκτήσατο τὴν ἀρετὴν ταύτην, ὅτι ὅτεδήποτε συνέβη θλῖψις εἰς τὸ κοινόβιον, οὐκ ἐλάλει, οὐδὲ ἐμέσαζεν, ἀπεκρίνατο· Συγχώρησόν μοι, ἀββᾶ· ὅτε εἰσῆλθον ἀρχὴν εἰς τὸ κοινόβιον, εἶπον τῷ λογισμῷ μου, ὅτι Σὺ καὶ ὁ ὄνος ἕν ἐστε. Ὥσπερ ὁ ὄνος δέρεται καὶ οὐ λαλεῖ, ὑβρίζεται καὶ οὐδὲν ἀποκρίνεται, οὕτως καὶ σύ· καθὼς ὁ ψαλμὸς λέγει· Κτηνώδης ἐγενήθην παρὰ σοὶ, κἀγὼ διαπαντὸς μετὰ σοῦ.
Περὶ τοῦ ἀββᾶ Νίκωνος.
Ἀδελφὸς ἠρώτησέ τινα τῶν Πατέρων, λέγων· Πῶς ὁ διάβολος τοὺς πειρασμοὺς φέρει ἐπάνω τῶν ἁγίων; Καὶ λέγει αὐτῷ ὁ γέρων, ὅτι Ἦν τις τῶν Πατέρων, ὀνόματι Νίκων, οἰκῶν εἰς τὸ ὄρος τὸ Σινᾶ. Καὶ ἰδού τις ἀπελθὼν εἰς σκηνὴν Φαρανίτου τινὸς, καὶ εὑρὼν τὴν θυγατέρα αὐτοῦ μόνην, ἔπεσε μετ’ αὐτῆς. Καὶ λέγει αὐτῇ· Εἰπὲ, ὅτι ὁ ἀναχωρητὴς ὁ ἀββᾶς Νίκων ἐποίησέ μοι οὕτως. Καὶ ἡνίκα ἦλθεν ὁ πατὴρ αὐτῆς, καὶ ἔμαθε, λαβὼν τὸ ξίφος ἀπῆλθεν ἐπάνω τοῦ γέροντος. Καὶ κρούσαντος αὐτοῦ, ἐξῆλθεν ὁ γέρων. Καὶ ἐκτείναντος αὐτοῦ τὸ ξίφος τοῦ φονεῦσαι αὐτὸν, ἀπεξηράνθη ἡ χεὶρ αὐτοῦ. Καὶ ἀπελθὼν ὁ Φαρανίτης, εἶπε τοῖς πρεσβυτέροις· καὶ ἔπεμψαν ἐπ’ αὐτόν· καὶ ἦλθεν ὁ γέρων· καὶ ἐπιθέντες αὐτῷ πολλὰς πληγὰς, ἤθελον διῶξαι. Καὶ παρεκάλεσε, λέγων· Ἄφετέ με ὧδε διὰ τὸν Θεὸν, ἵνα μετανοήσω. Καὶ χωρίσαντες αὐτὸν τρία ἔτη, ἔδωκαν ἐντολὴν ἵνα μηδεὶς αὐτῷ παραβάλῃ. Καὶ ἐποίησε τρία ἔτη, ἐρχόμενος κατὰ Κυριακὴν μετανοῶν· καὶ παρεκάλει πάντας, λέγων· Εὔξασθε ὑπὲρ ἐμοῦ. Ὕστερον δὲ ἐδαιμονίσθη ὁ ποιήσας τὴν ἁμαρτίαν, καὶ τὸν πειρασμὸν ἐπάνω τοῦ ἀναχωρητοῦ βαλών· καὶ ὡμολόγησεν εἰς τὴν ἐκκλησίαν, ὅτι Ἐγὼ ἐποίησα τὴν ἁμαρτίαν, καὶ εἶπον συκοφαντῆσαι τὸν δοῦλον τοῦ Θεοῦ. Καὶ ἀπελθὼν πᾶς ὁ λαὸς, μετενόησε τῷ γέροντι, λέγοντες· Συγχώρησον ἡμῖν, ἀββᾶ. Καὶ λέγει αὐτοῖς· Τὸ μὲν συγχωρῆσαι, συγκεχώρηται ὑμῖν· τὸ δὲ μεῖναι, οὐκ ἔτι μένω ὧδε μεθ’ ὑμῶν, ὅτι οὐχ εὑρέθη εἷς ἔχων διάκρισιν, συμπαθῆσαι μετ’ ἐμοῦ. Καὶ οὕτως ἀνεχώρησεν ἐκεῖθεν. Καὶ εἶπεν ὁ γέρων· Θεωρεῖς πῶς ὁ διάβολος φέρει τοὺς πειρασμοὺς ἐπάνω τῶν ἁγίων.
Περὶ τοῦ ἀββᾶ Νετρᾶ.
Διηγήσαντο περὶ τοῦ ἀββᾶ Νετρᾶ μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ὅτε ἐκάθητο εἰς τὸ κελλίον αὐτοῦ ἐν τῷ ὄρει τῷ Σινᾷ, συμμέτρως ἐδιοίκει ἑαυτὸν πρὸς τὴν χρείαν τοῦ σώματος· ὅτε δὲ ἐγένετο ἐπίσκοπος εἰς Φαρὰν, πολλὰ ἔσφιγγεν ἑαυτὸν εἰς σκληραγωγίαν. Καὶ λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Ἀββᾶ, ὅτε ἤμεθα εἰς τὴν ἔρημον, οὐκ ἤσκεις οὕτως. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐκεῖ ἔρημος ἦν, καὶ ἡσυχία, καὶ πτωχεία, καὶ ἤθελον κυβερνῆσαι τὸ σῶμα, ἵνα μὴ ἀσθενήσω, καὶ ζητήσω ἃ οὐκ εἶχον. Νῦν δὲ κόσμος ἐστὶ, καὶ ἀφορμαί εἰσιν· ἐὰν δὲ καὶ ἀσθενήσω ὧδε, ἔστιν ὁ ἀντιλαμβανόμενός μου, ἵνα ἡ ἀπολέσω τὸν μοναχόν.
Περὶ τοῦ ἀββᾶ Νικήτα.
Ἔλεγεν ὁ ἀββᾶς Νικήτας περί τινων ἀδελφῶν δύο, ὅτι συνῆλθον θέλοντες οἰκῆσαι ὁμοῦ. Ἐλογίσατο δὲ ὁ εἷς ἐν ἑαυτῷ, ὅτι Εἴ τι θέλει ὁ ἀδελφός μου, ἐκεῖνο ποιῶ. Ὁμοίως καὶ ὁ ἕτερος ἐλογίσατο, ὅτι Τὸ θέλημα τοῦ ἀδελφοῦ μου ποιήσω. Καὶ ἔζησαν ἐπὶ ἔτη πολλὰ μετὰ πολλῆς ἀγάπης. Ἰδὼν δὲ ὁ ἐχθρὸς, ἀπῆλθε θέλων χωρίσαι αὐτούς· καὶ σταθεὶς εἰς τὸ πρόθυρον, ἐφαίνετο τῷ ἑνὶ ὡσεὶ περιστερὰ, καὶ τῷ ἑτέρῳ ὡσεὶ κορώνη. Λέγει ὁ εἷς· Βλέπεις τὸ περιστέριον τοῦτο; Λέγει ἐκεῖνος· Κορώνη ἐστίν. Καὶ ἤρξαντο φιλονεικεῖν ἄλλος ἄλλῳ λέγων, καὶ ἀναστάντες, συνέβαλον μάχην μέχρις αἵματος, εἰς τελείαν χαρὰν τοῦ ἐχθροῦ, καὶ ἐχωρίσθησαν. Μετὰ δὲ τρεῖς ἡμέρας ἀνένευσαν εἰς ἑαυτοὺς ἐλθόντες· καὶ ποιήσαντες ἑαυτοῖς μετάνοιαν, ὡμολόγουν ὃ ἕκαστος αὐτῶν ἐλογίζετο τὸ ὁραθὲν πετηνόν· καὶ γνόντες τὸν πόλεμον τοῦ ἐχθροῦ, ἔμειναν μέχρι τέλους μὴ χωρισθέντες.
Ἀρχὴ τοῦ Ξ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ξοΐου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ξόϊον, λέγων· Ἐὰν εὑρεθῶ πούποτε, καὶ φάγω τρία ψωμία, μὴ πολύ ἐστι; Λέγει αὐτῷ ὁ γέρων· Εἰς τὴν ἅλωνα ἦλθες, ἀδελφέ; Εἶπε δὲ πάλιν· Ἐὰν πίω τρία ποτήρια οἴνου, μὴ πολύ ἐστι; Λέγει αὐτῷ· Ἐὰν οὐκ ἔστι δαίμων, οὐκ ἔνι πολύ· ἐὰν δὲ ἔνι, πολύ ἐστιν. Ὁ γὰρ οἶνος ἀλλότριός ἐστι τῶν μοναχῶν τῶν κατὰ Θεὸν ζώντων.
βʹ. Ἔλεγέ τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ξοΐου τοῦ Θηβαίου, ὅτι εἰσῆλθέ ποτε εἰς τὸ ὄρος τὸ Σινᾶ· καὶ ἐξερχομένου αὐτοῦ ἐκεῖθεν, συνήντησεν αὐτῷ, ἀδελφὸς, καὶ στενάζων ἔλεγε· Θλιβόμεθα. ἀββᾶ, διὰ τὴν ἀβροχίαν. Λέγει αὐτῷ ὁ γέρων· Καὶ διατί οὐκ εὔχεσθε καὶ παρακαλεῖτε τὸν Θεόν; Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ εὐχόμεθα, καὶ λιτανεύομεν, καὶ οὐ βρέχει. Λέγει αὐτῷ ὁ γέρων· Πάντως οὐκ εὔχεσθε ἐκτενῶς. Θέλεις δὲ γνῶναι ὅτι οὕτως ἐστί; Καὶ ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐν προσευχῇ, καὶ παραχρῆμα ἔβρεξεν. Ἰδὼν δὲ ὁ ἀδελφὸς ἐφοβήθη, καὶ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ. Ὁ δὲ γέρων ἔφυγεν. Ὁ δὲ ἀδελφὸς ἀνήγγειλε πᾶσι τὸ γεγονός. Καὶ οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.
Περὶ τοῦ ἀββᾶ Ξανθία.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ξανθίας· Ὁ λῃστὴς ἐν τῷ σταυρῷ ἦν, καὶ ἀπὸ λόγου ἑνὸς ἐδικαιώθη· καὶ Ἰούδας μετὰ τῶν ἀποστόλων συνηριθμημένος ἦν, καὶ ἐν νυκτὶ μιᾷ ἀπώλεσε πάντα τὸν κάματον, καὶ κατέβη ἐξ οὐρανῶν εἰς ᾅδην. Διὸ μηδεὶς εὐπραγῶν καυχάσθω· πάντες γὰρ οἱ πεποιθότες ἐφ’ ἑαυτοῖς ἔπεσον.
βʹ. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Ξανθίας ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ ὅπου κατέλυσε, διὰ τὸν κόπον τῆς ἀσκήσεως ἤνεγκαν αὐτῷ ὀλίγον οἶνον. Ἀκούσαντες δέ τινες ἤνεγκαν αὐτῷ δαιμονιζόμενον. Καὶ ἤρξατο ὁ δαίμων λοιδορεῖν τὸν γέροντα· Πρὸς τὸν οἰνοπότην τοῦτον ἠνέγκατέ με. Καὶ ὁ μὲν γέρων οὐκ ἤθελεν αὐτὸν ἐκβαλεῖν· διὰ δὲ τὸν ὀνειδισμὸν ἔλεγε· Πιστεύω τῷ Χριστῷ, ὅτι οὐ μὴ τελέσω τὸ ποτήριον τοῦτο, ἕως οὗ ἐξέλθῃς. Καὶ ὡς ἤρξατο ὁ γέρων πίνειν, ἔκραξεν ὁ δαίμων, λέγων· Καίεις με, καίεις με. Καὶ πρὸ τοῦ τελέσαι, ἐξῆλθε διὰ τῆς χάριτος τοῦ Χριστοῦ.
γʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Ὁ κύων κρείσσων μού ἐστι· διότι καὶ ἀγάπην ἔχει, καὶ εἰς κρίσιν οὐκ ἔρχεται.
Ἀρχὴ τοῦ Ο στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ὀλυμπίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὀλύμπιος, ὅτι Κατέβη ποτὲ ἱερεὺς τῶν Ἑλλήνων εἰς Σκῆτιν, καὶ ἦλθεν εἰς τὸ κελλίον μου, καὶ ἐκοιμήθη· καὶ θεασάμενος τὴν διαγωγὴν τῶν μοναχῶν, λέγει μοι· Οὕτως διάγοντες, οὐδὲν θεωρεῖτε παρὰ τῷ Θεῷ ὑμῶν; Καὶ λέγω αὐτῷ· Οὐχί. Καὶ λέγει μοι ὁ ἱερεύς· Τέως ἡμῶν ἱερουργούντων τῷ Θεῷ ἡμῶν, οὐδὲν κρύπτει ἀφ’ ἡμῶν, ἀλλὰ ἀποκαλύπτει ἡμῖν τὰ μυστήρια αὐτοῦ· καὶ ὑμεῖς τοσούτους κόπους ποιοῦντες, ἀγρυπνίας, ἡσυχίας καὶ ἀσκήσεις, λέγεις ὅτι Οὐδὲν θεωροῦμεν; Πάντως οὖν, εἰ οὐδὲν θεωρεῖτε, λογισμοὺς πονηροὺς ἔχετε εἰς τὰς καρδίας ὑμῶν, τοὺς χωρίζοντας ὑμᾶς ἀπὸ τοῦ Θεοῦ ὑμῶν, καὶ διὰ τοῦτο οὐκ ἀποκαλύπτεται ὑμῖν τὰ μυστήρια αὐτοῦ. Καὶ ἀπῆλθον, καὶ ἀνήγγειλα τοῖς γέρουσι τὰ ῥήματα τοῦ ἱερέως. Καὶ ἐθαύμασαν, καὶ εἶπαν ὅτι οὕτως ἐστίν. Οἱ γὰρ ἀκάθαρτοι λογισμοὶ χωρίζουσι τὸν Θεὸν ἀπὸ τοῦ ἀνθρώπου.
βʹ. Ὁ ἀββᾶς Ὀλύμπιος ὁ τῶν Κελλίων ἐπολεμήθη εἰς πορνείαν. Καὶ λέγει αὐτῷ ὁ λογισμός· Ὕπαγε, λάβε γυναῖκα. Καὶ ἀναστὰς ἐποίησε πηλὸν, καὶ ἔπλασε γυναῖκα, καὶ λέγει ἑαυτῷ· Ἰδοὺ ἡ γυνή σου· χρεία οὖν ἐργάζεσθαι πολλὰ, ἵνα θρέψεις αὐτήν. Καὶ ἠργάζετο κοπιῶν πολλά. Καὶ μεθ’ ἡμέραν, πάλιν ποιήσας πηλὸν, ἔπλασεν ἑαυτῷ θυγατέρα, καὶ λέγει τῷ λογισμῷ αὐτοῦ· Ἔτεκεν ἡ γυνή σου· χρείαν ἔχεις περισσότερον ἐργάσασθαι, ἵνα δυνηθῇς θρέψαι τὸ τέκνον σου, καὶ σκεπάσαι. Καὶ οὕτως ποιῶν ἔτηξεν ἑαυτὸν, καὶ λέγει τῷ λογισμῷ· Οὐκ ἔτι ἰσχύω ὑποφέρειν τὸν κόπον. Καὶ εἶπεν· Εἰ οὐκ ἰσχύεις ὑποφέρειν τὸν κόπον, μηδὲ γυναῖκα ζητήσῃς. Καὶ ἰδὼν ὁ Θεὸς τὸν κόπον αὐτοῦ, ἦρεν ἀπ’ αὐτοῦ τὸν πόλεμον, καὶ ἀνεπάη.
Περὶ τοῦ ἀββᾶ Ὀρσισίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὀρσίσιος· Πλίνθος ὠμὴ, βαλλομένη εἰς θεμέλιον ἐγγὺς ποταμοῦ, οὐχ ὑπομένει μίαν ἡμέραν· ὀπτὴ δὲ, ὡς λίθος διαμένει. Οὕτως ἄνθρωπος σαρκικὸν φρόνημα ἔχων, καὶ μὴ πυρωθεὶς κατὰ τὸν Ἰωσὴφ τῷ φόβῳ τοῦ Θεοῦ, λύεται προελθὼν εἰς ἀρχήν. Πολλοὶ γὰρ τῶν τοιούτων οἱ πειρασμοὶ, ἐν μέσῳ ἀνθρώπων ὄντων. Καλὸν δέ τινα εἰδότα τὰ ἴδια μέτρα, ἀποφεύγειν τὸ βάρος τῆς ἀρχῆς. Οἱ δὲ ἑδραῖοι τῇ πίστει, ἀμετακίνητοί εἰσι. Περὶ αὐτοῦ γὰρ τοῦ ἁγιωτάτου Ἰωσὴφ ἐὰν θελήσῃ τις λαλῆσαι, λέγει, ὅτι οὐκ ἐπίγειος ἦν. Πόσα ἐπειράσθη, καὶ ἐν ποίᾳ χώρᾳ, ὅπου οὐκ ἦν τότε ἴχνος θεοσεβείας; Ἀλλ’ ὁ Θεὸς τῶν πατέρων αὐτοῦ ἧν μετ’ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πάσης θλίψεως, καὶ νῦν ἐστι μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ἡμεῖς τοίνυν ἐπιγνόντες τὰ ἑαυτῶν μέτρα, ἀγωνισώμεθα· μόλις γὰρ οὕτω δυνησόμεθα ἐκφυγεῖν τὴν κρίσιν τοῦ Θεοῦ.
βʹ. Εἶπε πάλιν· Νομίζω ἐὰν μὴ ἄνθρωπος φυλάξῃ τὴν ἑαυτοῦ καρδίαν καλῶς, πάντα ὅσα ἤκουσεν ἐπιλανθάνεται καὶ ἀμελεῖ· καὶ οὕτως ὁ ἐχθρὸς εὑρὼν ἐν αὐτῷ τόπον, καταβάλλει αὐτόν. Ὥσπερ γὰρ λύχνος σκευασθεὶς καὶ φαίνων, ἐὰν ἀμεληθῇ λαβεῖν ἔλαιον, κατ’ ὀλίγον σβέννυται, καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ’ αὐτοῦ· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἔνι ὅταν καὶ μῦς περὶ αὐτὸν ἐρχόμενος καὶ ζητῶν τὸ ἐλλύχνιον καταφαγεῖν, πρὸ μὲν τοῦ σβεσθῆναι τὸ ἔλαιον, οὐ δύναται· ἐὰν δὲ ἴδῃ ὅτι οὐ μόνον φῶς οὐκ ἔχει, ἀλλ’ οὐδὲ θέρμην πυρὸς, τότε τὸ ἐλλύχνιον ἀνασπάσαι θέλων, καταβάλλει καὶ τὸν λύχνον· καὶ ἐὰν μὲν ᾖ ὀστράκινον, συντρίβεται· ἐὰν δὲ χαλκοῦν εὑρεθῇ, ὑπὸ τοῦ οἰκοδεσπότου σκευάζεται ἄνωθεν· οὕτως ἀμελούσης ψυχῆς, ὅσον ὅσον τὸ Πνεῦμα τὸ ἅγιον ὑποχωρεῖ, ἕως τέλεον ἀποσβεσθῇ τῆς θέρμης αὐτῆς· καὶ λοιπὸν ὁ ἐχθρὸς, καταφαγὼν τὴν προθυμίαν τῆς ψυχῆς, καὶ τὸ σῶμα ἀφανίζει κακία. Ἐὰν δὲ ᾖ ἐκεῖνος καλὸς τῇ διαθέσει πρὸς τὸν Θεὸν, ἁπλῶς δὲ ἡρπάγει εἰς ἀμέλειαν, ὁ Θεὸς ὡς οἰκτίρμων, βαλὼν εἰς αὐτὸν τὸν φόβον αὐτοῦ, καὶ τῶν κολάσεων τὴν μνήμην, παρασκευάζει νήφειν αὐτὸν, καὶ τηρεῖν ἑαυτὸν εἰς τὰ ἔμπροσθεν μετὰ ἀσφαλείας πολλῆς, ἕως τῆς ἐπισκοπῆς αὐτοῦ.
Ἀρχὴ τοῦ Π στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ποιμένος.
αʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ποιμὴν, ὅτε ἦν νεώτερος, πρός τινα γέροντα, ἐρωτῆσαι αὐτῷ τρεῖς λογισμούς. Ὡς οὖν ἦλθε πρὸς τὸν γέροντα, ἐληθάργησεν ἕνα ἐκ τῶν τριῶν· καὶ ἀνέκαμψεν εἰς τὸ κελλίον ἑαυτοῦ· καὶ ὡς ἔθηκε τὴν χεῖρα ἀνοῖξαι τὸ κλειδίον, ἐμνήσθη τὸν λόγον ὃν ἐληθάργησε· καὶ ἀφῆκε τὸ κλειδίον, καὶ ἀνέκαμψε πρὸς τὸν γέροντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐτάχυνας τοῦ ἐλθεῖν, ἀδελφέ. Καὶ διηγήσατο αὐτῷ, ὅτι Ὅτε ἔθηκα τὴν χεῖρά μου λαβεῖν τὸ κλειδίον, ἐμνήσθην τὸν λόγον ὃν ἐζήτουν, καὶ οὐκ ἤνοιξα, διὰ τοῦτο ἀνέκαμψα. Ἦν δὲ τὸ μῆκος τῆς ὁδοῦ πολὺ σφόδρα. Ἔλεγε δὲ αὐτῷ ὁ γέρων· Ἀγγέλων Ποιμήν· καὶ λαληθήσεταί σου τὸ ὄνομα ἐν πάσῃ γῇ Αἰγύπτου.
βʹ. Ἔσχε ποτὲ Παήσιος ὁ ἀδελφὸς τοῦ ἀββᾶ Ποιμένος σχέσιν μετά τινος ἔξω τοῦ κελλίου αὐτοῦ. Ὁ δὲ ἀββᾶς Ποιμὴν οὐκ ἤθελε, καὶ ἀναστὰς ἔφυγε πρὸς τὸν ἀββᾶν Ἀμμωνᾶν, καὶ λέγει αὐτῷ· Παήσιος ὁ ἀδελφός μου ἔχει πρός τινα σχέσιν, καὶ οὐκ ἀναπαύομαι. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμμωνᾶς· Ποιμὴν, ἀκμὴν ζῇς; Ὕπαγε, κάθου εἰς τὸ κελλίον σου, καὶ θὲς εἰς τὴν καρδίαν σου, ὅτι ἤδη ἔχεις ἐνιαυτὸν ἐν τῷ μνήματι.
γʹ. Ἦλθόν ποτε πρεσβύτεροι τῆς χώρας εἰς τὰ μοναστήρια ὅπου ἦν ὁ ἀββᾶς Ποιμήν· καὶ εἰσῆλθεν ὁ ἀββᾶς Ἀνοὺβ, καὶ λέγει αὐτῷ· Καλέσωμεν τοὺς πρεσβυτέρους ὧδε σήμερον. Καὶ στάντος αὐτοῦ ἐπὶ πολὺ, οὐκ ἔδωκεν αὐτῷ ἀπόκρισιν. Καὶ λυπηθεὶς ἐξῆλθε. Λέγουσιν αὐτῷ οἱ καθήμενοι ἐγγὺς αὐτοῦ· Ἀββᾶ, διατί οὐκ ἔδωκας αὐτῷ ἀπόκρισιν; Λέγει αὐτοῖς ὁ ἀββᾶς Ποιμήν· Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἀπέθανον γάρ· ὁ δὲ νεκρὸς οὐ λαλεῖ.
δʹ. Γέρων τις ἦν ἐν Αἰγύπτῳ πρὸ τοῦ ἐλθεῖν τοὺς περὶ τὸν ἀββᾶν Ποιμένα, καὶ εἶχε γνῶσιν καὶ τιμὴν πολλήν. Ὡς οὖν ἀνέβησαν οἱ περὶ τὸν ἀββᾶν Ποιμένα ἀπὸ τῆς Σκήτεως, ἀφῆκαν αὐτὸν οἱ ἄνθρωποι, καὶ ἤρχοντο πρὸς τὸν ἀββᾶν Ποιμένα. Καὶ ἐθλίβετο, καὶ λέγει τοῖς ἀδελφοῖς αὐτοῦ· Τί ποιήσωμεν τῷ μεγάλῳ γέροντι τούτῳ, ὅτι εἰς θλίψιν ἔβαλον ἡμᾶς οἱ ἄνθρωποι, καταλιπόντες τὸν γέροντα, καὶ ἡμῖν μηδὲν οὖσι προσέχοντες; πῶς οὖν δυνάμεθα θεραπεῦσαι τὸν γέροντα; Λέγει δὲ αὐτοῖς· Ποιήσατε μικρὰ βρώματα, καὶ λάβετε σαΐτην οἴνου· καὶ ἄγωμεν πρὸς αὐτὸν, γευσώμεθα ὁμοῦ· τάχα ἐν τούτῳ δυνησώμεθα θεραπεῦσαι αὐτόν. Ἐβάστασαν οὖν τὰ βρώματα, καὶ ἀπῆλθον. Καὶ ὡς ἔκρουσαν τὴν θύραν, ἐπήκουσεν ὁ μαθητὴς αὐτοῦ, λέγων· Τίνες ἐστέ; Οἱ δὲ εἶπον· Λάλησον τῷ ἀββᾷ, ὅτι ὁ Ποιμήν ἐστι θέλων εὐλογηθῆναι παρὰ φοῦ. Καὶ τοῦτο τοῦ μαθητοῦ ἀναγγείλαντος, ἐδήλωσεν, εἰπών· Ὕπαγε, οὐ σχολάζω. Οἱ δὲ ὑπέμειναν εἰς τὸ καῦμα, λέγοντες· Οὐκ ἀναχωροῦμεν, ἐὰν μὴ καταξιωθῶμεν τοῦ γέροντος. Ὁ δὲ γέρων, ἰδὼν τὴν ταπείνωσιν αὐτῶν καὶ τὴν ὑπομονὴν, κατανυγεὶς, ἀνέῳξεν αὐτοῖς. Καὶ εἰσελθόντες ἐγεύσαντο μετ’ αὐτοῦ. Ἐσθιόντων δὲ αὐτῶν, ἔλεγε· Ἐπ’ ἀληθείας, οὐκ εἰσὶ μόνα ἃ ἀκήκοα περὶ ὑμῶν, ἀλλ’ ἑκατονταπλασίονα εἶδον ἐν τῷ ἔργῳ ὑμῶν. Ἐγένετο δὲ αὐτῶν φίλος ἀπὸ τῆς ἡμέρας ἐκείνης.
εʹ. Ἠθέλησέ ποτε ὁ ἄρχων τῆς χώρας ἐκείνης ἰδεῖν τὸν ἀββᾶν Ποιμένα, καὶ οὐ κατεδέχετο ὁ γέρων. Προφάσει δὲ ὡς κακοῦργον κατέσχε τὸν υἱὸν τῆς ἀδελφῆς αὐτοῦ, καὶ ἔβαλεν εἰς φυλακὴν, λέγων· Ἐὰν ἔλθῃ ὁ γέρων, καὶ παρακαλέσῃ ὑπὲρ αὐτοῦ, ἐγὼ ἀπολύω αὐτόν. Καὶ ἦλθεν ἡ ἀδελφὴ αὐτοῦ κλαίουσα πρὸς τῇ θύρᾳ. Ὁ δὲ οὐκ ἔδωκεν αὐτῇ ἀπόκρισιν. Ἡ δὲ ἐλοιδόρει αὐτὸν, λέγουσα· Χαλκόσπλαγχνε, ἐλέησόν με, ὅτι μονογενής μοί ἐστιν. Ὁ δὲ πέμψας εἶπεν αὐτῇ· Ποιμὴν τέκνα οὐκ ἐγέννησε. Καὶ οὕτως ἀνεχώρησεν. Ἀκούσας δὲ ἄρχων, ἔπεμψε λέγων· Κἂν λόγῳ κελεύσῃ, ἀπολύω αὐτόν. Ὁ δὲ γέρων ἀντεδήλωσε, λέγων· Ἐξέτασον κατὰ τοὺς νόμους· καὶ εἰ ἄξιός ἐστι θανάτου, ἀποθανέτω· εἰ δὲ οὐκ ἔστιν, ὡς βούλει ποίησον.
ϛʹ. Ἐσφάλη ποτὲ ἀδελφὸς ἐν κοινοβίῳ· ἦν δὲ ἐν τοῖς τόποις ἐκείνοις ἀναχωρητής· καὶ πολλῷ χρόνῳ οὐ προῆλθεν. Ἐλθὼν δὲ ὁ ἀββᾶς τοῦ κοινοβίου πρὸς τὸν γέροντα, ἀνήγγειλεν αὐτῷ περὶ τοῦ σφαλέντος. Ὁ δὲ εἶπε· Διώξατε αὐτόν. Ἐξελθὼν δὲ ὁ ἀδελφὸς τοῦ κοινοβίου, εἰσῆλθεν εἰς χαράδραν, καὶ ἔκλαιεν ἐκεῖ. Εὐκαίρησαν δὲ ἀδελφοὶ ἀπερχόμενοι πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἤκουσαν αὐτοῦ κλαίοντος· καὶ εἰσελθόντες εὗρον αὐτὸν ἐν μεγάλῳ πόνῳ· καὶ παρεκάλεσαν αὐτὸν ἆραι πρὸς τὸν γέροντα. Καὶ οὐκ ἤθελε, λέγων· Ὧδε ἐγὼ ἀποθνήσκω. Ἐλθόντες δὲ πρὸς τὸν ἀββᾶν Ποιμένα διηγήσαντο αὐτῷ. Καὶ παρακαλέσας αὐτοὺς, ἀπέστειλε λέγων· Εἴπατε αὐτῷ, ὅτι Ὁ ἀββᾶς Ποιμὴν φωνεῖ σε. Ἦλθε δὲ πρὸς αὐτὸν ὁ ἀδελφός· καὶ ἰδὼν αὐτὸν ὁ γέρων τεθλιμμένον, ἀναστὰς ἠσπάσατο, καὶ χαριεντιζόμενος μετ’ αὐτοῦ, παρεκάλεσε γεύσασθαι. Ἀπέστειλε δὲ ὁ ἀββᾶς Ποιμὴν τῶν ἀδελφῶν αὐτοῦ τινα πρὸς τὸν ἀναχωρητὴν, λέγων· Ἐκ πολλῶν ἐτῶν ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ, καὶ ἀπὸ ὀκνηρίας ἀμφοτέρων οὐ συνετύχομεν ἀλλήλοις. Νῦν οὖν Θεοῦ θέλοντος, καὶ ἀφορμῆς γενομένης, σκύλθητι ἕως τῶν ὧδε καὶ βλέπομεν ἀλλήλους. Ἦν δὲ μὴ ἐξερχόμενος ἐκ τοῦ κελλίου αὐτοῦ· καὶ ἀκούσας ἔλεγεν· Εἰ μὴ ὁ Θεὸς ἐπληροφόρησε τὸν γέροντα, οὐκ ἂν ἔπεμψεν ἐπ’ ἐμέ. Καὶ ἀναστὰς ἦλθε πρὸς αὐτόν. Καὶ ἀσπασάμενοι ἀλλήλους μετὰ χαρᾶς ἐκάθισαν. Εἶπε δὲ αὐτῷ ἀββᾶς Ποιμήν· Δύο ἄνθρωποι ἦσαν ἐν τόπῳ τινὶ, καὶ ἀμφότεροι νεκροὺς εἶχον· ἀφῆκε δὲ ὁ εἷς τὸν νεκρὸν αὐτοῦ, καὶ ἀπῆλθε κλαῦσαι τὸν τοῦ ἑτέρου. Ἀκούσας δὲ ὁ γέρων κατενύγη ἐπὶ τῷ λόγῳ, καὶ ἐμνήσθη ὃ ἐποίησε, καὶ εἶπεν· Ποιμὴν, ἄνω εἰς τὸν οὐρανόν· ἐγὼ δὲ κάτω κάτω εἰς τὴν γῆν.
ζʹ. Παρέβαλόν ποτε γέροντες πολλοὶ τῷ ἀββᾷ Ποιμένι· καὶ ἰδού τις τῶν τοῦ ἀββᾶ Ποιμένος εἶχε παιδίον, καὶ τὸ πρόσωπον αὐτοῦ κατ’ ἐνέργειαν ἐστράφη ὀπίσω. Καὶ ἰδὼν ὁ πατὴρ αὐτοῦ τὸ πλῆθος τῶν Πατέρων, λαβὼν τὸ παιδίον ἔξω τοῦ μοναστηρίου ἐκάθητο κλαίων. Εὐκαίρησε δέ τινι γέροντι ἐξελθεῖν· καὶ ἰδὼν αὐτὸν εἶπε· Τί κλαίεις, ἄνθρωπε; Ὁ δὲ εἶπε· Συγγενής εἰμι τοῦ ἀββᾶ Ποιμένος· καὶ ἰδοὺ συνέβη τῷ παιδίῳ τούτῳ ὁ πειρασμὸς οὗτος· καὶ θέλοντες τῷ γέροντι προσενεγκεῖν αὐτὸ, ἐφοβήθημεν· οὐ γὰρ θέλει ἰδεῖν ἡμᾶς. Καὶ νῦν ἐὰν μάθῃ ὅτι ὧδέ εἰμι, πέμπει καὶ διώκει με· ἐγὼ δὲ βλέπων τὴν παρουσίαν ὑμῶν, ἐτόλμησα ἐλθεῖν. Ὡς θέλεις οὖν, ἀββᾶ, ἐλέησόν με, καὶ λάβε τὸ παιδίον ἔσω, καὶ εὔξασθε περὶ αὐτοῦ. Καὶ λαβὼν αὐτὸ ὁ γέρων εἰσῆλθε, καὶ ἐχρήσατο φρονίμως, καὶ οὐ προσήνεγκεν αὐτὸ εὐθέως τῷ ἀββᾷ Ποιμένι, ἀλλὰ ἀρξάμενος ἀπὸ τῶν μικροτέρων ἀδελφῶν, ἔλεγε· Σφραγίσατε τὸ παιδίον. Ποιήσας δὲ πάντας κατὰ ἀκολουθίαν σφραγῖσαι αὐτὸ, ὕστερον ἤνεγκε τῷ ἀββᾷ Ποιμένι. Ὁ δὲ οὐκ ἤθελε αὐτὸ ἐγγίσαι. Οἱ δὲ παρεκάλουν αὐτὸν, λέγοντες· Ὥσπερ πάντες, καὶ σὺ, Πάτερ. Καὶ στενάξας, ἀναστὰς εὔξατο, λέγων· Ὁ Θεὸς, ἴασαι τὸ πλάσμα σου, ἵνα μὴ κυριευθῇ ὑπὸ τοῦ ἐχθροῦ. Καὶ σφραγίσας αὐτὸ εὐθέως ἐθεράπευσε, καὶ ἀπέδωκε τῷ πατρὶ αὐτοῦ ὑγιές.
ηʹ. Ἀπῆλθέ τις ἀδελφός ποτε ἀπὸ τῶν μερῶν τοῦ ἀββᾶ Ποιμένος ἐπὶ ξένης· καὶ κατήντησε πρός τινα ἀναχωρητὴν ἐκεῖ· ἦν γὰρ ἔχων ἀγάπην, καὶ πολλοὶ ἤρχοντο πρὸς αὐτόν. Ἀνήγγειλε δὲ αὐτῷ ὁ ἀδελφὸς τὰ περὶ τοῦ ἀββᾶ Ποιμένος. Καὶ ἀκούσας τὴν ἀρετὴν αὐτοῦ ἐπεπόθησεν αὐτὸν ἰδεῖν. Ἀνακάμψαντος δὲ τοῦ ἀδελφοῦ εἰς Αἴγυπτον, μετὰ χρόνον τινὰ ἀναστὰς ὁ ἀναχωρητὴς, ἦλθεν ἀπὸ τῆς ξένης εἰς Αἴγυπτον πρὸς τόν ποτε παραβαλόντα αὐτῷ ἀδελφόν· ἦν γὰρ εἰπὼν αὐτῷ ποῦ μένει. Ἰδὼν δὲ αὐτὸν ἐκεῖνος ἐθαύμασε, καὶ ἐχάρη λίαν. Εἶπε δὲ ὁ ἀναχωρητής· Ποίησον ἀγάπην, ἆρόν με πρὸς τὸν ἀββᾶν Ποιμένα. Καὶ λαβὼν αὐτὸν ἦλθε πρὸς τὸν γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ τὰ περὶ αὐτοῦ, λέγων, ὅτι Μέγας ἄνθρωπός ἐστι, καὶ πολλὴν ἀγάπην ἔχων, καὶ πολλὴν τιμὴν εἰς τὴν χώραν αὐτοῦ. Ἀνήγγειλα δὲ αὐτῷ περὶ σοῦ, καὶ ἐπιθυμῶν ἰδεῖ σε ἦλθεν. Ἐδέξατο οὖν αὐτὸν μετὰ χαρᾶς, καὶ ἀσπασάμενοι ἀλλήλους ἐκάθισαν. Καὶ ἤρξατο ὁ ξενικὸς λαλεῖν ἀπὸ τῆς Γραφῆς, περὶ πνευματικῶν καὶ οὐρανίων. Ἔστρεψε δὲ ὁ ἀββᾶς Ποιμὴν τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔδωκεν αὐτῷ ἀπόκρισιν. Ἰδὼν δὲ ὅτι οὐ λαλεῖ μετ’ αὐτοῦ, λυπηθεὶς ἐξῆλθε, καὶ λέγει τῷ ἀδελφῷ τῷ ἐνέγκαντι αὐτόν· Εἰς μάτην ἐποίησα ὅλην τὴν ἀποδημίαν ταύτην. Ἦλθον γὰρ πρὸς τὸν γέροντα· καὶ ἰδοὺ οὐδὲ λαλῆσαι θέλει μετ’ ἐμοῦ. Εἰσῆλθε δὲ ὁ ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Ἀββᾶ, διὰ σὲ ἦλθεν ὁ μέγας ἄνθρωπος οὗτος, ἔχων τοσαύτην δόξαν εἰς τὸν τόπον αὐτοῦ· καὶ διατί οὐκ ἐλάλησας μετ’ αὐτοῦ; Λέγει αὐτῷ ὁ γέρων· Αὐτὸς τῶν ἄνω ἐστὶ, καὶ ἐπουράνια λαλεῖ, ἐγὼ δὲ τῶν κάτω εἰμὶ, καὶ ἐπίγεια λαλῶ. Εἰ ἐλάλησέ μοι περὶ παθῶν ψυχῆς, ἐγὼ ἂν ἀπεκρινάμην αὐτῷ· εἰ δὲ περὶ πνευματικῶν, ἐγὼ ταῦτα οὐκ οἶδα. Ἐξελθὼν οὖν ὁ ἀδελφὸς εἶπεν αὐτῷ· Ὁ γέρων οὐ ταχέως ἀπὸ Γραφῆς λαλεῖ· ἀλλ’ ἐάν τις αὐτῷ λαλῇ περὶ παθῶν ψυχῆς, ἀποκρίνεται αὐτῷ. Ὁ δὲ κατανυγεὶς εἰσῆλθε πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Τί ποιήσω, ἀββᾶ, ὅτι κατακυριεύουσί μου τὰ πάθη τῆς ψυχῆς; Καὶ προσέσχεν αὐτῷ ὁ γέρων χαίρων, καὶ εἶπεν· Ἄρτι καλῶς ἦλθες· νῦν ἄνοιξόν σου τὸ στόμα περὶ τούτων, καὶ πληρώσω αὐτὸ ἀγαθῶν. Ὁ δὲ πολλὰ ὠφεληθεὶς ἔλεγεν· Ὄντως αὕτη ἐστὶν ἡ ἀληθινὴ ὁδός. Καὶ εὐχαριστῶν τῷ Θεῷ ἀνέκαμψεν εἰς τὴν ἰδίαν χώραν, ὅτι τοιούτῳ ἁγίῳ κατηξιώθη συντυχεῖν.
θʹ. Ἐκράτησέ ποτε ὁ ἄρχων τῆς χώρας τινὰ τῆς κώμης τοῦ ἀββᾶ Ποιμένος· καὶ ἦλθον πάντες παρακαλοῦντες τὸν γέροντα ἀπελθεῖν καὶ ἐκβαλεῖν αὐτόν. Ὁ δὲ εἶπεν· Ἐάσατέ με τρεῖς ἡμέρας, καὶ οὕτως ἔρχομαι. Εὔξατο οὖν ὁ ἀββᾶς Ποιμὴν πρὸς Κύριον, λέγων· Κύριε, μὴ δῷς μοι τὴν χάριν ταύτην. Ἐπεὶ οὐκ ἀφιοῦσί με καθίσαι ἐν τῷ τόπῳ τούτῳ. Ἦλθεν οὖν ὁ γέρων παρακαλῶν τὸν ἄρχοντα. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Περὶ λῃστοῦ παρακαλεῖς, ἀββᾶ; Ὁ δὲ γέρων ἐχάρη, ὅτι οὐκ ἐδέξατο χάριν παρ’ αὐτοῦ.
ιʹ. Διηγήσαντό τινες, ὅτι ποτὲ ὁ ἀββᾶς Ποιμὴν καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰργάζοντο σκολάκιν· καὶ οὐ προεχώρει, μὴ ἔχοντες ἀγοράσαι λινάρια. Καί τις αὐτῶν ἀγαπητὸς διηγήσατό τινι πραγματευτῇ πιστῷ τὸ πρᾶγμα. Ὁ δὲ ἀββᾶς Ποιμὴν οὐκ ἤθελε λαμβάνειν παρά τινός τί ποτε, διὰ τὴν ὄχλησιν. Ὁ δὲ πραγματευτὴς θέλων ποιῆσαι ἔργον τῷ γέροντι, προεφασίζετο χρείαν ἔχειν τῶν σκολακίων, καὶ ἤνεγκε τὴν κάμηλον, καὶ ἔλαβεν αὐτά. Καὶ ἐλθὼν ὁ ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἀκούσας ὃ ἐποίησεν ὁ πραγματευτὴς, ὡς θέλων ἐπαινέσαι αὐτὸν, εἶπε· Φύσει, ἀββᾶ, καὶ μὴ χρῄζων αὐτὰ ἔλαβεν, ἵνα ποιήσῃ ἡμῖν ἔργον. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν ὅτι μὴ χρῄζων αὐτὰ ἔλαβεν, εἶπε τῷ ἀδελφῷ· Ἀνάστα, μίσθωσαι κάμηλον, καὶ φέρε αὐτά· ἐὰν δὲ οὐκ ἐνέγκῃς αὐτὰ, Ποιμὴν ὧδε οὐ καθέζεται μεθ’ ὑμῶν. Οὐ γὰρ ἀδικῶ τινα ἄνθρωπον μὴ χρῄζοντα, ἵνα ζημίαν ποιήσῃ, καὶ λάβῃ τὸ κέρδος μου. Καὶ ἀπῆλθεν ὁ ἀδελφὸς αὐτοῦ μετὰ πολλοῦ κόπου, καὶ ἤνεγκεν αὐτά· εἰ δὲ μὴ, ὁ γέρων ἀπ’ αὐτῶν ἀνεχώρει. Ὡς οὖν εἶδεν αὐτὰ, ἐχάρη, ὡσεὶ μέγαν εὑρὼν θησαυρόν.
ιαʹ. Ἤκουσέ ποτε ὁ πρεσβύτερος τοῦ Πηλουσίου περί τινων ἀδελφῶν, ὅτι συνεχῶς εἰς τὴν πόλιν εἰσὶ, καὶ λούονται, καὶ ἀμελοῦσιν ἑαυτῶν· καὶ ἐλθὼν εἰς τὴν σύναξιν, ἦρεν ἀπ’ αὐτῶν τὸ σχῆμα. Καὶ μετὰ τοῦτο ἔτυψεν αὐτὸν ἡ καρδία αὐτοῦ, καὶ μετεμελήθη, καὶ ἦλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, μεθύων τοῖς λογισμοῖς, βαστάζων καὶ τοὺς λεβήτωνας τῶν ἀδελφῶν, καὶ ἀναγγέλλει τὸ πρᾶγμα τῷ γέροντι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔχεις σύ τί ποτε τοῦ παλαιοῦ ἀνθρώπου; ἀπεδύσω αὐτόν; Ὁ δὲ πρεσβύτερος εἶπεν, ὅτι Μετέχω τοῦ παλαιοῦ ἀνθρώπου. Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Ἰδοὺ οὖν καὶ σὺ ὡς οἱ ἀδελφοί. Εἰ γὰρ μικρὸν μετέχεις τῆς παλαιότητος, ὅμως ὑπόκεισαι τῇ ἁμαρτίᾳ. Τότε ἀπελθὼν ὁ πρεσβύτερος ἐκάλεσε τοὺς ἀδελφοὺς, καὶ μετενόησε τοῖς ἕνδεκα, καὶ ἐνέδυσεν αὐτοὺς τὸ σχῆμα τοῦ μοναχοῦ, καὶ ἀπέλυσεν.
ιβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐποίησα ἁμαρτίαν μεγάλην, καὶ θέλω μετανοῆσαι τρία ἔτη. Λέγει αὐτῷ ὁ γέρων· Πολύ ἐστι. Καὶ εἶπεν αὐτῷ ὁ ἀδελφός· Ἀλλ’ ἕως ἐνιαυτοῦ; Καὶ εἶπε πάλιν ὁ γέρων· Πολύ ἐστιν. Οἱ δὲ παρόντες ἔλεγον· Ἔως τεσσαράκοντα ἡμερῶν; Καὶ πάλιν εἶπε· Πολύ ἐστιν· εἶπε δέ· Ἐγὼ λέγω, ὅτι ἐὰν ἐξ ὅλης καρδίας μετανοήσῃ ἄνθρωπος, καὶ μὴ προσθῇ ἔτι ποιεῖν τὴν ἁμαρτίαν, καὶ εἰς τρεῖς ἡμέρας δέχεται αὐτὸν ὁ Θεός.
ιγʹ. Εἶπε πάλιν, ὅτι Τὸ σημεῖον τοῦ μοναχοῦ ἐν τοῖς πειρασμοῖς φαίνεται.
ιδʹ. Εἶπε πάλιν· Ὥσπερ ὁ σπαθάριος τοῦ βασιλέως παρίσταται αὐτῷ διαπαντὸς ἕτοιμος· οὕτως δεῖ τὴν ψυχὴν ἑτοίμην εἶναι πρὸς τὸν δαίμονα τῆς πορνείας.
ιεʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἀνοὺβ τὸν ἀββᾶν Ποιμένα περὶ τῶν ἀκαθάρτων λογισμῶν ὧν γεννᾷ ἡ καρδία τοῦ ἀνθρώπου, καὶ περὶ τῶν ματαίων ἐπιθυμιῶν. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; καὶ σὺ, μὴ δώσεις αὐτοῖς χεῖρα, καὶ ἀργοῦσιν.
ιϛʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμήν· Εἰ μὴ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἦλθεν, οὐκ ἂν ἐνεπρήσθη ὁ ναὸς Κυρίου. Τοῦτο δέ ἐστιν· Εἰ μὴ ἡ ἀνάπαυσις ἦλθε γαστριμαργίας εἰς τὴν ψυχὴν, οὐκ ἂν ὁ νοῦς κατέπιπτεν ἐν τῷ πολέμῳ τοῦ ἐχθροῦ.
ιζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι καλούμενος εἰς τὸ φαγεῖν παρὰ τὸ θέλημα αὐτοῦ, ἀπήρχετο δακρύων, ἵνα μὴ παρακούσῃ τὸν ἀδελφὸν αὐτοῦ, καὶ λυπήσῃ αὐτόν.
ιηʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμήν· Μὴ οἰκήσῃς εἰς τόπον, οὗ βλέπεις τινὰς ἔχοντας ζῆλον κατὰ σοῦ· εἰ δὲ μήγε, οὐ προκόπτεις.
ιθʹ. Διηγήσαντό τινες τῷ ἀββᾷ Ποιμένι περί τινος μοναχοῦ, ὅτι οὐ πίνει οἶνον. Καὶ εἶπεν· Ὁ οἶνος ὅλως οὐκ ἔστι τῶν μοναχῶν.
κʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἡσαΐας τὸν ἀββᾶν Ποιμένα περὶ τῶν ῥυπαρῶν λογισμῶν. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ὥσπερ κάμπτρα μεστὴ ἱματίων, καὶ ἐὰν ἀφῇ αὐτά τις, τῷ χρόνῳ σήπονται· οὕτως καὶ οἱ λογισμοί· ἐὰν μὴ ποιήσωμεν αὐτοὺς σωματικῶς, τῷ χρόνῳ ἀφανίζονται ἤτοι σήπονται.
καʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν αὐτὸν λόγον· καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ὥσπερ ἐάν τις ὄφιν καὶ σκορπίον βάλῃ εἰς ἀγγεῖον, καὶ φράξῃ, πάντως τῷ χρόνῳ ἀποθνήσκουσιν· οὕτως καὶ οἱ πονηροὶ λογισμοὶ, ἀπὸ τῶν δαιμόνων βλαστάνοντες, διὰ τῆς ὑπομονῆς ἐκλείπουσιν.
κβʹ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Σπείρω τὸν ἀγρόν μου, καὶ ποιῶ ἐξ αὐτοῦ ἀγάπην. Λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς. Καὶ ἀπῆλθε μετὰ προθυμίας, καὶ προσέθηκε τῇ ἀγάπῃ. Καὶ ἤκουσεν ὁ ἀββᾶς Ἀνοὺβ τὸν λόγον, καὶ λέγει τῷ ἀββᾷ Ποιμένι· Οὐ φοβῇ τὸν Θεὸν, οὕτως λαλήσας τῷ ἀδελφῷ; Καὶ ἐσιώπησεν ὁ γέρων. Καὶ μετὰ δύο ἡμέρας ἔπεμψεν ὁ ἀββᾶς Ποιμὴν ἐπὶ τὸν ἀδελφὸν, καὶ λέγει αὐτῷ ἀκούοντος τοῦ ἀββᾶ Ἀνούβ· Τί εἶπές μοι τῇ ἄλλῃ; ὅτι ὁ νοῦς μου ἀλλαχοῦ ἦν. Λέγει αὐτῷ ὁ ἀδελφός· Εἶπον, ὅτι σπείρω τὸν ἀγρόν μου, καὶ ποιῶ ἐξ αὐτοῦ ἀγάπην. Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἐνόμιζον ὅτι περὶ τοῦ ἀδελφοῦ σου τοῦ κόσμου ἐλάλησας· εἰ δὲ σὺ εἶ ὁ ποιῶν τὸ ἔργον τοῦτο, οὐκ ἔστι τοῦτο μοναχοῦ. Ὁ δὲ ἀκούσας ἐλυπήθη, λέγων· Ἄλλο ἔργον οὐδὲν οἶδα, εἰ μὴ τοῦτο, καὶ οὐ δύναμαι μὴ σπείρειν τὸν ἀγρόν μου. Ὅτε οὖν ἀνεχώρησεν, ἔβαλεν αὐτῷ ὁ ἀββᾶς Ἀνοὺβ μετάνοιαν, λέγων· Συγχώρησόν μοι. Καὶ λέγει ὁ ἀββᾶς Ποιμήν· Κἀγὼ ἐξ ἀρχῆς ᾔδειν ὅτι οὐκ ἔστιν ἔργον μοναχοῦ· ἀλλὰ πρὸς τὸν λογισμὸν αὐτοῦ ἐλάλησα, καὶ ἔδωκα αὐτῷ προθυμίαν εἰς τὴν προκοπὴν τῆς ἀγάπης. Νῦν δὲ ἀπῆλθε λυπούμενος, καὶ πάλιν τὸ αὐτὸ ποιεῖ.
κγʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, καὶ ἀρνήσηται, λέγων, Οὐχ ἥμαρτον, μὴ ἐλέγξῃς αὐτόν· εἰ δὲ μήγε, ἐκκόπτεις αὐτοῦ τὴν προθυμίαν. Ἐὰν δὲ εἴπῃς αὐτῷ· Μὴ ἀθυμήσῃς, ἀδελφὲ, ἀλλὰ φύλαξαι τοῦ λοιποῦ, διεγείρεις αὐτοῦ τὴν ψυχὴν πρὸς μετάνοιαν.
κδʹ. Εἶπε πάλιν· Καλὴ ἡ πεῖρα· αὕτη γὰρ διδάσκει τὸν ἄνθρωπον δόκιμον.
κεʹ. Εἶπε πάλιν· Ἄνθρωπος διδάσκων, μὴ ποιῶν δὲ ἃ διδάσκει, ὅμοιός ἐστι κρήνῃ· ὅτι πάντας ποτίζει καὶ πλύνει, ἑαυτὴν δὲ οὐ δύναται καθαρίσαι.
κϛʹ. Παρερχόμενός ποτε ὁ ἀββᾶς Ποιμὴν εἰς τὴν Αἴγυπτον, εἶδε γυναῖκα ἐν μνημείῳ καθεζομένην, καὶ κλαίουσαν πικρῶς. Καὶ λέγει· Ἐὰν ἔλθωσι πάντα τὰ τερπνὰ τοῦ κόσμου τούτου, οὐ μὴ μεταστήσωσι τὴν ψυχὴν ταύτης ἀπὸ τοῦ πένθους. Οὕτως καὶ ὁ μοναχὸς ὀφείλει διαπαντὸς τὸ πένθος ἔχειν ἐν ἑαυτῷ.
κζʹ. Εἶπε πάλιν, ὅτι Ἔστιν ἄνθρωπος δοκῶν σιωπᾷν, καὶ ἡ καρδία αὐτοῦ κατακρίνει ἄλλους· ὁ τοιοῦτος πάντοτε λαλεῖ. Καὶ ἔστιν ἄλλος, ἀπὸ πρωῒ ἕωςἑσπέρας λαλῶν, καὶ σιωπὴν κρατεῖ· τουτέστιν ὅτι ἐκτὸς ὠφελείας οὐδὲν λαλεῖ.
κηʹ. Ἀδελφός τις ἦλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Ἀββᾶ, πολλοὺς λογισμοὺς ἔχω, καὶ κινδυνεύω ἀπ’ αὐτῶν. Καὶ ἐκφέρει αὐτὸν ὁ γέρων εἰς τὸν ἀέρα, καὶ λέγει αὐτῷ· Ἅπλωσον τὸν κόλπον σου, καὶ κράτησον τοὺς ἀνέμους. Ὁ δὲ εἶπεν· Οὐ δύναμαι τοῦτο ποιῆσαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ τοῦτο οὐ δύνασαι ποιῆσαι, οὐδὲ τοὺς λογισμοὺς δύνασαι κωλῦσαι ἐλθεῖν· ἀλλὰ σόν ἐστι τὸ ἀντιστῆναι αὐτοῖς.
κθʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐάν εἰσι τρεῖς ἐπὶ τὸ αὐτό, καὶ ὁ εἷς μὲν ἡσυχάζει καλῶς, ὁ δὲ εἷς ἀσθενῶν καὶ εὐχαριστῶν, ὁ δὲ ἄλλος ὑπηρετεῖ μετὰ καθαροῦ λογισμοῦ· οἱ τρεῖς μιᾶς ἐργασίας εἰσίν.
λʹ. Εἶπε πάλιν· Γέγραπται· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἐπειδὴ αἱ ἔλαφοι ἐν τῇ ἐρήμῳ πολλὰ καταπίνουσιν ἑρπετά· καὶ ὡς κατακαίει αὐτὰς ὁ ἰὸς, ἐπιθυμοῦσιν ἐλθεῖν ἐπὶ τὰ ὕδατα· πίνουσαι δὲ καταψύχουσιν ἀπὸ τοῦ ἰοῦ τῶν ἑρπετῶν· οὕτως καὶ οἱ μοναχοὶ, ἐν τῇ ἐρήμῳ καθεζόμενοι, καίονται ἀπὸ τοῦ ἰοῦ τῶν πονηρῶν δαιμόνων, καὶ ἐπιποθοῦσι τὸ Σάββατον καὶ τὴν Κυριακὴν, ὥστε ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτ’ ἔστιν, ἐπὶ τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου, ἵνα καθαρισθῶσιν ἀπὸ πικρότητος τοῦ πονηροῦ.
λαʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν ἀββᾶν Ποιμένα, πῶς χρὴ νηστεύειν. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἐγὼ θέλω τὸν ἐσθίοντα καθ’ ἡμέραν παρὰ μικρὸν ἐσθίειν, ἵνα μὴ χορτάζηται. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἰωσήφ· Ὅτε ἦς νεώτερος, οὐκ ἐνήστευες δύο δύο, ἀββᾶ; Καὶ εἶπεν ὁ γέρων· Φύσει καὶ τρεῖς, καὶ τέσσαρας, καὶ ἑβδομάδα. Καὶ ταῦτα πάντα ἐδοκίμασαν οἱ Πατέρες, ὡς δυνατοί· καὶ εὗρον ὅτι καθ’ ἡμέραν ἐσθίειν, παρὰ μικρὸν δέ· καὶ παρέδωκαν ἡμῖν τὴν βασιλικὴν ὁδὸν, ὅτι ἐλαφρά ἐστιν.
λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι ὅταν ἤμελλεν εἰς σύναξιν ἐλθεῖν, ἐκάθητο κατ’ ἰδίαν, διακρίνων τοὺς λογισμοὺς αὐτοῦ, ὡσεὶ ὥραν μίαν· καὶ οὕτως ἐξήρχετο.
λγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Κατελείφθη μοι κληρονομία· τί ποιήσω αὐτήν; Λέγει αὐτῷ ὁ γέρων· Ἄπελθε, καὶ μετὰ τρεῖς ἡμέρας ἐλθὲ, καὶ λέγω σοι. Ἦλθε δὲ, καθὼς ὥρισεν αὐτῷ. Καὶ εἶπεν ὁ γέρων· Τί ἔχω σοι εἰπεῖν, ἀδελφέ; Ἐὰν εἴπω σοι, Δὸς αὐτὰ εἰς ἐκκλησίαν, ἐκεῖ ἀριστοποιοῦσιν. Ἐὰν εἴπω σοι, Δὸς αὐτὰ συγγενεῖ σου, οὐκ ἔστι σοι μισθός. Ἐὰν δὲ εἴπω σοι, Δὸς αὐτὰ πτωχοῖς, ἀμεριμνεῖς. Εἴ τι οὖν θέλεις, ποίησον· ἐγὼ πρᾶγμα οὐκ ἔχω.
λδʹ. Ἠρώτησεν αὐτὸν ἄλλος ἀδελφὸς, λέγων· Τί ἐστι, Μὴ ἀποδώσεις κακὸν ἀντὶ κακοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ πάθος τοῦτο τέσσαρας ἔχει τρόπους· πρῶτον ἀπὸ καρδίας, δεύτερον ἀπὸ ὄψεως, τρίτον γλώσσης, τέταρτόν ἐστι, τὸ μὴ ποιῆσαι κακὸν ἀντὶ κακοῦ. Ἐὰν δύνασαι καθαρίσαι τὴν καρδίαν σου, οὐκ ἔρχεται εἰς τὴν ὄψιν· ἐὰν δὲ ἔλθῃ εἰς τὴν ὄψιν, φυλάττου τὸ μὴ λαλεῖν· ἐὰν δὲ καὶ λαλήσῃς, ταχὺ κόψον τοῦ μὴ ποιῆσαι κακὸν ἀντὶ κακοῦ.
λεʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τὸ φυλάσσειν, καὶ ἑαυτῷ προσέχειν, καὶ ἡ διάκρισις, αἱ τρεῖς αὗται ἀρεταὶ ὁδηγοί εἰσι τῆς ψυχῆς.
λϛʹ. Εἶπεν πάλιν, ὅτι Τὸ ῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, καὶ τὸ μὴ ἑαυτὸν μετρεῖν, καὶ τὸ βάλλειν ὀπίσω τὸ ἴδιον θέλημα, ἐργαλεῖά εἰσι τῆς ψυχῆς.
λζʹ. Εἶπε πάλιν· Πᾶς κόπος ὃς ἂν ἐπέλθῃ σοι, ἡ νίκη αὐτοῦ ἐστι σιωπᾷν.
ληʹ. Εἶπε πάλιν· Βδέλυγμά ἐστι Κυρίῳ πᾶσα σωματικὴ ἀνάπαυσις.
λθʹ. Εἶπε πάλιν· Τὸ πένθος διπλοῦν ἐστιν· ἐργάζεται, καὶ φυλάσσει.
μʹ. Εἶπε πάλιν· Ἐὰν ἔλθῃ σοι λογισμὸς περὶ τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν, καὶ διατάξῃς ἅπαξ, καὶ πάλιν δεύτερον ἔλθῃ καὶ διατάξῃς· τὸ τρίτον ἐὰν ἔλθῃ, μὴ πρόσχῃς αὐτῷ· ἀργὸς γάρ ἐστι.
μαʹ. Εἶπε πάλιν, ὅτι Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀλώνιον, λέγων· Τί ἐστιν ἐξουδένωσις; Καὶ εἶπεν ὁ γέρων· Τὸ εἶναί σε ὑποκάτω τῶν ἀλόγων, καὶ εἰδέναι ὅτι ἀκατάκριτά εἰσιν.
μβʹ. Εἶπε πάλιν, ὅτι Ἐὰν μνησθῇ ἄνθρωπος τοῦ γεγραμμένου ῥητοῦ, ὅτι Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ, αἱρεῖται μᾶλλον τὸ σιωπᾷν.
μγʹ. Εἶπε πάλιν· Ἀρχὴ κακῶν ἐστιν ὁ περισπασμός.
μδʹ. Εἶπε πάλιν, ὅτι ὁ ἀββᾶς Ἰσίδωρος ὁ πρεσβύτερος τῆς Σκήτεως ἐλάλησέ ποτε τῷ λαῷ, λέγων· Ἀδελφοὶ, οὐχὶ ἕνεκεν κόπου ἤλθομεν εἰς τὸν τόπον τοῦτον; Καὶ νῦν οὐκ ἔτι ἕχει κόπον. Ἐγὼ οὖν σκευάσας τὴν μηλωτήν μου ἀπέρχομαι ὅπου ἐστὶ κόπος, καὶ ἐκεῖ εὑρίσκω ἀνάπαυσιν.
μεʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι· Ἐὰν θεάσωμαι πρᾶγμα, θέλεις εἴπω αὐτό; Λέγει αὐτῷ ὁ γέρων· Γέγραπται· Ὃς ἐὰν ἀποκρίνηται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος. Ἐὰν ἐπερωτηθῇς, εἰπέ· εἰ δὲ μὴ, σιώπα.
μϛʹ. Ἠρώτησέ τις ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Δύναται ἄνθρωπος πεποιθέναι ἐπὶ τῇ μιᾷ πράξει; Καὶ εἶπεν αὐτῷ ὁ γέρων, ὅτι ὁ ἀββᾶς Ἰωάννης ὁ Κολοβὸς εἶπεν, ὅτι Ἐγὼ θέλω μεταλαβεῖν μικρόν τι ἐκ πασῶν τῶν ἀρετῶν.
μζʹ. Εἶπε πάλιν ὁ γέρων, ὅτι ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Παμβὼ, εἰ καλὸν ἐπαινεῖν τὸν πλησίον· καὶ εἶπεν αὐτῷ· Καλὸν μᾶλλόν ἐστι τὸ σιωπᾷν.
μηʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐὰν ποιήσῃ ἄνθρωπος καινὸν οὐρανὸν καὶ καινὴν γῆν, οὐ δύναται ἀμεριμνῆσαι.
μθʹ. Εἶπε πάλιν, ὅτι Ὁ ἄνθρωπος δέεται τῆς ταπεινοφροσύνης καὶ τοῦ φόβου τοῦ Θεοῦ, ὥσπερ τῆς πνοῆς ἐκπορευομένης ἐκ τῆς ῥινὸς αὐτοῦ.
νʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Ἀβραὰμ ὅτε εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, μνημεῖον ἠγόρασεν ἑαυτῷ, καὶ διὰ τοῦ τάφου ἐκληρονόμησε τὴν γῆν. Λέγει ὁ ἀδελφός· Τί ἐστι τάφος; Λέγει αὐτῷ ὁ γέρων· Τόπος κλαυθμοῦ καὶ πένθους.
ναʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι· Ἐὰν δῶ τῷ ἀδελφῷ μου μικρὸν ἄρτον, ἢ ἕτερόν τι, οἱ δαίμονες μολύνουσιν αὐτὰ, ὡς κατὰ ἀνθρωπαρεσκίαν γινόμενα. Λέγει αὐτῷ ὁ γέρων· Εἰ καὶ κατὰ ἀνθρωπαρεσκίαν γίνεται, ἀλλ’ ἡμεῖς τὴν χρείαν δώσωμεν τῷ ἀδελφῷ. Εἶπε δὲ αὐτῷ καὶ παραβολὴν τοιαύτην· Δύο ἄνθρωποι ἦσαν γεωργοὶ ἐν πόλει οἰκοῦντες μιᾷ· καὶ ὁ εἷς μὲν ἐξ αὐτῶν σπείρας ἐποίησε μικρὰ ἀκάθαρτα· ὁ δὲ ἄλλος, ἀμελήσας τοῦ σπεῖραι, ἐποίησεν ὅλως οὐδέν· λιμοῦ γενομένου, τίς ἐκ τῶν δύο εὑρίσκει ζῆσαι; Ἀπεκρίθη ὁ ἀδελφός· Ὁ ποιήσας τὰ ὀλίγα καὶ ἀκάθαρτα. Λέγει αὐτῷ ὁ γέρων· Οὕτως οὖν καὶ ἡμεῖς, σπείρωμεν ὀλίγα, εἰ καὶ ἀκάθαρτα, ἵνα μὴ τῷ λιμῷ ἀποθάνωμεν.
νβʹ. Εἶπεν πάλιν ὁ ἀββᾶς Ποιμὴν, ὅτι εἶπεν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Ποιεῖ ἄνθρωπος ὅλον τὸν χρόνον αὐτοῦ βαστάζων ἀξίνην, καὶ οὐχ εὑρίσκει κατενεγκεῖν τὸ δένδρον. Ἔστι δὲ ἄλλος ἔμπειρος τοῦ κόπτειν, καὶ ἀπὸ ὀλίγων καταφέρει τὸ δένδρον. Ἔλεγε δὲ τὴν ἀξίνην εἶναι τὴν διάκρισιν.
νγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς ὀφείλει ἄνθρωπος πολιτεύσασθαι; Λέγει αὐτῷ ὁ γέρων· Ὁρῶμεν τὸν Δανιὴλ, ὅτι οὐχ εὑρέθη κατ’ αὐτοῦ κατηγορία, εἰ μὴ ἐν ταῖς λειτουργίαις Κυρίου τοῦ Θεοῦ αὐτοῦ.
νδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τὸ θέλημα τοῦ ἀνθρώπου τεῖχός ἐστι χαλκοῦν ἀναμέσον αὐτοῦ καὶ τοῦ Θεοῦ, καὶ πέτρα ἀντιδέρουσα. Ἐὰν οὖν καταλείψῃ αὐτὸ ἄνθρωπος, λέγει καὶ αὐτὸς, Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ἐὰν οὖν τὸ δικαίωμα συνέλθῃ τῷ θελήματι, κάμνει ὁ ἄνθρωπος.
νεʹ. Εἶπε πάλιν, ὅτι Καθεζομένων ποτὲ γερόντων καὶ ἐσθιόντων, ἵστατο ὑπηρετῶν ὁ ἀββᾶς Ἀλώνιος· καὶ ἰδόντες αὐτὸν ἐπῄνεσαν. Ὁ δὲ τὸ σύνολον οὐκ ἀπεκρίθη. Λέγει οὖν αὐτῷ τις κατ’ ἰδίαν· Διατί οὐκ ἀπεκρίθης τοῖς γέρουσιν ἐπαινοῦσί σε; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀλώνιος· Εἰ ἀπεκρίθην αὐτοῖς, εὑρίσκομαι ὡς καταδεξάμενος τὸν ἔπαινον.
νϛʹ. Εἶπε πάλιν, ὅτι Οἱ ἄνθρωποι ἐν τῷ τελείῳ λαλοῦσι, καὶ ἐν τῷ ἐλαχίστῳ ἐργάζονται.
νζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ὥσπερ ὁ καπνὸς ἐκδιώκει τὰς μελίσσας, καὶ τότε αἴρεται τῆς ἐργασίας αὐτῶν ἡ γλυκύτης· οὕτως καὶ ἡ σωματικὴ ἀνάπαυσις ἐκδιώκει τὸν φόβον τοῦ Θεοῦ ἀπὸ τῆς ψυχῆς, καὶ ἀπολύει αὐτῆς πᾶσαν τὴν ἐργασίαν.
νηʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ποιμένι εἰς τὰς δύο ἑβδομάδας τῆς Τεσσαρακοστῆς, καὶ ἐξειπὼν τοὺς λογισμοὺς αὐτοῦ, καὶ τυχὼν ἀναπαύσεως, λέγει αὐτῷ· Παρὰ βραχὺ κατεσχέθην παραγενέσθαι ὧδε σήμερον. Λέγει αὐτῷ ὁ γέρων· Διατί; Λέγει ὁ ἀδελφός· Εἶπον, μήποτε διὰ τὴν Τεσσαρακοστὴν οὐκ ἀνοίγεταί μοι. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἡμεῖς οὐκ ἐμάθομεν κλείειν τὴν ξυλίνην θύραν, ἀλλὰ μᾶλλον τὴν τῆς γλώσσης θύραν.
νθʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμήν· Φεύγειν δεῖ τὰ σωματικά. Ὅταν γὰρ εἶ ἄνθρωπος ἐγγὺς τοῦ σωματικοῦ πολέμου, ἔοικεν ἀνδρὶ στήκοντι ἐπάνω λάκκου βαθυτάτου· καὶ οἵαν δ’ ἂν ὥραν δόξῃ τῷ ἐχθρῷ αὐτοῦ, εὐκόλως αὐτὸν ῥίπτει κάτω. Ἐὰν δὲ σωματικῶν μακρὰν ᾖ, ἔοικεν ἀνδρὶ μακρὰν ἀπέχοντι τοῦ λάκκου, ἵνα κἂν ἕλκῃ αὐτὸν ὁ ἐχθρὸς βαλεῖν κάτω, ἐν ὅσῳ αὐτὸν ἕλκει καὶ βιάζεται, ὁ Θεὸς ἀποστέλλει αὐτῷ βοήθειαν.
ξʹ. Εἶπε πάλιν· Ἡ πενία καὶ ἡ θλίψις καὶ ἡ στενοχωρία καὶ ἡ νηστεία, ταῦτά εἰσι τὰ ἐργαλεῖα τοῦ μονήρους βίου. Γέγραπται γὰρ, ὅτι Ἐὰν ὦσιν οἱ τρεῖς οὗτοι ἄνδρες, Νῶε, Ἰὼβ καὶ Δανιὴλ, ζῶ ἐγὼ, λέγει Κύριος. Νῶε πρόσωπόν ἐστι τῆς ἀκτημοσύνης, Ἰὼβ δὲ τοῦ πόνου, καὶ Δανιὴλ τῆς διακρίσεως. Ἐὰν οὖν ὦσιν αἱ τρεῖς αὗται πράξεις ἐν τῷ ἀνθρώπῳ, ὁ Κύριος οἰκεῖ ἐν αὐτῷ.
ξαʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωσὴφ, ὅτι Καθημένων ἡμῶν μετὰ τοῦ ἀββᾶ Ποιμένος, ὠνόμασε τὸν ἀββᾶν Ἀγάθωνα. Καὶ λέγομεν αὐτῷ· Νεώτερός ἐστι, καὶ διατί καλεῖς αὐτὸν ἀββᾶν; Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ὅτι τὸ στόμα αὐτοῦ ἐποίησεν αὐτὸν καλεῖσθαι ἀββᾶν.
ξβʹ. Ἦλθέ ποτε ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Τί ποιήσω, Πάτερ, ὅτι θλίβομαι ἀπὸ τῆς πορνείας· καὶ ἰδοὺ ἀπῆλθον πρὸς ἀββᾶν Ἰβιστίωνα, καὶ λέγει μοι· Οὐκ ὀφείλεις ἐᾶσαι αὐτὴν χρονίζειν ἐπὶ σέ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἀββᾶς Ἰβιστίων, αἱ πράξεις αὐτοῦ ἄνω μετὰ τῶν ἀγγέλων εἰσὶ, καὶ λανθάνει αὐτὸν ὅτι ἐγὼ καὶ σὺ ἐν τῇ πορνείᾳ ἐσμέν. Ἐὰν κρατήσῃ μοναχὸς τὴν κοιλίαν καὶ τὴν γλῶσσαν, καὶ τὴν ξενιτείαν, θάρσει, οὐκ ἀποθνήσκει.
ξγʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Δίδαξον τὸ στόμα σου λαλεῖν ἃ ἔχει ἡ καρδία σου.
ξδʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐὰν ἴδω πταῖσμα τοῦ ἀδελφοῦ μου, καλόν ἐστι σκεπάσαι αὐτό; Λέγει αὐτῷ ὁ γέρων· Οἵαν ὥραν σκεπάσομεν τὸ τοῦ ἀδελφοῦ ἡμῶν πταῖσμα, καὶ ὁ Θεὸς σκεπάζει τὸ ἡμέτερον· καὶ ἐν ᾗ ὥρᾳ ἐκφαίνομεν τοῦ ἀδελφοῦ, καὶ ὁ Θεὸς ἐκφαίνει τὸ ἡμέτερον.
ξεʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἠρώτησε τὸν ἀββᾶν Παΐσιόν τίς ποτε, λέγων· Τί ποιήσω τῇ ψυχῇ μου, ὅτι ἀναισθητεῖ καὶ οὐ φοβεῖται τὸν Θεόν; Καὶ λέγει αὐτῷ· Ἄπελθε, κολλήθητι ἀνθρώπῳ φοβουμένῳ τὸν Θεόν· καὶ ἐν τῷ ἐγγίζειν ἐκείνῳ, διδάσκει καὶ σὲ φοβεῖσθαι τὸν Θεόν.
ξϛʹ. Εἶπε πάλιν, ὅτι Ἐὰν δύο πράγματα νικήσῃ ὁ μοναχὸς, δύναται ἐλεύθερος γενέσθαι ἀπὸ τοῦ κόσμου. Καὶ εἶπεν ὁ ἀδελφός· Ποῖα ταῦτα; Καὶ εἶπε· Τὴν σαρκικὴν ἀνάπαυσιν, καὶ τὴν κενοδοξίαν.
ξζʹ. Ἠρώτησεν Ἀβραὰμ, ὁ τοῦ ἀββᾶ Ἀγάθωνος, τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς οἱ δαίμονες πολεμοῦσί με; Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Σὲ πολεμοῦσιν οἱ δαίμονες; Οὐ πολεμοῦσι μεθ’ ἡμῶν, ἐφ’ ὅσον τὰ θελήματα ἡμῶν ποιοῦμεν. Τὰ γὰρ θελήματα ἡμῶν δαίμονες γεγόνασι· καὶ αὐτοί εἰσιν οἱ θλίβοντες ἡμᾶς, ἵνα πληρώσωμεν αὐτά. Εἰ δὲ θέλεις ἰδεῖν μετὰ τίνων ἐπολέμησαν οἱ δαίμονες· Μετὰ Μωϋσέως, καὶ τῶν ὁμοίων αὐτοῦ.
ξηʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ταύτην τὴν πολιτείαν ἔδωκεν ὁ Θεὸς τῷ Ἰσραὴλ, τὸ ἀπέχεσθαι τῶν παρὰ φύσιν· τουτέστι, ὀργῆς, καὶ θυμοῦ, καὶ ζήλου, καὶ μίσους, καὶ καταλαλιᾶς κατὰ τοῦ ἀδελφοῦ· καὶ τὰ λοιπὰ τῆς παλαιότητος.
ξθʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ, ὅτι Οἱ Πατέρες τὴν ἀρχὴν τοῦ πράγματος ἣν ἔθεντο, πένθος ἐστί. Λέγει πάλιν ὁ ἀδελφός· Εἰπέ μοι ἄλλο ῥῆμα. Ἀποκρίνεται ὁ γέρων· Ὅσον δύνῃ ἐργάζου ἐργόχειρον, ἵνα ἐξ αὐτοῦ ποιήσῃς ἔλεος. Γέγραπται γὰρ, ὅτι ἐλεημοσύνη καὶ πίστις καθαίρουσιν ἁμαρτίας. Λέγει ὁ ἀδελφός· Τί ἐστι πίστις; Λέγει ὁ γέρων· Πίστις ἐστὶ τὸ ἐν ταπεινοφροσύνῃ διάγειν, καὶ ποιεῖν ἔλεος.
οʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων, ὅτι Ἐὰν ἴδω ἀδελφὸν περὶ οὗ ἤκουσα πταῖσμα, οὐ θέλω εἰσενεγκεῖν αὐτὸν εἰς τὸ κελλίον μου· ἐὰν δὲ ἴδω καλὸν, χαίρω μετ’ αὐτοῦ. Λέγει αὐτῷ ὁ γέρων· Εἰ ποιεῖς τῷ καλῷ ἀδελφῷ μικρὸν ἀγαθὸν, διπλοῦν ποίησον μετ’ ἐκείνου. Οὗτος γάρ ἐστιν ὁ ἀσθενῶν. Ἦν γάρ τις ἐν κοινοβίῳ ὀνόματι Τιμόθεος ἀναχωρητής· καὶ ἤκουσεν ὁ ἡγούμενος φήμην περί τινος ἀδελφοῦ περὶ πειρασμοῦ, καὶ ἐπηρώτησε τὸν Τιμόθεον περὶ αὐτοῦ· καὶ συνεβούλευσεν αὐτῷ, ἐκβαλεῖν τὸν ἀδελφόν. Ὅτε οὖν ἐξέβαλεν αὐτὸν, ἐτέθη ὁ πειρασμὸς τοῦ ἀδελφοῦ ἐπάνω τοῦ Τιμοθέου, ἕως οὗ ἐκινδύνευσεν. Ἔκλαιεν οὖν ὁ Τιμόθεος ἐνώπιον τοῦ Θεοῦ, λέγων· Ἡμάρτηκα, συγχώρησόν μοι. Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Τιμόθεε, μὴ νομίσῃς ὅτι ταῦτα ἐποίησά σοι δι’ ἄλλο τι, ἢ ὅτι παρεῖδες τὸν ἀδελφόν σου ἐν καιρῷ τοῦ πειρασμοῦ αὐτοῦ.
οαʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Διὰ τοῦτο ἐν τοσούτοις πειρασμοῖς κείμεθα, ὅτι τὰ ὀνόματα ἡμῶν καὶ τὴν τάξιν οὐ φυλάσσομεν, καθὼς καὶ ἡ Γραφὴ λέγει. Οὐχ ὁρῶμεν τὴν γυναῖκα τὴν Χαναναίαν, τὴν ὑποδεξαμένην τὸ ὄνομα αὐτῆς, ὅτι ἀνέπαυσεν αὐτὴν ὁ Σωτήρ; Πάλιν Ἀβιγαῖαν, ὅτι εἶπε τῷ Δαβὶδ, ὅτι Ἐν ἐμοί ἐστιν ἡ ἁμαρτία, καὶ ἤκουσεν αὐτῆς, καὶ ἠγάπησεν αὐτήν. Ἀβιγαῖα πρόσωπον λαμβάνει τῆς ψυχῆς, καὶ Δαβὶδ τῆς Θεότητος. Ἐὰν οὖν ἡ ψυχὴ ἑαυτὴν μέμψηται ἐνώπιον Κυρίου, ἀγαπᾷ αὐτὴν ὁ Κύριος.
οβʹ. Παρήρχετό ποτε ὁ ἀββᾶς Ποιμὴν μετὰ τοῦ ἀββᾶ Ἀνοὺβ εἰς τὰ μέρη τῆς Διόλκου· καὶ ἐλθόντες περὶ τὰ μνημεῖα θεωροῦσι γυναῖκα δεινῶς κοπτομένην καὶ κλαίουσαν πικρῶς· καὶ στάντες κατενόουν αὐτήν. Μικρὸν δὲ προβάντες συνήντησάν τινι· καὶ ἠρώτησεν αὐτὸν ὁ ἀββᾶς Ποιμὴν, λέγων· Τί ἔχει ἡ γυνὴ αὕτη, ὅτι πικρῶς κλαίει; Καὶ λέγει αὐτῷ· Ὅτι ἀπέθανεν αὐτῆς ὁ ἀνὴρ καὶ ὁ υἱὸς καὶ ὁ ἀδελφός. Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Ποιμὴν, λέγει τῷ ἀββᾷ Ἀνούβ· Λέγω σοι, ὅτι ἄνθρωπος ἐὰν μὴ νεκρώσῃ τὰ θελήματα τῆς σαρκὸς πάντα, καὶ κτήσηται τὸ πένθος τοῦτο, οὐ δύναται γενέσθαι μοναχός. Ὅλος γὰρ ὁ βίος αὐτῆς καὶ ὁ νοῦς εἰς τὸ πένθος ἐστίν.
ογʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Μὴ μέτρει σεαυτὸν, ἀλλὰ κολλήθητι τῷ καλῶς ἀναστρεφομένῳ.
οδʹ. Εἶπε πάλιν, ὅτι ἐὰν παρέβαλεν ἀδελφὸς τῷ ἀββᾷ Ἰωάννῃ τῷ κολοβῷ, παρεδίδει αὐτῷ αὐτῷ τὴν ἀγάπην τὴν ἐν τῷ Ἀποστόλῳ· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται.
οεʹ. Εἶπε πάλιν διὰ τὸν ἀββᾶν Παμβὼ, ὅτι εἶπε περὶ αὐτοῦ ὁ ἀββᾶς Ἀντώνιος ὅτι ἐκ τοῦ φοβεῖσθαι τὸν Θεὸν ἐποίησε τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖν ἐν αὐτῷ.
οϛʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ποιμένος καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὅτι ᾤκουν ἐν Αἰγύπτῳ· καὶ ἐπιθυμοῦσα ἡ μήτηρ αὐτῶν ἰδεῖν αὐτοὺς οὐκ ἠδύνατο. Παρετηρήσατο δὲ ἀπερχομένων αὐτῶν εἰς ἐκκλησίαν, καὶ ἀπήντησεν αὐτοῖς. Οἱ δὲ θεασάμενοι αὐτὴν, ὑπέστρεψαν, καὶ ἔκλεισαν τὴν θύραν εἰς τὸ πρόσωπον αὐτῆς. Ἡ δὲ πρὸς τὴν θύραν ἔκραζε κλαίουσα μετὰ οἴκτου πολλοῦ, καὶ λέγουσα· Ἴδω ὑμᾶς, τέκνα μου ἠγαπημένα. Ἀκούσας δὲ αὐτῆς ὁ ἀββᾶς Ἀνοὺβ εἰσῆλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσωμεν τῇ γραΐδι ταύτῃ κλαιούσῃ πρὸς τὴν θύραν; Καὶ ἔνδοθεν στὰς, ἤκουσεν αὐτῆς κλαιούσης μετὰ οἴκτου πολλοῦ· καὶ εἶπεν αὐτῇ· Τί οὕτως κράζεις, γραῦ; Ἡ δὲ τῆς φωνῆς αὐτοῦ ἀκούσασα πολλῷ μᾶλλον ἐκραύγαζε, κλαίουσα καὶ λέγουσα· Θέλω ὑμᾶς ἰδεῖν, τέκνα μου. Τί γάρ ἐστιν ἐὰν ἴδω ὑμᾶς; μὴ οὐκ εἰμὶ μήτηρ ὑμῶν; μὴ οὐκ ἐγὼ ὑμᾶς ἐθήλασα; ὅλη εἰμὶ πολιά. Ἀκούσασα γὰρ τῆς φωνῆς σου ἐταράχθην. Λέγει αὐτῇ ὁ γέρων· Ὧδε θέλεις ἡμᾶς ἰδεῖν, ἢ εἰς τὸν ἐκεῖ κόσμον; Λέγει αὐτῷ· Ἐὰν μὴ ἴδω ὑμᾶς ὧδε, βλέπω ὑμᾶς εἰς τὸν ἐκεῖ κόσμον; Λέγει αὐτῇ· Ἐὰν σεαυτὴν βιάσῃ μὴ ἰδεῖν ἡμᾶς ὧδε, ὁρᾷς ἡμᾶς ἐκεῖ. Ἀπῆλθε οὖν χαίρουσα, καὶ λέγουσα· Εἰ ὅλως ὁρῶ ὑμᾶς ἐκεῖ, οὐ θέλω ὧδε ὑμᾶς ἰδεῖν.
οζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τὰ ὑψηλὰ τί ἐστι; Λέγει αὐτῷ ὁ γέρων· Τὸ δικαίωμα.
οηʹ. Ἦλθόν ποτέ τινες αἱρετικοὶ πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἤρξαντο καταλαλεῖν τοῦ ἀρχιεπισκόπου Ἀλεξανδρείας, ὡς ὅτι παρὰ πρεσβυτέρων ἔχει τὴν χειροτονίαν. Ὁ δὲ γέρων σιωπήσας ἐφώνησε τὸν ἀδελφὸν αὐτοῦ, καὶ εἶπε· Παράθες τὴν τράπεζαν, καὶ ποίησον αὐτοῖς φαγεῖν, καὶ πέμψον αὐτοὺς μετ’ εἰρήνης.
οθʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς συνοικῶν ἀδελφοῖς ἠρώτησε τὸν ἀββᾶν Βισαρίωνα· Τί ποιήσω; Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Σιώπα, καὶ μὴ μετρῇς ἑαυτόν.
πʹ. Εἶπε πάλιν· Εἰς ὃν ἡ καρδία σου οὐ πληροφορεῖται, μὴ πρόσχῃς τούτῳ τῇ καρδίᾳ σου.
παʹ. Εἶπε πάλιν, ὅτι Ἐὰν σεαυτὸν εὐτελίσῃς, ἕξεις ἀνάπαυσιν, εἰς οἷον δ’ ἂν τόπον καθίσῃς.
πβʹ. Εἶπε πάλιν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Σισόης, ὅτι Ἔστιν αἰσχύνη, ἀφοβίας ἔχουσα ἁμαρτίαν.
πγʹ. Εἶπε πάλιν ὅτι τὸ θέλημα, καὶ ἡ ἀνάπαυσις, καὶ ἡ τούτων συνήθεια, καταβάλλει τὸν ἄνθρωπον.
πδʹ. Εἶπε πάλιν· Ἐὰν ᾖς σιωπητικὸς, ἕξεις ἀνάπαυσιν ἐν παντὶ τόπῳ οὗ ἐὰν οἰκήσῃς.
πεʹ. Εἶπε πάλιν περὶ τοῦ ἀββᾶ Πίωρ, ὅτι ἑκάστης ἡμέρας ἐτίθει ἀρχήν.
πϛʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐὰν προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, καὶ ἐπιστρέψῃ, συγχωρεῖται παρὰ Θεῷ; Ἔφη αὐτῷ ὁ γέρων· Ἀλλ’ ὁ ἐντειλάμενος Θεὸς τοῖς ἀνθρώποις τοῦτο ποιεῖν, οὐχὶ μᾶλλον αὐτὸς ποιήσει; Ἐνετείλατο γὰρ τῷ Πέτρῳ λέγων· Ἕως ἑβδομηκοντάκις ἑπτά.
πζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Καλὸν τὸ προσεύχεσθαι; Λέγει αὐτῷ ὁ γέρων, ὅτι εἶπεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἡ φωνὴ αὕτη ἐκπορεύεται ἐκ προσώπου Κυρίου, λέγουσα· Παρακαλεῖτε τὸν λαόν μου, λέγει Κύριος, παρακαλεῖτε.
πηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Δύναται ἄνθρωπος κατασχεῖν ὅλους τοὺς λογισμοὺς, καὶ μηδένα ἐξ αὐτῶν διδόναι τῷ ἐχθρῷ; Καὶ εἶπεν ὁ γέρων· Ἔστιν ὁ λαμβάνων δέκα. καὶ διδῶν ἕνα.
πθʹ. Ὁ αὐτὸς ἀδελφὸς τὸν αὐτὸν λόγον ἠρώτησε τὸν ἀββᾶν Σισόην. Καὶ λέγει αὐτῷ· Φύσει ὅτι ἐστὶν, ὃς οὐδὲν παρέχει τῷ ἐχθρῷ.
Ϟʹ. Ἦν τις μέγας ἡσυχαστὴς ἐν τῷ ὄρει τῆς Ἀθλίβεως· καὶ ἦλθον ἐπάνω αὐτοῦ λῃσταί· καὶ ἔκραξεν ὁ γέρων· καὶ ἀκούσαντες οἱ γείτονες αὐτοῦ ἐπίασαν τοὺς λῃστὰς, καὶ ἔπεμψαν αὐτοὺς τῷ ἡγεμόνι, καὶ ἔβαλεν εἰς φυλακήν. Καὶ ἐλυπήθησαν οἱ ἀδελφοὶ, λέγοντες, ὅτι Δι’ ἡμᾶς παρεδόθησαν. Καὶ ἀναστάντες ἀπῆλθον πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἀνήγγειλαν αὐτῷ τὸ πρᾶγμα. Καὶ ἔγραψε πρὸς τὸν γέροντα, λέγων· Ἐννόησον τὴν πρώτην προδοσίαν πόθεν γέγονε, καὶ τότε βλέπεις τὴν δευτέραν. Εἰ μὴ γὰρ προεδόθης πρότερον ἐκ τῶν ἔσωθεν, οὐκ ἂν τὴν δευτέραν προδοσίαν ἐποίησας. Ἀκούσας δὲ τὴν ἐπιστολὴν τοῦ ἀββᾶ Ποιμένος (ἦν δὲ ὀνομαστὸς εἰς ὅλην τὴν χώραν, καὶ μὴ ἐξερχόμενος ἐκ τοῦ κελλίου αὐτοῦ), ἀναστὰς ἦλθεν εἰς τὴν πόλιν, καὶ ἐξέβαλε τοὺς λῃστὰς ἐκ τῆς φυλακῆς, καὶ δημοσίᾳ ἠλευθέρωσεν αὐτούς.
Ϟαʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὐκ ἔστι μοναχὸς μεμψίμοιρος· οὐκ ἔστι μοναχὸς ποιῶν ἀνταπόδομα· οὐκ ἔστι μοναχὸς ὀργίλος.
Ϟβʹ. Παρέβαλόν τινες τῶν γερόντων πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ εἶπον αὐτῷ· Θέλεις, ἐὰν ἴδωμεν τοὺς ἀδελφοὺς νυστάζοντας εἰς τὴν σύναξιν, νύξωμεν αὐτοὺς, ἵνα γρηγορῶσιν εἰς τὴν ἀγρυπνίαν; Ὁ δὲ λέγει αὐτοῖς· Ἐγὼ τέως ἐὰν ἴδω τὸν ἀδελφὸν νυστάζοντα, τιθῶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὰ γόνατά μου, καὶ ἀναπαύω αὐτόν.
Ϟγʹ. Ἔλεγον περί τινος ἀδελφοῦ, ὅτι ἐπολεμήθη εἰς βλασφημίαν, καὶ ᾐσχύνετο εἰπεῖν· καὶ ὅπου ἤκουε μεγάλους γέροντας, παρέβαλε αὐτοῖς. ὥστε ἀναγγεῖλαι· καὶ ὡς ἔφθανεν, ᾐσχύνετο ὁμολογῆσαι. Πολλάκις οὖν παρέβαλε καὶ τῷ ἀββᾷ Ποιμένι. Καὶ ἔβλεπεν αὐτὸν ὁ γέρων ἔχοντα λογισμοὺς, καὶ ἐλυπεῖτο, τοῦ ἀδελφοῦ μὴ ἀναγγέλλοντος. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, προπέμπων αὐτὸν ἔλεγεν αὐτῷ· Ἰδοὺ τοσοῦτον χρόνον ἔρχῃ ὧδε ἔχων λογισμοὺς τοῦ ἀναγγεῖλαί μοι, καὶ ὅταν ἔρχῃ οὐ θέλεις αὐτοὺς εἰπεῖν, ἀλλὰ κατὰ ἅπαξ ὑπάγεις θλιβόμενος ἔχων αὐτούς. Εἰπέ μοι οὖν, τέκνον, τί ἐστιν ὃ ἔχεις. Ὁ δὲ εἶπεν αὐτῷ· Ὅτι εἰς βλασφημίαν Θεοῦ πολεμεῖ με ὁ δαίμων, καὶ ᾐσχυνόμην εἰπεῖν. Καὶ διηγησάμενος αὐτῷ τὸ πρᾶγμα, εὐθέως ἐλαφρύνθη. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Μὴ θλίβου, τέκνον· ἀλλ’ ὅταν ἔρχηται ὁ λογισμὸς οὗτος, λέγε· Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἡ βλασφημία σου ἐπάνω σου, Σατανᾶ. Τοῦτο γὰρ τὸ πρᾶγμα οὐ θέλει ἡ ψυχή μου. Πᾶν δὲ πρᾶγμα ὃ οὐ θέλει ἡ ψυχὴ, ὀλιγοχρόνιόν ἐστι. Καὶ θεραπευθεὶς ὁ ἀδελφὸς ἀπῆλθεν.
Ϟδʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Ὁρῶ ἐμαυτὸν, ὅτι ὅπου δ’ ἂν ἀπέλθω, εὑρίσκω ἀντίληψιν. Λέγει αὐτῷ ὁ γέρων, ὅτι Καὶ οἱ μετὰ χεῖρας ἔχοντες τὸ ξίφος ἔχουσι τὸν Θεὸν ἐλεοῦντα αὐτοὺς ἐν τῷ παρόντι καιρῷ. Ἐὰν οὖν ὦμεν ἀνδρεῖοι, ποιεῖ μεθ’ ἡμῶν τὸ ἔλεος αὐτοῦ.
Ϟεʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐὰν ἄνθρωπος ἑαυτὸν μέμψηται, καρτερεῖ πανταχοῦ.
Ϟϛʹ. Εἶπε πάλιν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Ἔστιν ἄνθρωπος ὃς ποιεῖ ἑκατὸν ἔτη ἐν τῷ κελλίῳ, καὶ οὐ μανθάνει πῶς δεῖ ἐν κελλίῳ καθίσαι.
Ϟζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐὰν φθάσῃ ἄνθρωπος εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, τὸ, Πάντα καθαρὰ τοῖς καθαροῖς· ὁρᾷ ἑαυτὸν ἐλάττονα πάσης τῆς κτίσεως. Λέγει ὁ ἀδελφός· Πῶς δύναμαι ἐμαυτὸν ἐλάττονα τοῦ φονέως ἡγεῖσθαι; Λέγει ὁ γέρων, ὅτι Ἐὰν φθάσῃ ἄνθρωπος εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἴδῃ ἄνθρωπον φονεύοντα, λέγει, ὅτι Ταύτην τὴν ἁμαρτίαν ἐποίησε μόνην οὗτος, ἐγὼ δὲ φονεύω καθ’ ἑκάστην ἡμέραν.
Ϟηʹ. Ἠρώτησεν ὁ ἀδελφὸς τὸ αὐτὸ ῥῆμα τὸν ἀββᾶν Ἀνοὺβ, ὡς ὅτι εἶπεν ὁ ἀββᾶς Ποιμήν. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀνοὺβ, ὅτι Ἐὰν φθάσῃ ἄνθρωπος εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἴδῃ τὰ ὑστερήματα τοῦ ἀδελφοῦ αὐτοῦ, ποιεῖ τὴν δικαιοσύνην αὐτοῦ καταπιεῖν αὐτά. Λέγει αὐτῷ ὁ ἀδελφός· Ποία ἐστὶν ἡ δικαιοσύνη αὐτοῦ; Ἀπεκρίθη ὁ γέρων· Ἵνα πάντοτε καταμέμφηται ἑαυτόν.
Ϟθʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι, ὅτι Ἐὰν παραπέσω ἐν οἰκτρῷ παραπτώματι, κατεσθίει με ὁ λογισμός μου, καὶ κατηγορεῖ, Διατί παρέπεσες; Λέγει αὐτῷ ὁ γέρων· Ἐν ᾗ ὥρᾳ ὑποπίπτει ἄνθρωπος σφάλματι, καὶ εἴπῃ, Ἥμαρτον, παραυτὰ πέπαυται.
ρʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Διατί πείθουσι τὴν ψυχήν μου οἱ δαίμονες, εἶναι μετὰ τοῦ ὑπερβαίνοντός με, καὶ ποιοῦσί με ἐξουδενῶσαι τὸν ἐλάττονά μου; Λέγει αὐτῷ ὁ γέρων· Διὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ὅτι Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα. Ἐὰν οὖν ἐκκαθάρῃ τις ἑαυτὸν ἀπὸ πάντων τούτων, ἔσται σκεῦος εἰς τιμὴν, εὔχρηστον τῷ Δεσπότῃ, ἡτοιμασμένον εἰς πᾶν ἔργον ἀγαθόν.
ραʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς οὐκ ἀφίεμαι ἐλεύθερος γενέσθαι μετὰ τῶν γερόντων ἐν τοῖς λογισμοῖς μου; Λέγει αὐτῷ ὁ γέρων, ὅτι εἶπεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κολοβὸς, ὅτι Οὐ χαίρει ἐπ’ οὐδενὶ οὕτως ὁ ἐχθρὸς, ὡς ἐπὶ τοῖς μὴ ἐκφαίνουσι τοὺς λογισμοὺς αὐτῶν.
ρβʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι, ὅτι Ἡ καρδία μου παρειμένη ἐστὶν, ἐὰν καταλάβῃ με καμεῖν μικρόν. Λέγει αὐτῷ ὁ γέρων· Οὐ θαυμάζομεν τὸν Ἰωσὴφ μειράκιον ὄντα ἐτῶν δεκαεπτὰ, πῶς ὑπέμεινε τὸν πειρασμὸν εἰς τέλος; καὶ ὁ Θεὸς ἐδόξασεν αὐτόν. Οὐχ ὁρῶμεν καὶ τὸν Ἰὼβ, πῶς οὐκ ἐνέδωκεν ἕως τέλους κατέχων τὴν ὑπομονήν; καὶ οὐκ ἴσχυσαν οἱ πειρασμοὶ παρασαλεῦσαι αὐτὸν τῆς ἐλπίδος τοῦ Θεοῦ.
ργʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Χρῄζει τὸ κοινόβιον ἔχειν τρεῖς πράξεις, μίαν ταπεινὴν, καὶ μίαν εἰς ὑπακοὴν, καὶ μίαν κεκινημένην καὶ ἔχουσαν τὸ κέντρον, διὰ τὸ ἔργον τοῦ κοινοβίου.
ρδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐν καιρῷ θλίψεώς μου ἐζήτησα παρὰ τινὸς τῶν ἁγίων πρᾶγμα ἐν χρήσει· καὶ ἔδωκέ μοι αὐτὸ ἀγάπην. Ἐὰν οὖν ὁ Θεὸς κἀμὲ οἰκονομήσῃ, δώσω αὐτὸ κἀγὼ ἀγάπην ἄλλοις, ἢ μᾶλλον τῷ δεδωκότι μοι αὐτό; Λέγει αὐτῷ ὁ γέρων· Ὃ τὸ δίκαιον παρὰ τῷ Θεῷ ἐστιν, ἵνα αὐτῷ δοθῇ· αὐτοῦ γάρ ἐστι. Λέγει αὐτῷ ὁ ἀδελφός· Ἐὰν ἀπενέγκω οὖν, καὶ μὴ θελήσῃ λαβεῖν, ἀλλ’ εἴπῃ μοι, Ὕπαγε, ὡς Θέλεις δὸς αὐτὸ ἀγάπην, τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Τέως αὐτοῦ ἐστι τὸ πρᾶγμα. Ἐὰν δέ τις σοι παράσχῃ ἀφ’ ἑαυτοῦ, σοῦ μὴ αἰτήσαντος αὐτὸν, τοῦτο σόν ἐστιν. Ἐὰν δὲ σὺ αἰτήσῃς ἢ παρὰ μοναχοῦ ἢ παρὰ κοσμικοῦ, καὶ μὴ θελήσῃ δέξασθαι αὐτὸ, τοῦτό ἐστι τὸ σύγκριμα, ἵνα εἰδότος αὐτοῦ παράσχῃς αὐτὸ ὑπὲρ αὐτοῦ ἀγάπην.
ρεʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι οὐδέποτε ἤθελε δοῦναι τὸν λόγον αὐτοῦ ἐπάνω ἄλλου γέροντος· ἀλλὰ μᾶλλον κατὰ πάντα ἐπῄνει αὐτόν.
ρϛʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Πολλοὶ τῶν Πατέρων ἡμῶν ἐγένοντο ἀνδρεῖοι εἰς τὴν ἄσκησιν· εἰς δὲ τὴν λεπτότητα, εἷς, εἷς.
ρζʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Ἰσαὰκ πρὸς τὸν ἀββᾶν Ποιμένα, ἠκούσθη φωνὴ ἀλέκτορος. Καὶ λέγει αὐτῷ· Ἔνι ταῦτα ὧδε, ἀββᾶ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἰσαὰκ, τί ἀναγκάζεις με λαλῆσαι; σὺ καὶ οἱ ὅμοιοί σου ἀκούετε τούτων· τῷ δὲ νήφοντι οὐ μέλει περὶ τούτων.
ρηʹ. Ἔλεγον, ὅτι εἰ ἤρχοντό τινες πρὸς τὸν ἀββᾶν Ποιμένα, ἀπέστελλεν αὐτοὺς πρὸς τὸν ἀββᾶν Ἀνοὺβ πρῶτον, ὅτι αὐτὸς μείζων τοῖς ἔτεσιν. Ὁ δὲ ἀββᾶς Ἀνοὺβ ἔλεγεν αὐτοῖς· Πρὸς τὸν ἀδελφόν μου Ποιμένα ὑπάγετε, ὅτι αὐτὸς ἔχει τοῦ λόγου τὸ χάρισμα. Εἰ δὲ ἐκάθητο ἐκεῖ ὁ ἀββᾶς Ἀνοὺβ ἐγγὺς τοῦ ἀββᾶ Ποιμένος, οὐκ ἐλάλει ὅλως ὁ ἀββᾶς Ποιμὴν παρόντος αὐτοῦ.
ρθʹ. Ἦν τις κοσμικὸς εὐλαβὴς πάνυ ἐν τῷ βίῳ αὐτοῦ, καὶ παρέβαλε τῷ ἀββᾷ Ποιμένι· εὐκαίρησαν δὲ πρὸς τὸν γέροντα καὶ ἄλλοι ἀδελφοὶ, αἰτοῦντες αὐτὸν ἀκοῦσαι ῥῆμα. Καὶ λέγει ὁ γέρων τῷ πιστῷ κοσμικῷ· Λάλησον τοῖς ἀδελφοῖς λόγον. Ὁ δὲ παρεκάλει, λέγων· Συγχώρησόν μοι, ἀββᾶ· ἐγὼ μαθεῖν ἦλθον. Καὶ βιασθεὶς ὑπὸ τοῦ γέροντος, εἶπεν· Ἐγὼ κοσμικός εἰμι λάχανα πωλῶν καὶ πραγματευόμενος, λύω τὰ δεμάτια, καὶ ποιῶ μικρὰ, ἀγοράζω ὀλίγου καὶ πωλῶ πολλοῦ. Πλὴν οὐκ οἶδα ἀπὸ Γραφῆς εἰπεῖν· παραβολὴν δὲ λέγω. Ἄνθρωπός τις εἶπε τῷ φίλῳ αὐτοῦ· Ἐπειδὴ ἐπιθυμίαν ἔχω ἰδεῖν τὸν βασιλέα, δεῦρο μετ’ ἐμοῦ. Λέγει δὲ αὐτῷ ὁ φίλος· Ἔρχομαι μετὰ σοῦ μέχρι μέσου τῆς ὁδοῦ. Καὶ λέγει ἄλλῳ φίλῳ αὐτοῦ· Δεῦρο σὺ ἆρόν με πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτῷ· Αἴρω σε ἕως τοῦ παλατίου τοῦ βασιλέως. Λέγει δὲ καὶ τῷ τρίτῳ· Δεῦρο μετ’ ἐμοῦ πρὸς τὸν βασιλέα. Ὁ δὲ εἶπεν· Ἐγὼ ἔρχομαι, καὶ ἀπάγω εἰς τὸ παλάτιον, καὶ στήκω καὶ λαλῶ καὶ εἰσάγω σε πρὸς τὸν βασιλέα. Ἠρώτων δὲ αὐτὸν, τίς ἡ δύναμις τῆς παραβολῆς. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁ πρῶτος φίλος ἐστὶν ἡ ἄσκησις, ἡ ὁδηγοῦσα ἕως τῆς ὁδοῦ· ὁ δεύτερός ἐστιν ἡ ἁγνεία, ἡ φθάνουσα ἕως τοῦ οὐρανοῦ· ὁ δὲ τρίτος ἐστὶν ἡ ἐλεημοσύνη, ἡ εἰσάγουσα ἕως τοῦ βασιλέως Θεοῦ μετὰ παῤῥησίας. Καὶ οἰκοδομηθέντες ἀνεχώρησαν οἱ ἀδελφοί.
ριʹ. Ἀδελφὸς ἐκάθητο ἔξω τῆς κώμης ἑαυτοῦ, καὶ ἐπὶ πολλὰ ἔτη οὐκ ἀνέβη εἰς τὴν κώμην, καὶ ἔλεγε τοῖς ἀδελφοῖς· Ἰδοὺ πόσα ἔτη ἔχω, καὶ οὐκ ἀνέβην εἰς τὴν κώμην· ὑμεῖς δὲ καθάπαξ ἀναβαίνετε. Εἶπον δὲ τῷ ἀββᾷ Ποιμένι περὶ αὐτοῦ· καὶ λέγει ὁ γέρων· Ἐγὼ ἤμην ἀναβαίνων τὴν νύκτα καὶ κυκλῶν τὴν κώμην, ἵνα μὴ καυχᾶται ὁ λογισμός μου ὡς μὴ ἀναβαίνοντός μου.
ριαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ· Ὅτε καίεται ὑποκάτω ὁ λέβης, οὐ δύναται μυῖα ἅψασθαι αὐτοῦ, ἤ τι τῶν ἄλλων ἑρπετῶν· ὅταν δὲ ψυχρὸς ᾖ, τότε ἐπικάθηνται αὐτῷ. Οὕτω καὶ ὁ μοναχός· ὅσον ἐπιμένει ταῖς πνευματικαῖς πράξεσιν, οὐχ εὑρίσκει ὁ ἐχθρὸς κατενεγκεῖν αὐτόν.
ριβʹ. Ἔλεγε ὁ ἀββᾶς Ἰωσὴφ περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι εἶπεν, ὅτι Οὗτός ἐστιν ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ Εὐαγγελίῳ, ὅτι Ὀ ἔχων ἱμάτιον πωλησάτω αὐτὸ, καὶ ἀγορασὰτω μάχαιραν· τουτέστιν ὁ ἔχων ἀνάπαυσιν ἀφήσει αὐτὴν, καὶ κρατήσει τὴν στενὴν ὁδόν.
ριγʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Ποιμένα, λέγοντες· Ἐὰν ἴδωμέν τινα ἁμαρτάνοντα ἀδελφὸν, θέλεις ἐλέγξωμεν αὐτόν; Λέγει αὐτοῖς ὁ γέρων· Ἐγὼ τέως ἐὰν ἔχω χρείαν παρελθεῖν διὰ τῶν ἐκεῖ, καὶ ἴδω αὐτὸν ἁμαρτάνοντα. ὑπερβαίνω αὐτὸν, καὶ οὐκ ἐλέγχω αὐτόν.
ριδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Γέγραπται, ὅτι Ὃ εἶδον οἱ ὀφθαλμοί σου, ταῦτα διαμαρτύρου· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι Ἐὰν καὶ ψηλαφήσητε ταῖς χερσὶν ὑμῶν, μὴ μαρτυρήσητε. Ἀδελφὸς γάρ τις ἐχλευάσθη ἔν τινι τοιούτῳ, καὶ εἶδεν ὡς τὸν ἀδελφὸν αὐτοῦ μετὰ γυναικὸς ἁμαρτάνοντα, καὶ πολλὰ πολεμηθεὶς, ἀπελθὼν ἔνυξεν αὐτοὺς, ὡς νομίζων αὐτοὺς εἶναι, τῷ ποδὶ αὐτοῦ, λέγων· Παύσασθε λοιπὸν, ἕως πότε; Καὶ ἰδοὺ εὑρέθησαν θαλλοὶ σίτου. Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι Καὶ ἐὰν ψηλαφήσητε ταῖς χερσὶν ὑμῶν, μὴ ἐλέγχετε.
ριεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω, ὅτι πολεμοῦμαι εἰς τὴν πορνείαν καὶ εἰς τὸν θυμόν; Λέγει ὁ γέρων· Διὰ τοῦτο ὁ Δαβὶδ ἔλεγεν, ὅτι Τὸν μὲν λέοντα ἐπάτασσον, τὴν δὲ ἄρκτον ἀπέπνιγον· τοῦτο δέ ἐστιν, ὅτι τὸν μὲν θυμὸν ἀπέκοπτον, τὴν δὲ πορνείαν ἐν πόνοις ἔθλιβον.
ριϛʹ. Εἶπε πάλιν· Μείζονα ταύτης τῆς ἀγάπης οὐκ ἔστιν εὑρεῖν τινα, τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ πλησίον αὐτοῦ. Εἰ γάρ τις ἀκούσει λόγον πονηρὸν, τουτέστι λυπηρὸν, δυνάμενος καὶ αὐτὸς τὸν ὅμοιον εἰπεῖν, καὶ ἀγωνήσηται μὴ εἰπεῖν· ἢ ἐὰν πλεονεκτηθῇ, καὶ βαστάζῃ, καὶ μὴ ἀνταποδώσει αὐτῷ· ὁ τοιοῦτος τίθησι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ πλησίον.
ριζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ἐστιν ὑποκριτής; Λέγει αὐτῷ ὁ γέρων· Ὑποκριτής ἐστιν ὁ διδάσκων τὸν πλησίον αὐτοῦ πρᾶγμα, εἰς ὃ αὐτὸς οὐκ ἔφθασε. Γέγραπται γάρ· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; καὶ τὰ ἑξῆς.
ριηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ἐστι τὸ ὀργισθῆναι εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ; Καὶ εἶπε· Πᾶσαν πλεονεξίαν ἢν πλεονεκτήσει σε ὁ ἀδελφός σου, καὶ ὀργισθῇς αὐτῷ, εἰκῆ ὀργίζῃ. Κἂν ἐξορύξῃ τὸν δεξιὸν ὀφθαλμόν σου, καὶ ἐκκόψῃ τὴν δεξιάν σου χεῖρα, καὶ ὀργισθῇς αὐτῷ, εἰκῆ ὀργίζῃ· ἐὰν δὲ χωρίζῃ σε ἀπὸ τοῦ Θεοῦ, τότε ὀργίσθητι.
ριθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω ταῖς ἁμαρτίαις μου; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Ὁ θέλων λυτρώσασθαι ἁμαρτίας, κλαυθμῷ λυτροῦται αὐτάς· καὶ ὁ θέλων κτήσασθαι ἀρετὰς, κλαυθμῷ κτᾶται αὐτάς. Τὸ γὰρ κλαίειν ἐστὶν ἢ ὁδὸς ἣν παρέδωκεν ἡμῖν ἡ Γραφὴ, καὶ οἱ Πατέρες ἡμῶν, λέγοντες· Κλαύσατε. Ἄλλη γὰρ ὁδὸς οὐκ ἔστιν, εἰ μὴ αὕτη.
ρκʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα· Τί ἐστι μετάνοια τῆς ἁμαρτίας; Καὶ εἶπεν ὁ γέρων· Τὸ μὴ τοῦ λοιποῦ ποιεῖν αὐτήν. Διὰ τοῦτο γὰρ ἐκλήθησαν ἄμωμοι οἱ δίκαιοι, ὅτι κατέλιπον τὰς ἁμαρτίας, καὶ δίκαιοι ἐγένοντο.
ρκαʹ. Εἶπε πάλιν, ὅτι ἡ πονηρία τῶν ἀνθρώπων ὅπισθέν ἐστιν αὐτῶν κεκρυμμένη.
ρκβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα· Τί ποιήσω ταῖς ταραχαῖς ταύταις ταῖς ταραττούσαις με; Λέγει αὐτῷ ὁ γέρων· Κλαύσωμεν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ ἐν παντὶ κόπῳ ἡμῶν, ἕως ποιήσει μεθ’ ἡμῶν τὸ ἔλεος αὐτοῦ.
ρκγʹ. Πάλιν ἠρώτησεν αὐτὸν ὁ ἀδελφός· Τί ποιήσω ταῖς ἀκερδέσι μου φιλίαις ἃς ἔχω; Ὁ δὲ εἶπεν· Ἔστιν ἄνθρωπος ῥέγχων εἰς τὸ ἀποθανεῖν, καὶ προσέχων φιλίαις τοῦ κόσμου τούτου. Μὴ ἐγγίσῃς, μηδὲ ἅψῃ αὐτῶν· καὶ ἀφ’ ἑαυτῶν ἀλλοτριοῦνται.
ρκδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Δύναται ἄνθρωπος εἶναι νεκρός; Λέγει αὐτῷ, ὅτι Ἐὰν φθάσῃ εἰς τὴν ἁμαρτίαν, γίνεται ἀποθανών· ἐὰν δὲ φθάσῃ εἰς τὸ ἀγαθὸν, ζήσεται καὶ ποιήσει αὐτό.
ρκεʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι εἶπεν ὁ μακάριος ἀββᾶς Ἀντώνιος, ὅτι Ἡ μεγάλη δυναστεία τοῦ ἀνθρώπου ἐστὶν, ἵνα ἐπάνω αὐτοῦ βάλῃ τὸ ἴδιον σφάλμα ἐνώπιον Κυρίου, καὶ προσδοκήσῃ πειρασμὸν ἕως ἐσχάτης ἀναπνοῆς.
ρκϛʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ποιμὴν, ὅτι εἰς τίνα ἔρχεται ὁ λόγος ὁ γεγραμμένος, ὅτι Μὴ φροντίσητε περὶ τῆς αὔριον. Λέγει αὐτῷ ὁ γέρων· Πρὸς ἄνθρωπον ὄντα ἐν πειρασμῷ καὶ ὀλιγωροῦντα ἐῤῥήθη, ἵνα μὴ φροντίσῃ, λέγων, Πόσον χρόνον ἔχω ἐν τῷ πειρασμῷ τούτῳ; ἀλλὰ μᾶλλον λογίσηται, λέγων καθ’ ἑκάστην, τὸ σήμερον.
ρκζʹ. Εἶπε πάλιν, ὅτι Τὸ διδάξαι τὸν πλησίον ὑγιαίνοντός ἐστι καὶ ἀπαθοῦς· ἐπεὶ τίς χρεία οἰκοδομῆσαί τινα ἄλλου οἰκίαν, καὶ τὴν ἰδίαν καταστρέψαι;
ρκηʹ. Πάλιν εἶπεν, ὅτι Τίς χρεία ἀπελθεῖν τινα εἰς τέχνην, καὶ μὴ μαθεῖν αὐτήν;
ρκθʹ. Εἶπε πάλιν, ὅτι Τὰ ὑπέρμετρα πάντα τῶν δαιμόνων εἰσίν.
ρλʹ. Εἶπε πάλιν, Ὅτι ὅταν μέλλῃ ἄνθρωπος οἰκοδομῆσαι οἶκον, πολλὰς χρείας συνάγει, ὅπως δυνηθῇ στῆσαι τὸν οἶκον, καὶ διάφορα δὲ εἴδη συνάγει. Οὕτως καὶ ἡμεῖς, λάβωμεν πρὸς μικρὸν ἀπὸ πασῶν τῶν ἀρετῶν.
ρλαʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Ποιμένα, λέγοντες· Πῶς οὕτως ἠνέσχετο ὁ ἀββᾶς Νισθερῶος τοῦ μαθητοῦ αὐτοῦ; Λέγει αὐτοῖς ὁ ἀββᾶς Ποιμήν· Εἰ ἐγὼ ἤμην, καὶ τὸ κερβικάριον ἐτίθουν πρὸς κεφαλὴν αὐτοῦ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀνούβ· Καὶ τί ἔλεγες τῷ Θεῷ; Λέγει ὁ ἀββᾶς Ποιμήν· Ἐρῶ οὖν, ὅτι Σὺ εἶπας· Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
ρλβʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἡ πεῖνα καὶ ὁ νυσταγμὸς οὐκ ἀφῆκεν ἡμᾶς ἰδεῖν ταῦτα τὰ εὐτελῆ.
ρλγʹ. Εἶπε πάλιν· Πολλοὶ ἐγένοντο δυνατοὶ, ὀλίγοι δὲ παροξύναντες.
ρλδʹ. Εἶπε πάλιν, μετὰ στεναγμῶν· Πᾶσαι αἰ ἀρεταὶ εἰς τὸν οἶκον τοῦτον εἰσῆλθον, παρὰ μίαν ἀρετήν· καὶ ἐκτὸς αὐτῆς κόπῳ ἵσταται ἄνθρωπος. Ἠρώτησαν οὖν αὐτὸν τίς ἐστι. Καὶ εἶπεν· Ἵνα ὁ ἄνθρωπος μέμψηται ἑαυτόν.
ρλεʹ. Ἔλεγε πολλάκις ὁ ἀββᾶς Ποιμὴν, ὅτι Οὐ δεόμεθά τινος, εἰ μὴ νηφούσης διανοίας.
ρλϛʹ. Ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Ποιμένα, λέγων· Τίς ἐστιν ὁ λέγων, Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε; Καὶ εἶπεν ὁ γέρων· Τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὁ λέγων.
ρλζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Σίμωνα, λέγων, ὅτι Ἐὰν ἐξέλθω ἐκ τοῦ κελλίου μου, καὶ εὕρω τὸν ἀδελφόν μου περισπώμενον, κἀγὼ περισπῶμαι μετ’ αὐτοῦ· καὶ ἐὰν εὕρω αὐτὸν γελῶντα, κἀγὼ γελῶ μετ’ αὐτοῦ· ἐὰν οὖν εἰσέλθω εἰς τὸ κελλίον μου, οὐκ ἀφίεμαι ἀνάπαυσιν ἔχειν. Λέγει αὐτῷ ὁ γέρων· Θέλεις, ἐὰν ἐξέλθῃς ἐκ τοῦ κελλίου σου, καὶ εὕρῃς τοὺς γελῶντας, καὶ σὺ γελάσαι· καὶ τοὺς λαλοῦντας, καὶ σὺ λαλῆσαι· καὶ εἰσέλθῃς εἰς τὸ κελλίον σου, καὶ εὕρῃς ἑαυτὸν ὡς ἦς; Λέγει ὁ ἀδελφός· Ἀλλὰ τί; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἔσω τήρει φυλακὴν, ἔξω τήρει φυλακήν.
ρληʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Παρεβάλομέν ποτε τῷ ἀββᾷ Ποιμένι, καὶ ἐγευσάμεθα ὁμοῦ. Καὶ μετὰ τὸ γεύσασθαι ὁμοῦ, λέγει ἡμῖν· Ὑπάγετε, ἀναπαύεσθε μικρὸν, ἀδελφοί. Ἀπῆλθον οὖν οἱ ἀδελφοὶ μικρὸν ἀναπαῆναι, κἀγὼ παρέμεινα λαλῆσαι αὐτῷ κατὰ μόνας, καὶ ἀναστὰς ἦλθον εἰς τὴν κέλλαν αὐτοῦ. Ὡς οὖν εἶδέ με ἐρχόμενον πρὸς αὐτὸν, ἔθηκεν ἑαυτὸν ὡς κοιμώμενον. Αὐτὴ γὰρ ἦν ἡ ἐργασία τοῦ γέροντος, πάντα ἐν κρυπτῷ ποιεῖν.
ρλθʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἐὰν ἴδῃς θεάματα, καὶ ἀκοὰς ἀκούσῃς, μὴ διηγοῦ αὐτὰ τῷ πλησίον σου· ἀνατροπὴ γάρ ἐστι πολέμου.
ρμʹ. Εἶπε πάλιν· Τὸ πρῶτον φύγε ἅπαξ, τὸ δεύτερον φύγε, τὸ τρίτον, γενοῦ ῥομφαῖα.
ρμαʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμὴν τῷ ἀββᾷ Ἰσαάκ· Κούφισον μέρος τῆς δικαιοσύνης σου, καὶ ἕξεις ἀνάπαυσιν τὰς ὀλίγας ἡμέρας σου.
ρμβʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ποιμένι· καὶ συγκαθεζομένων τινῶν, ἐπῄνεσέ τινα ἀδελφὸν, ὡς ὅτι μισοπόνηρός ἐστι. Λέγει ὁ ἀββᾶς Ποιμὴν τῷ λαλήσαντι· Καὶ τί ἐστι μισοπονηρία; Ἐξέστη δὲ ὁ ἀδελφὸς, καὶ οὐχ εὗρεν ἀποκριθῆναι· ἀναστὰς δὲ μετενόησε τῷ γέροντι, λέγων· Εἰπέ μοι τί ἐστι μισοπονηρία; Ἔφη ὁ γέρων· Μισοπονηρία αὕτη ἐστὶν, εί τις τὰς ἁμαρτίας αὐτοῦ ἐμίσησε, καὶ τὸν πλησίον αὐτοῦ ἐδικαίωσεν.
ρμγʹ. Ἀδελφὸς παραβαλὼν τῷ ἀββᾷ Ποιμένι, λέγει αὐτῷ· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, πλησίασον μετὰ τοῦ λέγοντος, Τί θέλω ἐγώ; καὶ ἕξεις ἀνάπαυσιν.
ρμδʹ. Διηγήσατο ὁ ἀββᾶς Ἰωσὴφ, ὅτι εἶπεν ὁ ἀββᾶς Ἰσαὰκ, ὅτι Ἐκαθήμην ποτὲ πρὸς τὸν ἀββᾶν Ποιμένα· καὶ εἶδον αὐτὸν ἐν ἐκστάσει γενόμενον· καὶ ἐπειδὴ εἶχον πρὸς αὐτὸν πολλὴν παῤῥησίαν, ἔβαλον αὐτῷ μετάνοιαν, καὶ παρεκάλεσα αὐτὸν, λέγων· Εἰπέ μοι, ποῦ ἦς; Ὁ δὲ ἀναγκασθεὶς εἶπεν· Ὁ ἐμὸς λογισμὸς, ὅπου ἡ ἁγία Μαρία ἡ Θεοτόκος ἕστηκε, καὶ ἔκλαιεν ἐπὶ τοῦ σταυροῦ τοῦ Σωτῆρος· καὶ ἐγὼ ἤθελον πάντοτε οὕτως κλαίειν.
ρμεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω τῷ βάρει τούτῳ τῷ συνέχοντί με; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Τὰ μικρὰ πλοῖα καὶ τὰ μεγάλα ἔχουσι ζώνας, ἵνα ἂν μὴ ᾖ εὔφορος ἄνεμος, βάλωσι τὸ παρόλκιον καὶ τὰς ζώνας εἰς τὰ στήθη αὐτῶν, καὶ κατ’ ὀλίγον ἕλκωσι τὸ πλοῖον ἕως οὗ ὁ Θεὸς πέμψῃ τὸν ἄνεμον· ἐὰν δὲ μάθωσιν ὅτι ἀνέστη γνόφος, τότε δὴ ὁρμῶσι καὶ βάλλουσι πάσσαλον, ἵνα μὴ ῥέμβηται.
ρμϛʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα διὰ τὰς τῶν λογισμῶν ἐπηρείας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Τοῦτο τὸ πρᾶγμα ἔοικεν ἀνδρὶ ἔχοντι πῦρ ἐξ εὐωνύμων, καὶ κρατῆρα ὕδατος ἐκ δεξιῶν. Ἐὰν οὖν ἁφθῇ τὸ πῦρ, λάβῃ ἐκ τοῦ κρατῆρος τὸ ὕδωρ, καὶ σβέσῃ αὐτό. Τὸ πῦρ ἐστιν ὁ σπόρος τοῦ ἐχθροῦ· τὸ δὲ ὕδωρ, τὸ ῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ.
ρμζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Βέλτιόν ἐστι τὸ λαλῆσαι ἢ σιωπῆσαι; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Ὁ λαλῶν διὰ τὸν Θεὸν καλῶς ποιεῖ, καὶ ὁ σιωπῶν διὰ τὸν Θεὸν, ὁμοίως.
ρμηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς δύναται ἄνθρωπος ἐκφυγεῖν τῷ κακῶς εἰπεῖν τῷ πλησίον; Λέγει αὐτῷ ὁ γέρων· Ἡμεῖς καὶ οἱ ἀδελφοὶ ἡμῶν, δύο εἰκόνες ἐσμέν· ἣν δ’ ἂν ὥραν ὁ ἄνθρωπος ἑαυτῷ προσέχῃ καὶ μέμψηται, εὑρίσκεται ἔντιμος παρ’ αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· ὅτε δὲ ἑαυτῷ φαίνεται καλὸς, εὑρίσκει τὸν ἀδελφὸν αὐτοῦ κακὸν ἐνώπιον αὐτοῦ.
ρμθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα διὰ τὴν ἀκηδίαν. Καὶ λέγει αὐτῷ ὁ γέρων, ὅτι Ἡ ἀκηδία στήκει ἐπὶ πάσῃ ἀρχῇ, καὶ οὐκ ἔστι χεῖρον αὐτῆς πάθος· ἀλλ’ ἐὰν γνωρίσῃ αὐτὴν ὁ ἄνθρωπος, ὅτι αὕτη ἐστὶν, ἀναπαύεται.
ρνʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τρεῖς σωματικὰς πράξεις ἴδομεν τοῦ ἀββᾶ Παμβώ· ἀσιτίαν ἕως ὀψὲ καθ’ ἑκάστην ἡμέραν, καὶ σιωπὴν, καὶ μέγα ἐργόχειρον.
ρναʹ. Εἶπε πάλιν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Θεωνᾶς, ὅτι Κἂν κερδήσῃ τις ἀρετὴν, ὁ Θεὸς οὐ παρέχει μόνῳ αὐτῷ τὴν χάριν· οἶδε γὰρ ὅτι οὐκ ἦν πιστὸς τοῦ ἰδίου καμάτου· ἀλλ’ ἐὰν ἀπέλθῃ πρὸς τὸν ἑταῖρον αὐτοῦ, τότε παραμένει αὐτῷ. ρνβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Θέλω εἰς κοινόβιον εἰσελθεῖν, καὶ οἰκῆσαι. Λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις εἰς κοινόβιον εἰσελθεῖν, εἰ μὴ ἀμεριμνήσῃς ἀπὸ πάσης συντυχίας καὶ παντὸς πράγματος, οὐ δύνασαι κοινόβιον ἐργάσασθαι· τοῦ γὰρ βαυκαλίου μόνου μόνον οὐκ ἔχεις ἐξουσίαν.
ρνγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω; Καὶ εἶπεν· Γέγραπται, ὅτι Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
ρνδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Τῆς πορνείας καὶ τῆς καταλαλιᾶς οὐ δέον ἐστὶν ἄνθρωπον τὸ σύνολον οὐδὲ λαλῆσαι τοὺς δύο λογισμοὺς τούτους, οὐδὲ ὅλως ἐννοῆσαι τῇ καρδίᾳ. Ἐάν τε γὰρ θέλῃ ὅλως διακρῖναι αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, οὐκ ὠφελεῖται· ἀλλ’ ἀγριανθεὶς ἀπ’ αὐτῶν ἕξει ἀνάπαυσιν.
ρνεʹ. Ἔλεγον οἱ ἀδελφοὶ τοῦ ἀββᾶ Ποιμένος αὐτῷ· Ἀπέλθωμεν ἐκ τοῦ τόπου τούτου· ὀχλοῦσι γὰρ τὰ μοναστήρια τοῦ τόπου τούτου ἡμῖν, καὶ ἀπόλλυμεν τὰς ψυχὰς ἡμῶν· ἰδοὺ καὶ τὰ παιδία κλαίοντα οὐκ ἀφίουσιν ἡμᾶς ἡσυχάσαι. Λέγει αὐτοῖς ὁ ἀββᾶς Ποιμήν· Διὰ τὰς φωνὰς τῶν ἀγγέλων θέλετε ἀναχωρῆσαι ἔνθεν.
ρνϛʹ. Ἠρώτησεν ὁ ἀββᾶς Βιτίμιος τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐάν τις ἔχῃ πρὸς ἐμὲ λύπην, καὶ μετανοήσω αὐτῷ, καὶ μὴ πεισθῇ, τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Λάβε μετὰ σοῦ ἄλλους δύο ἀδελφοὺς, καὶ μετανόησον αὐτῷ. Καὶ ἐὰν μὴ πεισθῇ, λάβε ἄλλους πέντε. Ἐὰν δὲ καὶ τούτοις μὴ πεισθῇ, λάβε πρεσβύτερον. Ἐὰν δὲ καὶ οὕτως μὴ πεισθῇ, ἀταράχως λοιπὸν εὖξαι τῷ Θεῷ, ἵνα αὐτὸς πληροφορήσῃ αὐτὸν, καὶ ἀμεριμνήσῃς.
ρνζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τὸ διδάξαι τὸν πλησίον, ὅμοιόν ἐστι τοῦ ἐλέγξαι.
ρνηʹ. Εἶπε πάλιν· Μὴ πληρώσῃς τὸ θέλημά σου. Ἀναγκαῖον δέ ἐστι μᾶλλον ταπεινῶσαι ἑαυτὸν τῷ ἀδελφῷ σου.
ρνθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Εὗρον τόπον ἔχοντα πᾶσαν ἀνάπαυσιν τῶν ἀδελφῶν· Θέλεις οἰκήσω ἐκεῖ; καὶ εἶπεν ὁ γέρων· Ὅπου οὐ βλάπτεις τὸν ἀδελφόν σου, ἐκεῖ μεῖνον.
ρξʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Τὰ τρία ταῦτα κεφάλαιά ἐστι χρήσιμα· τὸ φοβεῖσθαι τὸν Κύριον, καὶ τὸ εὔξασθαι, καὶ τὸ ποιῆσαι ἀγαθὸν τῷ πλησίον.
ρξαʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι· Τὸ σῶμά μου ἐξησθένησε, καὶ τὰ πάθη μου οὐκ ἐξασθενοῦσι. Λέγει αὐτῷ ὁ γέρων· Ἀκανθώδεις ῥουσίδες εἰσὶ τὰ πάθη.
ρξβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Ὅταν ὁ Θεὸς ἐπισκέπτηται ἡμᾶς, τίνος ἔχομεν φροντίσαι; Λέγει αὐτῷ ὁ ἀδελφός· Τῶν ἁμαρτιῶν ἡμῶν. Λέγει οὖν ὁ γέρων· Εἰσέλθωμεν εἰς τὸ κελλίον ἡμῶν, καὶ καθίσαντες μνημονεύσωμεν τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ὁ Κύριος συνέρχεται ἡμῖν ἐν πᾶσι.
ρξγʹ. Ἀδελφὸς ὑπάγων εἰς τὴν ἀγορὰν ἠρώτησε τὸν ἀββᾶν Ποιμένα· Τί θέλεις ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Γενοῦ φίλος τοῦ ἑαυτὸν βιαζομένου, καὶ μετὰ ἀναπαύσεως πωλεῖς τὰ σκεύη σου.
ρξδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Δίδαξον τὸ στόμα σου λαλεῖν ἃ ἔχει ἡ καρδία σου.
ρξεʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ποιμὴν περὶ μολυσμῶν· καὶ ἀπεκρίθη, ὅτι Ἐὰν στήσωμεν τὸ πρακτικὸν, καὶ νήψωμεν ἐπιμελῶς, οὐχ εὑρήσομεν ἐν ἑαυτοῖς μολυσμόν.
ρξϛʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀπὸ τρίτης γενεᾶς τῆς Σκήτεως, καὶ τοῦ ἀββᾶ Μωϋσέως, οὐκ ἦλθον ἔτι οἱ ἀδελφοὶ εἰς προκοπήν.
ρξζʹ. Εἶπε πάλιν· Ἄνθρωπος ἐὰν τὴν τάξιν αὐτοῦ φυλάττῃ, οὐ ταράσσεται.
ρξηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς δεῖ με καθίσαι ἐν τῷ κελλίῳ; Λέγει αὐτῷ· Τὸ ἐν τῷ κελλίῳ καθίσαι, τὸ φανερὸν, τοῦτό ἐστι τὸ ἐργόχειρον, καὶ τὸ μονοσιτίσαι, καὶ τὸ σιωπᾷν, καὶ ἡ μελέτη· τὸ δὲ ἐν κρυπτῷ προκόπτειν εἰς τὸ κελλίον ἐστὶ, τὸ βασανίζειν τὴν ἑαυτοῦ μέμψιν ἐν παντὶ τόπῳ ὅπου ἐὰν ἀπέρχῃ, καὶ τῶν συνάξεων τὰς ὥρας καὶ τῶν κρυπτῶν μὴ ἀμελεῖν. Ἐὰν δὲ καὶ συμβῇ καιρὸν ἀργῆσαι τοῦ ἐργοχείρου σου, εἰσελθὼν εἰς τὴν σύναξιν ἀταράχως ἐπιτέλεσον. Τὸ δὲ τέλος τούτων, συνοδίαν καλὴν κτῆσαι, ἀπόσχου δὲ ἀπὸ κακῆς συνοδίας.
ρξθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα· Ἐὰν ἀδελφὸς ἔχῃ μου μικρὰ νουμία, θέλεις αὐτὸν ἐρωτήσω; Λέγει αὐτῷ ὁ γέρων· Ἐρώτησον αὐτὸν ἅπαξ. Λέγει αὐτῷ ὁ ἀδελφός· Τί οὖν ποιήσω; οὐ γὰρ περιγίνομαι τοῦ λογισμοῦ μου. Λέγει αὐτῷ ὁ γέρων· Ἄφες τὸν λογισμόν σου λακκᾷν, μόνον τὸν ἀδελφόν σου μὴ θλίψῃς.
ροʹ. Συνέβη τινὰς τῶν Πατέρων παραβαλεῖν εἰς οἰκίαν φιλοχρίστου τινὸς, ἐν οἷς ἦν καὶ ὁ ἀββᾶς Ποιμήν· καὶ ἐν τῷ ἐσθίειν αὐτοὺς, παρετέθη κρέα· ἔφαγον δὲ πάντες χωρὶς τοῦ ἀββᾶ Ποιμένος· καὶ ἐθαύμαζον οἱ γέροντες ὅτι οὐκ ἤσθιεν, εἰδότες τὴν διάκρισιν αὐτοῦ. Ὡς δὲ ἀνέστησαν, λέγουσιν αὐτῷ· Σὺ εἶ Ποιμὴν, καὶ οὕτως ἐποίησας; Ἀπεκρίθη αὐτοῖς γέρων· Συγχωρήσατέ μοι, Πατέρες· ὑμεῖς ἐφάγετε, καὶ οὐδεὶς ἐσκανδαλίσθη· ἐγὼ δὲ εἰ ἔφαγον, ἐπειδὴ πολλοὶ ἀδελφοὶ ἔρχονται ἔγγιστά μου, εἶχον βλαβῆναι, λέγοντες· Ποιμὴν ἔφαγε κρέα, καὶ ἡμεῖς οὐκ ἐσθίομεν; Καὶ ἐθαύμασαν τὴν διάκρισιν αὐτοῦ.
ροαʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἐγὼ λέγω, ὅτι εἰς τὸν τόπον ὅπου βάλλεται ὁ Σατανᾶς, ἐκεῖ βάλλομαι.
ροβʹ. Ὁ αὐτὸς εἶπε τῷ ἀββᾷ Ἀνούβ· Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἡ γὰρ ἐλευθερία ψυχὰς ἀναιρεῖ.
ρογʹ. Ἐμαχήσατό ποτε Παΐζιος μετὰ ἀδελφοῦ αὐτοῦ, καθεζομένου τοῦ ἀββᾶ Ποιμένος, μέχρις αἷμα ἐκ τῶν κεφαλῶν αὐτῶν καταῤῥυῆναι· καὶ οὐδὲν τὸ σύνολον ἐλάλησεν αὐτοῖς ὁ γέρων. Εἰσῆλθεν οὖν ὁ ἀββᾶς Ἀνούβ· καὶ ἰδὼν αὐτοὺς, λέγει τῷ ἀββᾷ Ποιμένι· Διατί ἀφῆκας τοὺς ἀδελφοὺς μαχομένους, μηδὲν λαλήσας αὐτοῖς; Λέγει ὁ ἀββᾶς Ποιμήν· Ἀδελφοί εἰσι, πάλιν εἰρηνεύουσι. Λέγει ὁ ἀββᾶς Ἀνούβ· Τί ἐστι τοῦτο; εἶδες ὅτι οὕτως ἐποίησαν, καὶ λέγεις· Πάλιν εἰρηνεύουσι; Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Θὲς εἰς τὴν καρδίαν σου, ὅτι οὐκ ἤμην ὧδε ἕσω.
ροδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἀδελφοὶ οἰκοῦσι μετ’ ἐμοῦ· θέλεις κελεύσω αὐτοῖς; Λέγει αὐτῷ ὁ γέρων· Οὐχί· ἀλλὰ ποίησον πρῶτον τὸ ἔργον, καὶ ἐὰν θέλωσι ζῇν, ἑαυτοῖς βλέπουσι. Λέγει αὐτῷ ὁ ἀδελφός· Θέλουσι καὶ αὐτοὶ, Πάτερ, ἵνα κελεύσω αὐτοῖς. Λέγει αὐτῷ ὁ γέρων· Μή· ἀλλὰ γενοῦ αὐτοῖς τύπος, καὶ μὴ νομοθέτης.
ροεʹ. Εἶπε ὁ ἀββᾶς Ποιμήν· Ἐὰν παραβάλῃ σοι ἀδελφὸς, καὶ ἴδῃς ἑαυτὸν μὴ ὠφελούμενον ἐν τῇ εἰσόδῳ αὐτοῦ, ζήτησον ἐν τῇ διανοίᾳ σου, καὶ μάθε ποῖος ἦν ὁ λογισμὸς ὃν εἶχες πρὸ τῆς εἰσόδου αὐτοῦ· καὶ τότε γνώσῃ τίς ἡ αἰτία τῆς ἀνωφελείας. Ἐὰν δὲ τοῦτο ποιήσῃς μετὰ ταπεινοφροσύνης καὶ ἐννοίας, ἔσῃ ἄμεμπτος μετὰ τοῦ πλησίον σου, βαστάζων τὰ ἑαυτοῦ ἐλαττώματα. Ἐὰν γὰρ μετὰ εὐλαβείας ποιήσῃ ἄνθρωπος τὸ κάθισμα αὐτοῦ, οὐ μὴ πταίσῃ· ὁ γὰρ Θεὸς ἐνώπιον αὐτοῦ ἐστιν. Ὡς δὲ ἐγὼ ὁρῶ, ἐκ ταύτης τῆς καθέδρας κτᾶται ἄνθρωπος τὸν φόβον τοῦ Θεοῦ.
ροϛʹ. Εἶπε πάλιν· Ἄνθρωπος ἔχων παιδίον συνοικοῦν, καὶ ἐνεργούμενος εἰς αὐτὸ εἰς οἷον δ’ ἂν πάθος τοῦ παλαιοῦ ἀνθρώπου, καὶ πάλιν κατέχει αὐτὸ μεθ’ ἑαυτοῦ, ὅμοιός ἐστιν ὁ τοιοῦτος ἀνθρώπῳ ἔχοντι ἀγρὸν ὑπὸ σκωλήκων βιβρωσκόμενον.
ροζʹ. Εἶπε πάλιν· Ἡ πονηρία τὴν πονηρίαν οὐδαμῶς ἀναιρεῖ· ἀλλ’ ἐάν τίς σε κακοποιήσῃ, εὐποίησον αὐτῷ, ἵνα διὰ τῆς ἀγαθοποιίας ἀνέλῃς τὴν πονηρίαν.
ροηʹ. Εἶπε πάλιν, ὅτι Δαβὶδ ὅτε μετὰ τοῦ λέοντος συνέβαλε, τοῦ λαρυγγίου αὐτοῦ κατέσχεν αὐτὸν, καὶ εὐθέως ἀπέκτεινεν αὐτόν. Ἐὰν οὖν καὶ ἡμεῖς κατάσχωμεν τοῦ λαρυγγίου καὶ τῆς κοιλίας ἑαυτῶν, νικῶμεν διὰ τοῦ Θεοῦ τὸν ἀόρατον λέοντα.
ροθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω, ὅτι ἔρχεταί μοι θλῖψις, καὶ κινοῦμαι; Καὶ εἶπεν ὁ γέρων, ὅτι ἡ βία ποιεῖ καὶ τοὺς μικροὺς καὶ τοὺς μεγάλους κινηθῆναι.
ρπʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι ἐκάθητο εἰς Σκῆτιν μετὰ δύο ἀδελφῶν αὐτοῦ· καὶ ὁ μικρότερος ἔθλιβεν αὐτούς. Καὶ λέγει τῷ ἄλλῳ ἀδελφῷ· Παραλύει ἡμᾶς ὁ μικρότερος οὗτος· ἐγείρου, ἄγωμεν ἔνθεν. Καὶ ἐξελθόντες ἀφῆκαν αὐτόν. Ὡς οὖν εἶδεν ὅτι ἐχρόνισαν, εἶδεν αὐτοὺς μακρὰν ἀπέχοντας, καὶ ἤρξατο τρέχειν ὀπίσω αὐτῶν, κράζων. Λέγει ὁ ἀββᾶς Ποιμήν· Μείνωμεν τὸν ἀδελφὸν, ὅτι κοπιᾷ. Ὡς οὖν ἦλθε πρὸς αὐτοὺς, ἔβαλε μετάνοιαν, λέγων· Ποῦ ὑπάγετε, καὶ ἀφίετέ με μόνον; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι θλίβεις ἡμᾶς, διὰ τοῦτο ἡμεῖς ἀναχωροῦμεν. Λέγει αὐτοῖς· Ναὶ, ναὶ, ὅπου θέλετε, ἄγωμεν ὁμοῦ. Καὶ ἰδὼν ὁ γέρων τὴν ἀκακίαν αὐτοῦ, λέγει τῷ ἀδελφῷ αὐτοῦ· Ἀναστρέψωμεν, ἀδελφέ· οὐ γὰρ θέλων ταῦτα ποιεῖ, ἀλλ’ ὁ διάβολός ἐστιν ὁ ταῦτα ποιῶν αὐτῷ. Καὶ ἀναστρέψαντες ἦλθον εἰς τὸν τόπον αὐτῶν.
ρπαʹ. Ἠρώτησεν ἡγούμενος κοινοβίου τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς δύναμαι κτήσασθαι τὸν φόβον τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Πῶς δυνάμεθα κτήσασθαι φόβον Θεοῦ, ἕσωθεν ἔχοντες γαστρία τυρίων, καὶ κεράμια ταρίχων;
ρπβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἀββᾶ, δύο ἄνθρωποι ἦσαν, εἷς μοναχὸς καὶ εἷς κοσμικός. Ὁ μοναχὸς ἐλογίσατο ὀψὲ ἵνα τὸ πρωῒ ῥίψῃ τὸ σχῆμα, καὶ ὁ κοσμικὸς ἐλογίσατο ἵνα γένηται μοναχός· ἀμφότεροι δὲ ἀπέθανον τῇ νυκτὶ ἐκείνῃ· τί ἄρα λογίζεται αὐτοῖς; Καὶ εἶπεν ὁ γέρων· Ὁ μοναχὸς ἀπέθανε μοναχὸς, καὶ ὁ κοσμικὸς ἀπέθανε κοσμικός· ἐν ᾧ γὰρ εὑρέθησαν, ἀπῆλθον.
ρπγʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι Παρεβάλομέν ποτε ἀπὸ Συρίας τῷ ἀββᾷ Ποιμένι, καὶ ἠθέλομεν αὐτὸν ἐρωτῆσαι περὶ τῆς σκληρότητος τῆς καρδίας· ὁ δὲ γέρων οὐκ ᾔδει Ἑλληνιστὶ, οὐδὲ ὁ ἑρμηνεὺς εὐκαίρησεν. Ἰδὼν δὲ ἡμᾶς θλιβομένους ὁ γέρων, ἤρξατο λαλεῖν τῇ Ἑλληνίδι φωνῇ, λέγων· Ἡ φύσις τοῦ ὕδατος ἁπαλή ἐστιν, ἡ δὲ τοῦ λίθου σκληρά· τὸ δὲ βαυκάλιον ἐπάνω κρεμάμενον τοῦ λίθου, στάζον στάζον τιτρᾷ τὸν λίθον. Οὕτως καὶ ὁ λόγος τοῦ Θεοῦ ἁπαλός ἐστιν, ἡ δὲ καρδία ἡμῶν σκληρά· ἀκούων δὲ ὁ ἄνθρωπος πολλάκις τὸν λόγον τοῦ Θεοῦ, ἀνοίγεται ἡ καρδία αὐτοῦ τοῦ φοβεῖσθαι τὸν Θεόν.
ρπδʹ. Παρέβαλεν ὁ ἀββᾶς Ἰσαὰκ τῷ ἀββᾷ Ποιμένι· καὶ ἰδὼν αὐτὸν βάλλοντα μικρὸν ὕδωρ εἰς τοὺς πόδας αὐτοῦ ὡς ἔχων πρὸς αὐτὸν παῤῥησίαν, εἶπεν αὐτῷ· Πῶς τινες ἐχρήσαντο τῇ ἀποτομίᾳ, σκληραγωγήσαντες τὸ σῶμα αὐτῶν; Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἡμεῖς οὐκ ἐδιδάχθημεν σωματοκτόνοι, ἀλλὰ παθοκτόνοι.
ρπεʹ. Εἶπεν πάλιν· Τὰ τραύματα οὐ δύναμαι κόψαι, τὴν βρῶσιν, τὸ ἔνδυμα, καὶ τὸν ὕπνον· ἀλλ’ ἐκ μέρους δυνάμεθα κόψαι.
ρπϛʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων, ὅτι Πολλὰ λάχανα ἐσθίω. Ἔφη ὁ γέρων· Οὐ συμφέρει σοι· ἀλλὰ φάγε τὸν ἄρτον σου, καὶ μικρὰ λάχανα, καὶ μὴ ἀπέλθῃς εἰς τὰ πατρικά σου ἕνεκεν χρειῶν.
ρπζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι εἰ ἐκάθηντό τινες γέροντες ἔμπροσθεν αὐτοῦ, καὶ ἐλάλουν περὶ γερόντων, καὶ εἰ ὠνόμαζον τὸν ἀββᾶν Σισόην, ἔλεγεν· Ἄφετε τὰ περὶ τοῦ ἀββᾶ Σισόη· οὐ γὰρ ἔρχεται εἰς μέτρον διηγήματος τὰ περὶ αὐτοῦ.
Περὶ τοῦ ἀββᾶ Παμβώ.
αʹ. Ἦν τις λεγόμενος ἀββᾶς Παμβὼ, καὶ περὶ τούτοῦ λέγεται, ὅτι τρία ἔτη ἔμεινεν αἰτούμενος τὸν Θεὸν, καὶ λέγων· Μὴ δοξάσῃς με ἐπὶ τῆς γῆς. Καὶ οὕτως ἐδόξασεν αὐτὸν ὁ Θεὸς, ὥστε μὴ δύνασθαί τινα ἀτενίσαι εἰς τὸ πρόσωπον αὐτοῦ, ἐκ τῆς δόξης ἧς εἶχεν τὸ πρόσωπον αὐτοῦ.
βʹ. Ἦλθόν ποτε ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Παμβὼ, καὶ ἠρώτησεν αὐτὸν ὁ εἷς, λέγων· Ἀββᾶ, ἐγὼ δύο δύο νηστεύω, καὶ ζεῦγος ψωμίων ἐσθίω· ἆρα σώζω τὴν ψυχήν μου, ἢ πλανῶμαι; Εἶπεν δὲ καὶ ἄλλος· Ἀββᾶ, ἐγὼ καταλύω ἐκ τοῦ ἐργοχείρου μου δύο κεράτια καθ’ ἡμέραν, καὶ κρατῶ μικρὰ διὰ τὴν τροφὴν, τὰ δὲ ἄλλα εἰς ἀγάπην δίδωμι· ἆρα σώζομαι ἢ ἀπόλωμαι; Πολλὰ δὲ παρακαλούντων αὐτῶν, οὐκ ἔδωκεν ἀπόκρισιν. Μετὰ δὲ τέσσαρας ἡμέρας ἔχουσιν ἀναχωρῆσαι, καὶ παρεκάλουν αὐτοὺς οἱ κληρικοὶ, λέγοντες· Μὴ θλίβητε, ἀδελφοί· ὁ Θεὸς παρέχει ὑμῖν τὸν μισθόν· οὕτως ἐστὶν ἡ συνήθεια τοῦ γέροντος· οὐ ταχέως λαλεῖ, ἐὰν μὴ πληροφορήσῃ αὐτὸν ὁ Θεός. Εἰσῆλθον οὖν πρὸς τὸν γέροντα, καὶ εἶπον αὐτῷ· Ἀββᾶ, εὖξαι ὑπὲρ ἡμῶν. Λέγει αὐτοῖς· Ἀπελθεῖν θέλετε; Λέγουσι· Ναί. Καὶ ἀναλαβὼν τὰς πράξεις αὐτῶν ἐν ἑαυτῷ, γράφων ἐπὶ τὴν γῆν, ἕλεγεν· Παμβὼ δύο δύο νηστεύων, καὶ ζεῦγος ἐσθίων ψωμίων· ἆρα ἐν τούτῳ γίνεται μοναχός; Οὐχί. Καὶ Παμβὼ ἐργάζεται δύο κερατίων, καὶ δίδωσιν αὐτὰ ἀγάπην· ἆρα ἐν τούτῳ γίνεται μοναχός; οὔπω. Εἶπεν δὲ καὶ αὐτοῖς· Καλαὶ μὲν αἱ πράξεις· ἐὰν δὲ φυλάξῃς τὴν συνείδησιν ἀπὸ τοῦ πλησίον σου, οὕτως σώζῃ. Καὶ πληροφορηθέντες ἀπῆλθον μετὰ χαρᾶς.
γʹ. Παρέβαλόν ποτε τέσσαρες Σκητιῶται τῷ μεγάλῳ Παμβὼ, φοροῦντες δέρματα, καὶ ἀνήγγειλεν ἕκαστος τὴν ἀρετὴν τοῦ ἑταίρου αὐτοῦ. Ὁ μὲν εἷς ἐνήστευεν πολλά· ὁ δεύτερος ἀκτήμων ἦν· καὶ ὁ τρίτος ἐκτήσατο πολλὴν ἀγάπην· λέγουσι καὶ περὶ τοῦ τετάρτου, ὅτι εἴκοσι δύο ἔτη ἔχει ἐν ὑπακοῇ γέροντος. Ἀπεκρίθη αὐτοῖς ὁ ἀββᾶς Παμβώ· Λέγω ὑμῖν, ἡ ἀρετὴ τούτου μείζων ἐστίν. Ἕκαστος γὰρ ὑμῶν ἣν ἀρετὴν ἐκτήσατο, θελήματι αὐτοῦ ἐκράτησεν· οὗτος δὲ τὸ θέλημα αὐτοῦ κόψας, ἄλλου ποιεῖ θέλημα. Τοιοῦτοι γὰρ ἄνδρες, ὁμολογηταί εἰσιν, ἐὰν εἰς τὸ τέλος φυλάξωσιν.
δʹ. Ὁσίας μνήμης Ἀθανάσιος ὁ ἀρχιεπίσκοπος Ἀλεξανδρείας παρεκάλεσεν τὸν ἀββᾶν Παμβὼ κατελθεῖν ἐκ τῆς ἐρήμου ἐπὶ τὴν Ἀλεξάνδρειαν. Κατελθὼν δὲ, καὶ ἰδὼν ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο. Τῶν δὲ συνόντων πυθομένων, διατί ἐδάκρυσεν· Δύο με, ἔφη, κεκίνηκεν· ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια· ἕτερον δὲ, ὅτι οὐ τοιαύτην σπουδὴν ἔχω πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσον αὕτη ἵνα ἀρέσῃ ἀνθρώποις αἰσχροῖς.
εʹ. Εἶπεν ὁ ἀββᾶς Παμβὼ, ὅτι Διὰ τὸν Θεὸν, ἀφ’ οὗ ἀπεταξάμην, οὐ μετεμελήθην ἐπὶ λόγῳ ᾧ ἐλάλησα.
ϛʹ. Εἶπεν πάλιν, ὅτι τοιοῦτον ὁ μοναχὸς ὀφείλει φορεῖν ἱμάτιον, ὥστε βάλλειν αὐτὸ ἔξω τοῦ κελλίου αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ μηδεὶς λάβῃ αὐτό.
ζʹ. Ἐγένετό ποτε τὸν ἀββᾶν Παμβὼ ὁδεύειν μετὰ ἀδελφῶν εἰς τὰ μέρη τῆς Αἰγύπτου· καὶ ἰδὼν κοσμικοὺς καθημένους, λέγει αὐτοῖς· Ἀναστάντες ἀσπάσασθε τοὺς μοναχοὺς ἵνα εὐλογηθῆτε· συνεχῶς γὰρ τῷ Θεῷ λαλοῦσι, καὶ τὰ στόματα αὐτῶν ἅγιά ἐστιν.
ηʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι τελευτῶν, κατ’ αὐτὴν τὴν ὥραν τοῦ θανάτου, εἶπεν τοῖς παρεστῶσιν αὐτῷ ἁγίοις ἀνδράσιν, ὅτι Ἀφ’ οὗ ἦλθον εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου, καὶ ᾠκοδόμησά μου τὴν κέλλαν, καὶ οἴκησα ἐν αὐτῇ, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι ἄρτον φαγὼν, οὐδὲ· μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα, ἕως τῆς ἄρτι ὥρας. Καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν Θεὸν, ὡς μηδὲ ἀρξάμενος Θεῷ δουλεύειν.
θʹ. Τοῦτο δὲ εἶχεν ὑπὲρ πολλοὺς, ὅτι εἰ ἠρωτήθη λόγον γραφικὸν ἢ πνευματικὸν, οὐκ ἀπεκρίνατο εὐθὺς, ἀλλ’ ἔλεγεν μὴ εἰδέναι τὸν λόγον· καὶ ἐπερωτηθεὶς πλεῖον, οὐκ ἐδίδου ἀπόκρισιν.
ιʹ. Εἶπεν ὁ ἀββᾶς Παμβώ· Εἰ ἔχεις καρδίαν δύνασαι σωθῆναι.
ιαʹ. Ἠρώτησεν ὁ πρεσβύτερος τῆς Νιτρείας, ὅπως ὀφείλουσιν οἱ ἀδελφοὶ διάγειν. Οἱ δὲ εἶπαν· Ἐν μεγάλῃ ἀσκήσει, καὶ τηροῦντες τὴν συνείδησιν ἀπὸ τοῦ πλησίον.
ιβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι ὡς ἔλαβε Μωϋσῆς τὴν εἰκόνα τῆς δόξης Ἀδὰμ, ὅτε ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ· οὕτως καὶ τοῦ ἀββᾶ Παμβὼ ὡς ἀστραπὴ ἔλαμπε τὸ πρόσωπον, καὶ ἦν ὡς βασιλεὺς καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. Τῆς αὐτῆς ἐργασίας ἦν καὶ ὁ ἀββᾶς Σιλουανὸς, καὶ ὁ ἀββᾶς Σισόης.
ιγʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι οὐδέποτε ἐμειδία τὸ πρόσωπον αὐτοῦ. Μιᾶς οὖν τῶν ἡμερῶν θέλοντες οἱ δαίμονες ποιῆσαι αὐτὸν γελάσαι, ἔδησαν εἰς ξύλον πτερὸν, καὶ ἐβάσταζον, θόρυβον ποιοῦντες, καὶ λέγοντες· Ἀλλὴ, ἀλλή. Ἰδὼν δὲ αὐτοὺς ὁ ἀββᾶς Παμβὼ ἐγέλασεν. Οἱ δὲ δαίμονες ἤρξαντο χορεύειν, λέγοντες· Οὐὰ, οὐὰ, Παμβὼ γεγέλακεν· ὁ δέ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἐγέλασα, ἀλλὰ κατεγέλασα τὴν ἀδυναμίαν ὑμῶν, ὅτι τοσοῦτοι τὸ πτερὸν βαστάζετε.
ιδʹ. Ἠρώτησεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης τὸν ἀββᾶν Παμβώ· Εἰπέ μοι ῥῆμα. Καὶ μετὰ πολλοῦ κόπου εἶπεν αὐτῷ· Θεόδωρε, ὕπαγε, τὸ ἔλεός σου ἔχε ἐπὶ πάντας· τὸ γὰρ ἔλεος εὗρεν παῤῥησίαν ἐνώπιον τοῦ Θεοῦ.
Περὶ τοῦ ἀββᾶ Πιστοῦ.
Διηγήσατο ὁ ἀββᾶς Πιστὸς, λέγων, ὅτι Ἀπήλθομεν ἑπτὰ ἀναχωρηταὶ πρὸς τὸν ἀββᾶν Σισόην οἰκοῦντα ἐν τῷ Κλύσματι, παρακαλοῦντες αὐτὸν εἰπεῖν ἡμῖν λόγον. Καὶ εἶπε· Συγχωρήσατέ μοι, ἰδιώτης ἄνθρωπός εἰμι· ἀλλὰ παρέβαλον πρὸς τὸν ἀββᾶν Ὢρ, καὶ τὸν ἀββᾶν Ἀθρέ· ἦν δὲ ἐν ἀσθενείᾳ ὁ ἀββᾶς Ὢρ, δέκα καὶ ὀκτὼ ἔτη· καὶ ἔβαλον αὐτοῖς μετάνοιαν, εἰπεῖν μοι λόγον. Καὶ εἶπεν ὁ ἀββᾶς Ὤρ· Τί ἔχω εἰπεῖν σοι; ἄπελθε, καὶ ὃ βλέπεις ποίησον. Ὁ Θεὸς ἐκείνου ἐστὶ, τοῦ πλεονεκτοῦντος, ἤτοι βιαζομένου ἑαυτὸν εἰς πάντα. Οὐκ ἦσαν δὲ ἀπὸ μιᾶς ἐνορίας ὁ ἀββᾶς Ὢρ, καὶ ὁ ἀββᾶς Ἀθρέ· ἐγένετο δὲ μεγάλη εἰρήνη μεταξὺ αὐτῶν, ἕως ἐξῆλθον ἀπὸ τοῦ σώματος. Ἦν γὰρ μεγάλη ἡ ὑπακοὴ τοῦ ἀββᾶ Ἀθρὲ, καὶ πολλὴ ἡ ταπεινοφροσύνη τοῦ ἀββᾶ Ὤρ. Ἐποίησα δὲ μικρὰς ἡμέρας πρὸς αὐτοὺς, ἀνιχνεύων αὐτούς· καὶ εἶδον μέγα θαῦμα ὃ ἐποίησεν ὁ ἀββᾶς Ἀθρέ. Ἤνεγκεν αὐτοῖς τις μικρὸν ὀψάριον, καὶ ἠβουλήθη αὐτὸ ποιῆσαι ὁ ἀββᾶς Ἀθρὲ τῷ γέροντι· εἶχε δὲ τὴν μάχαιραν κόπτων τὸ ὀψάριον· καὶ ἐκάλεσεν αὐτὸν ὁ ἀββᾶς Ὤρ· καὶ ἀφῆκε τὴν μάχαιραν μέσον τοῦ ὀψαρίου, καὶ οὐκ ἔκοψε τὸ ἐπίλοιπον. Καὶ ἐθαύμασα τὴν μεγάλην ὑπακοὴν αὐτοῦ, διότι οὐκ εἶπε· Μακροθύμησον ἕως κόψω τὸ ὀψάριον. Εἶπον δὲ τῷ ἀββᾷ Ἀθρέ· Ποῦ εὗρες τὴν ὑπακοὴν ταύτην; Καὶ εἶπέ μοι· Οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ γέροντός ἐστι. Καὶ ἔλαβέ με λέγων· Δεῦρο, βλέπε τὴν ὑπακοὴν αὐτοῦ. Καὶ ἥψησε τὸ ὀψάριον, καὶ ἠφάνισεν αὐτὸ θέλων, καὶ παρέθηκε τῷ γέροντι. Καὶ ἔφαγε μηδὲν λαλήσας. Καὶ εἶπεν αὐτῷ· Καλόν ἐστι, γέρον; Καὶ ἀπεκρίθη· Καλόν ἐστι πάνυ. Μετὰ ταῦτα ἤνεγκεν αὐτῷ μικρὸν καλὸν σφόδρα, καὶ εἶπεν· Ἠφάνισα αὐτὸ, γέρον. Καὶ ἀπεκρίθη, λέγων· Ναὶ, ἠφάνισας αὐτὸ μικρόν. Καὶ εἶπέ μοι ὁ ἀββᾶς Ἀθρέ· Εἶδες ὅτι ἡ ὑπακοὴ τοῦ γέροντός ἐστι; Καὶ ἐξῆλθον ἀπ’ αὐτῶν, καὶ εἴ τι εἶδον, ἐποίησα τὴν δύναμίν μου φυλάξαι. Ταῦτα εἶπε τοῖς ἀδελφοῖς ὁ ἀββᾶς Σισόης. Εἷς δὲ ἐξ ἡμῶν παρεκάλεσεν αὐτὸν, λέγων· Ποίησον ἀγάπην, εἰπὲ ἡμῖν καὶ αὐτὸς ἕνα λόγον. Καὶ εἶπεν· Ὁ κατέχων τὸ ἀψήφιστον ἐν γνώσει, ἐπιτελεῖ πᾶσαν τὴν Γραφήν. Πάλιν ἕτερος ἐξ ἡμῶν εἶπεν αὐτῷ· Τί ἐστι ξενιτεία, Πάτερ; Καὶ εἶπε· Σιώπα, καὶ εἰπέ· Οὐκ ἔχω πρᾶγμα, ἐν παντὶ τόπῳ ὅπου ἐὰν ἀπέρχῃ· καὶ αὕτη ἐστὶν ἡ ξενιτεία.
Περὶ τοῦ ἀββᾶ Πίωρ.
αʹ. Ὁ μακάριος Πίωρ ἐργασάμενος εἰς τὸ θέρος παρά τινι, ὑπεμίμνησκε λαβεῖν τὸν μισθόν· τοῦ δὲ ὑπερθεμένου, εἰς τὴν μονὴν ἐπανῆλθε. Πάλιν τοῦ καιροῦ καλέσαντος, θερίσας παρ’ αὐτῷ, καὶ μετὰ προθυμίας ἐργασάμενος, οὐδὲν ἐκείνου παρασχόντος, ἐπανῆλθεν εἰς τὴν μονὴν αὐτοῦ. Τοῦ δὲ τρίτου συμπληρωθέντος ἔτους, τὴν συνήθη ἐργασίαν τελέσας ὁ γέρων, ἀνεχώρησε μηδὲν εἰληφώς. Καὶ τοῦ Κυρίου ἐτάσαντος τὸν ἐκείνου οἶκον, ἐπιφερόμενος τὸν μισθὸν, εἰς τὰ μοναστήρια περιῆγε ζητῶν τὸν ἅγιον. Καὶ μόλις εὑρὼν αὐτὸν, προσέπεσε τοῖς ποσὶν αὐτοῦ· καὶ ἀποδιδοὺς ἔφασκεν, ὅτι Ἐμοὶ ὁ Κύριος ἀπέδωκεν. Ὁ δὲ ἐπέτρεψεν αὐτῷ παρασχεῖν αὐτὰ εἰς τὴν ἐκκλησίαν τῷ πρεσβυτέρῳ.
βʹ. Ὁ ἀββᾶς Πίωρ περιπατῶν ἤσθιε. Πυθομένου δέ τινος, Διατί οὕτως ἐσθίεις; Οὐ βούλομαι, ἔφη, ὡς ἔργῳ τῷ βρώματι χρήσασθαι, ἀλλ’ ὡς παρέργῳ. Πρὸς ἕτερον δὲ περὶ τούτου ἐρωτήσαντα ἀπεκρίνατο· Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν, φησὶν, ἡδονῆς σωματικῆς αἰσθάνηται ἡ ψυχή μου.
γʹ. Ἐγένετό ποτε συνέδριον ἐν Σκήτει περὶ σφαλέντος ἀδελφοῦ· καὶ ἐλάλουν οἱ Πατέρες· ὁ δὲ ἀββᾶς Πίωρ ἐσιώπα· ὕστερον δὲ ἀναστὰς ἐξῆλθε, καὶ λαβὼν σάκκον, ἐπλήρωσε ψάμμου, καὶ ἐβάστασεν εἰς τὸν ὦμον αὐτοῦ· καὶ λαβὼν εἰς μαλάκιν μικρὸν τῆς ψάμμου, ἐβάστασεν ἔμπροσθεν. Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Πατέρων, τί ἄν εἴη τοῦτο, λέγει· Οὗτος ὁ σάκκος ὁ ἔχων τὴν πολλὴν ψάμμον τὰ ἐμά ἐστι πλημμελήματα, ὅτι πολλά ἐστι· καὶ ἀφῆκα αὐτὰ ὀπίσω μου, τοῦ μὴ πονῆσαι περὶ αὐτῶν καὶ κλαῦσαι· καὶ ἰδοὺ ταῦτα τὰ μικρὰ τοῦ ἀδελφοῦ μου ἔμπροσθέν μού εἰσι, καὶ εἰς αὐτὰ ἀδολεσχῶ κρίνων αὐτόν. Οὐ χρὴ δὲ οὕτως ποιεῖν, ἀλλὰ μᾶλλον τὰ ἐμὰ ἔμπροσθέν μου ἐνεγκεῖν, καὶ αὐτῶν φροντίσαι, καὶ παρακαλεῖν τὸν Θεὸν συγχωρῆσαί μοι. Καὶ ἀναστάντες οἱ Πατέρες εἶπον· Ὄντως αὕτη ἐστὶν ἡ ὁδὸς τῆς σωτηρίας.
Περὶ τοῦ ἀββᾶ Πιτυρίωνος.
Ἔλεγεν ὁ ἀββᾶς Πιτυρίων ὁ μαθητὴς τοῦ ἀββᾶ Ἀντωνίου, ὅτι ὁ βουλόμενος ἀπελαύνει δαίμονας πρότερον τὰ πάθη δουλώσεται· οἵου γὰρ ἂν πάθους περιγένηταί τις, τούτου καὶ τὸν δαίμονα ἀπελαύνει. Ἕπεται, φησὶ, δαίμων τῇ ὀργῇ· ἐὰν τῆς ὀργῆς κρατήσῃς, ἀπελήλαται ταύτης ὁ δαίμων. Ὁμοίως καὶ περὶ ἑκάστου πάθους.
Περὶ τοῦ ἀββᾶ Πιστάμωνος.
Ἠρώτησέ τις ἀδελφὸς τὸν ἀββᾶν Πιστάμωνα, λέγων· Τί ποιήσω, ὅτι θλίβομαι εἰς τὸ πωλῆσαι τὸ ἐργόχειρόν μου; Καὶ ἀποκριθεὶς ὁ γέρων, εἶπεν, ὅτι Καὶ ὁ ἀββᾶς Σισόης καὶ οἱ λοιποὶ ἐπώλουν τὸ ἐργόχειρον αὐτῶν· τοῦτο οὐκ ἔστι βλάβος· ἀλλ’ ὅταν πωλῇς, εἰπὲ ἅπαξ τὴν τιμὴν τοῦ σκεύους· λοιπὸν ἐὰν θέλῃς μικρὸν ἀφῆσαι τῆς τιμῆς, ἐν σοί ἐστιν. Οὕτω ἂν εὑρήσεις ἀνάπαυσιν. Πάλιν εἶπεν αὐτῷ ὁ ἀδελφός· Ἐὰν ἔχω τὴν χρείαν μου ὅθεν δήποτε, θέλεις ἵνα φροντίσω ἐργόχειρον; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἐὰν ἔχῃς ὅσον δήποτε, μὴ καταλείψῃς τὸ ἐργόχειρόν σου· ὅσον δύνασαι ποίησον, μόνον μὴ μετὰ ταραχῆς.
Περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ Πιονίτου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ Πιονίτου εἰς τὰ Κελλία, ὅτι οἶνον οὐκ ἔπινεν. Ὅτε οὖν ἐγήρασεν, ἐποίουν οἱ ἀδελφοὶ μικρὸν συγκεραστὸν, καὶ παρεκάλουν αὐτὸν οἱ ἀδελφοὶ δέξασθαι. Καὶ ἔλεγε· Θαρσεῖτέ μοι, ὅτι ὡς κονδίτον αὐτὸ ἔχω. Καὶ ἔκρινεν ἑαυτὸν εἰς τὸ συγκεραστόν.
βʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Πέτρῳ τῷ τοῦ ἀββᾶ Λὼτ, ὅτι Ὅταν εἰμὶ ἐν τῷ κελλίῳ μου, ἐν εἰρήνῃ ἐστὶν ἡ ψυχή μου· ἐὰν δὲ ἀδελφὸς παραβάλῃ μοι, καὶ τοὺς λόγους τῶν ἔξω εἴπῃ μοι, ταράσσεται ἡ ψυχή μου. Λέγει ὁ ἀββᾶς Πέτρος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Λώτ· Τὸ κλειδίον σου ἀνοίγει τὴν θύραν μου. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Λέγει ὁ γέρων· Ἐάν τίς σοι παραβάλῃ, λέγεις αὐτῷ· Πῶς ἔχεις; Πόθεν ἦλθες; Πῶς ἔχουσιν οἱ ἀδελφοί; Προσελάβοντό σε, ἢ οὔ; Καὶ τότε ἀνοίγεις τὴν θύραν τοῦ ἀδελφοῦ, καὶ ἀκούεις ἃ οὐ θέλεις. Λέγει αὐτῷ· Οὕτως ἔχει. Τί οὖν ποιήσει ἄνθρωπος, ἐὰν ἔλθῃ πρὸς αὐτὸν ἀδελφός; Λέγει ὁ γέρων· Τὸ πένθος ὅλον διδαχή ἐστιν· ὅπου δὲ οὐκ ἔστι πένθος, οὐ δυνατὸν φυλάξασθαι. Λέγει ὁ ἀδελφός· Ὅταν ἐν τῷ κελλίῳ ὦ, μετ’ ἐμοῦ ἐστι τὸ πένθος· ἐὰν δὲ ἔλθῃ τις πρὸς μὲ, ἢ ἐξέλθω ἐκ τοῦ κελλίου, οὐχ εὑρίσκω αὐτό. Λέγει ὁ γέρων· Οὐδέπω σοι ὑπετάγη, ἀλλ’ ὡς ἐν χρήσει ἐστί. Γέγραπται γὰρ ἐν τῷ νόμῳ, ὅτι Ὅταν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. Ἐὰν δὲ δῷς αὐτῷ γυναῖκα, καὶ γεννήσῃ παιδία ἐν τῇ οἰκίᾳ σου, καὶ μὴ θελήσῃ ἀποδιδράσκειν διὰ τὴν γυναῖκα καὶ τὰ παιδία, προσάξεις αὐτὸν πρὸς τὴν θύραν τοῦ οἴκου, καὶ τρυπήσεις αὐτοῦ τὸ ὠτίον τῷ ὀπητίῳ, καὶ ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα. Λέγει ὁ ἀδελφός· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Λέγει ὁ γέρων· Ἐὰν κάμῃ ἄνθρωπος εἰς πρᾶγμα κατὰ δύναμιν, οἵαν ὥραν ζητήσει αὐτὸ εἰς χρείαν, εὑρήσει αὐτό. Λέγει αὐτῷ· Ποίησον ἀγάπην· εἰπέ μοι τὸ ῥῆμα τοῦτο. Λέγει ὁ γέρων· Οὐδὲ νόθος υἱὸς παραμένει τινὶ δουλεύων, ἀλλ’ ὁ γεννώμενος υἱὸς οὐκ ἐᾷ τὸν πατέρα αὐτοῦ.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Πέτρου καὶ τοῦ ἀββᾶ Ἐπιμάχου, ὅτι συμφωνηταὶ ἦσαν εἰς Ῥαϊθοῦ. Ἐσθιόντων δὲ αὐτῶν ἐν τῇ ἐκκλησίᾳ, ἐβιάσαντο αὐτοὺς ἐλθεῖν εἰς τὴν τράπεζαν τῶν γερόντων. Καὶ μετὰ πολλοῦ κόπου ἀπῆλθεν ὁ ἀββᾶς Πέτρος μόνος. Καὶ ὡς ἀνέστησαν, λέγει αὐτῷ ὁ ἀββᾶς Ἐπίμαχος· Πῶς ἐτόλμησας ἀπελθεῖν εἰς τὴν τράπεζαν τῶν γερόντων; Ὁ δὲ ἀπεκρίθη· Εἰ ἐκάθισα μεθ’ ὑμῶν, ὡς γέροντα οἱ ἀδελφοὶ ἤμελλον προτρέπεσθαί με εὐλογεῖν πρῶτον, καὶ ὡς μείζων ὑμῶν εἶχον εἶναι· νῦν οὖν ἀπελθὼν ἐγγὺς τῶν Πατέρων, μικρότερος πάντων ἤμην, καὶ ταπεινότερος τῷ λογισμῷ.
δʹ. Εἶπεν ὁ ἀββᾶς Πέτρος, ὅτι Οὐ δεῖ ἐπαίρεσθαι ὅταν ὁ Κύριος ποιήσῃ τι δι’ ἡμῶν, ἀλλὰ μᾶλλον εὐχαριστεῖν ὅτι κατηξιώθημεν προσκληθῆναι ὑπ’ αὐτοῦ. Τοῦτο δ’ ἐπὶ πάσης ἀρετῆς ἔλεγε συμφέρειν λογίζεσθαι.
Περὶ τοῦ ἀββᾶ Παφνουτίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος, ὅτι Διοδεύων ἐν τῇ ὁδῷ, γέγονέ με ἀποπλανηθῆναι ἀπὸ δρόσου, καὶ εὑρεθῆναι πλησίον κώμης. Καὶ εἶδόν τινας ὁμιλοῦντας ἀλλήλοις· καὶ ἐστάθην δεόμενος περὶ τῶν ἁμαρτιῶν μου. Καὶ ἰδοὺ ἄγγελος ἦλθεν ἔχων ῥομφαίαν, καὶ λέγει μοι· Παφνούτιε, πάντες οἱ κρίνοντες τοὺς ἀδελφοὺς αὐτῶν, ἐν ταύτῃ τῇ ῥομφαίᾳ ἀπολοῦνται· σὺ δὲ ὅτι οὐκ ἔκρινας, ἀλλ’ ἐταπείνωσας ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, ὡς σὺ τὴν ἁμαρτίαν ποιήσας, διὰ τοῦτο τὸ ὄνομά σου ἐγγέγραπται ἐν βίβλῳ ζώντων.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παφνουτίου, ὅτι οὐ ταχέως ἔπινεν οἶνον. Ὁδεύων δέ ποτε εὑρέθη ἐπάνω κοληγίου λῃστῶν, καὶ εὗρεν αὐτοὺς πίνοντας οἶνον. Ἐγνώριζε δὲ αὐτὸν ὁ ἀρχιλῃστὴς, καὶ ᾔδει ὅτι οὐ πίνει οἶνον. Καὶ θεωρῶν αὐτὸν ἀπὸ μεγάλου κόπου, ἐγέμισε ποτήριον οἴνου, καὶ τὸ ξίφος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ λέγει τῷ γέροντι· Ἐὰν μὴ πίῃς, φονεύω σε. Γνοὺς δὲ ὁ γέρων ὅτι ἐντολὴν Θεοῦ θέλει ποιῆσαι, βουλόμενος αὐτὸν κερδῆσαι, ἔλαβε καὶ ἔπιεν. Ὁ δὲ ἀρχιλῃστὴς μετενόησεν αὐτῷ, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι ἔθλιψά σε. Καὶ λέγει ὁ γέρων· Πιστεύω τῷ Θεῷ, ὅτι διὰ τὸ ποτήριον τοῦτο ποιεῖ μετὰ σοῦ ἔλεος καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Λέγει ὁ ἀρχιλῃστής· Πιστεύω τῷ Θεῷ, ὅτι ἀπὸ τοῦ νῦν οὐ μὴ κακοποιήσω τινά. Καὶ ἐκέρδησεν ὁ γέρων ὅλον τὸν κολήγιον, ἀφεὶς τὸ θέλημα αὐτοῦ δια τὸν Κύριον.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος· Εἰς πάσας τὰς ἡμέρας τῆς ζωῆς τῶν γερόντων, δὶς τὸν μῆνα παρέβαλον αὐτοῖς, ἔχων ἀπ’ αὐτῶν τὸ διάστημα μίλια δώδεκα, καὶ πάντα λογισμὸν ἔλεγον αὐτοῖς, καὶ οὐδέν μοι ἕτερον ἔλεγον, ἢ τοῦτο, ὅτι Εἰς ὃν ἃν τόπον ἀπέλθῃς, μὴ μετρεῖς ἑαυτὸν, καὶ ἔσῃ ἀναπαυόμενος.
δʹ. Ἦν τις ἀδελφὸς εἰς Σκῆτιν μετὰ τοῦ ἀββᾶ Παφνουτίου, καὶ ἐπολεμεῖτο εἰς πορνείαν, καὶ ἔλεγεν· Ἐὰν λάβω δέκα γυναῖκας, οὐ πληρῶ τὴν ἐπιθυμίαν μου. Ὁ δὲ γέρων παρεκάλει λέγων· Μὴ, τέκνον· πόλεμός ἐστι τῶν δαιμόνων. Καὶ οὐκ ἐπείσθη· ἀλλὰ ἀπῆλθεν εἰς Αἴγυπτον, καὶ ἔλαβε γυναῖκα. Μετὰ δὲ χρόνον ἐγένετο ἀναβῆναι τὸν γέροντα εἰς Αἴγυπτον, καὶ ἀπαντῆσαι αὐτὸν βαστάζοντα σπυρίδια ὀστράκων· ὁ δὲ γέρων οὐκ ἐγνώρισεν αὐτόν· ἀλλ’ αὐτὸς λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ δεῖνα ὁ μαθητής σου. Καὶ ἰδὼν αὐτὸν ὁ γέρων ἐν τῇ ἀτιμίᾳ ἐκείνῃ, ἔκλαυσε, καὶ εἶπε· Πῶς ἀφῆκας τὴν τιμὴν ἐκείνην, καὶ ἦλθες εἰς τὴν ἀτιμίαν ταύτην; πλὴν ἔλαβες τὰς δέκα γυναικας; Καὶ στενάξας εἶπε· Φύσει μίαν ἔλαβον, καὶ ταλαιπωρῶ πῶς αὐτὴν χορτάσω ἄρτον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Δεῦρο πάλιν μεθ’ ἡμῶν. Καὶ εἶπεν· Ἔνι μετάνοια, ἀββᾶ; Ὁ δὲ εἶπεν· Ἔνι. Καὶ καταλείψας πάντα, ἠκολούθησεν αὐτόν· καὶ εἰσελθὼν εἰς Σκῆτιν, ἀπὸ τῆς πείρας γέγονε δόκιμος μοναχός.
εʹ. Ἀδελφῷ ἐν τῇ ἐρήμῳ καθημένῳ τῆς Θηβαΐδος, ἦλθεν αὐτῷ λογισμὸς, λέγων· Τί κάθῃ ἄκαρπος; ἀνάστα, ὕπαγε εἰς κοινόβιον, καὶ ἐκεῖ ποιεῖς καρπόν. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Παφνούτιον, καὶ ἀνήγγειλεν αὐτῷ τὸν λογισμόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, κάθου εἰς τὸ κελλίον σου· καὶ ποίει μίαν εὐχὴν πρωῒ, καὶ μίαν ἑσπέρας, καὶ μίαν τὴν νύκτα· καὶ ὅταν πεινᾷς, φάγε, καὶ ὅταν διψᾷς, πίε, καὶ ὅταν νυστάζῃς, κοιμῶ· καὶ μένε εἰς γῆν ἔρημον· καὶ μὴ πεισθῇς αὐτῷ. Ἦλθε δὲ καὶ πρὸς τὸν ἀββᾶν Ἰωάννην, καὶ ἀνήγγειλε τὰ ῥήματα τοῦ ἀββᾶ Παφνουτίου. Καὶ λέγει ὁ ἀββᾶς Ἰωάννης· Μὴ ποιήσῃς ὅλως εὐχὴν, μόνον κάθου εἰς τὸ κελλίον σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ ἀνήγγειλεν αὐτῷ πάντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κράτει ὡς οἱ Πατέρες σοι εἶπαν· πλεῖον γὰρ τούτων, οὐκ ἔχω σοί τι εἰπεῖν. Καὶ πληροφορηθεὶς ἀπῆλθεν.
Περὶ τοῦ ἀββᾶ Παύλου.
Διηγήσατό τις τῶν Πατέρων περί τινος ἀββᾶ Παύλου, ὅτι ἦν ἐκ τῶν κάτω μερῶν τῆς Αἰγύπτου, οἰκῶν δὲ ἐν Θηβαΐδι· ὅτι οὗτος ἐκράτει ταῖς χερσὶν αὐτοῦ τοὺς κεράστας καὶ τοὺς ὄφεις, καὶ ἔσχιζεν αὐτοὺς μέσους. Καὶ ἔβαλον αὐτῷ οἱ ἀδελφοὶ μετάνοιαν, λέγοντες· Εἰπὲ ἡμῖν ποίαν ἐργασίαν ἐποίησας, ἵνα λάβῃς τὴν χάριν ταύτην. Ὁ δὲ ἔφη· Συγχωρήσατέ μοι, Πατέρες· ἐάν τις κτήσηται καθαρότητα, πάντα ὑποτάσσεται αὐτῷ, ὡς τῷ Ἀδὰμ ὅτε ἦν ἐν παραδείσῳ, πρὶν ἢ παραβῆναι τὴν ἐντολήν.
Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ κοσμίτου.
αʹ. Ὁ ἀββᾶς Παῦλος ὁ κοσμίτης καὶ Τιμόθεος ὁ ἀδελφὸς αὐτοῦ ἐκαθέζοντο ἐν τῇ Σκήτει· καὶ πολλαχῶς ἐγίνετο μεταξὺ αὐτῶν ἀντιλογία. Λέγει ὁ ἀββᾶς Παῦλος· Ἕως πότε μένομεν οὕτως; Λέγει αὐτῷ ὁ ἀββᾶς Τιμόθεος· Ποίησον ἀγάπην· ὅταν ἔρχωμαι ἐπάνω σου, βάσταξόν με· καὶ ὅταν ἔρχῃ καὶ σὺ ἐπάνω μου, βαστάζω σε κἀγώ. Καὶ ποιήσαντες οὕτως ἀνεπάησαν τὰς ἐπιλοίπους αὐτῶν ἡμέρας.
βʹ. Ὁ αὐτὸς ἀββᾶς Παῦλος καὶ Τιμόθεος κοσμῖται ἦσαν ἐν τῇ Σκήτει, καὶ ὠχλοῦντο ὑπὸ τῶν ἀδελφῶν. Καὶ λέγει ὁ Τιμόθεος τῷ ἀδελφῷ αὐτοῦ· Τί θέλομεν τὴν τέχνην ταύτην; οὐκ ἀφιόμεθα ἡσυχάσαι ὅλην τὴν ἡμέραν. Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Παῦλος εἶπεν αὐτῷ· Ἀρκεῖ ἡμῖν ἡ ἡσυχία τῆς νυκτὸς, ἐὰν νήφῃ ἡμῶν ἡ διάνοια.
Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ μεγάλου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Παῦλος ὁ μέγας ὁ Γαλάτης, ὅτι Μοναχὸς ἔχων μικρὰς χρείας ἐν τῇ κέλλῃ αὐτοῦ, καὶ ἐξερχόμενος φροντίσαι, ἀπὸ δαιμόνων χλευάζεται· καὶ γὰρ κἀγὼ αὐτὸ ἔπαθον.
βʹ. Εἶπεν ὁ ἀββᾶς Παῦλος· Εἰς βόρβορόν εἰμι καταποντιζόμενος ἕως τραχήλου, καὶ κλαίω ἔμπροσθεν τοῦ Θεοῦ, λέγων· Ἐλέησόν με.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παύλου, ὅτι ἐποίησε τὴν Τεσσαρακοστὴν εἰς ματὶν φακοῦ καὶ λαγύνιον ὕδατος· καὶ εἰς ἓν μαλάκιον, αὐτὸ πλέκων καὶ ἀναλύων, ἕως τῆς ἑορτῆς ἐγκεκλεισμένος.
Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ ἁπλοῦ.
Ὁ μακάριος ἀββᾶς Παῦλος ὁ ἁπλοῦς ὁ τοῦ ἁγίου Ἀντωνίου μαθητὴς, διηγήσατο τοῖς Πατράσι πρᾶγμα τοιοῦτον· ὅτι ποτὲ παραγενόμενος ἐν μοναστηρίῳ ἐπισκέψεως ἕνεκεν καὶ ὠφελείας χάριν ἀδελφῶν, μετὰ τὴν πρὸς ἀλλήλους αὐτῶν συνήθη διάλεκτον, εἴσεισιν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ τὴν συνήθη σύναξιν ἐπιτελέσαι. Ὁ δὲ μακάριος Παῦλος, φησὶ, προσέσχεν ἑκάστῳ τῶν εἰσιόντων εἰς τὴν ἐκκλησίαν, ὁποίᾳ ἄρα ψυχῇ εἰσίασιν εἰς τὴν σύναξιν· εἶχε γὰρ καὶ ταύτην τὴν χάριν παρὰ Κυρίου δοθεῖσαν αὐτῷ, ὥστε ὁρᾷν ἕκαστον ὁποῖός ἐστι τῇ ψυχῇ, ὥσπερ ἡμεῖς βλέπομεν ἀλλήλων τὰ πρόσωπα. Πάντων δὲ εἰσιόντων λαμπρᾷ τῇ ὄψει καὶ φαιδρῷ τῷ προσώπῳ, τόν τε ἑκάστου ἄγγελον χαίροντα ἐπ’ αὐτῷ· ἕνα, φησὶν, ὁρᾷ μέλαντα καὶ ζοφώδη ὅλον τὸ σῶμα, δαίμονας δὲ παρ’ ἑκατέρᾳ τοῦτον συνέχοντας καὶ ἕλκοντας αὐτὸν πρὸς ἑαυτοὺς, φορβειὰν ἐπὶ τὴν ῥῖνα αὐτοῦ βάλλοντας· τόν τε ἅγιον ἄγγελον αὐτοῦ ἀπὸ μακρόθεν ἀκολουθοῦντα σκυθρωπὸν καὶ κατηφῆ. Ὁ δὲ Παῦλος δακρύσας, καὶ τῇ χειρὶ τὸ στῆθος πλήξας, ἐκαθέζετο πρὸ τῆς ἐκκλησίας, ἀποκλαιόμενος σφόδρα τὸν οὕτως ὀφθέντα αὐτῷ. Οἱ δὲ θεασάμενοι τὸ παράδοξον τοῦ ἀνδρὸς, τήν τε ὀξεῖαν αὐτοῦ μεταβολὴν, πρὸς δάκρυα καὶ πένθος κινήσαντα, ἠρώτων αὐτὸν παρακαλοῦντες τὸ διατί κλαίει εἰπεῖν, νομίζοντες μήτι καταγνοὺς ἁπάντων τοῦτο ποιεῖ· παρεκάλουν τε αὐτὸν καὶ εἰς τὴν σύναξιν σὺν αὐτοῖς εἰσιέναι. Ὁ δὲ Παῦλος ἀποσεισάμενος αὐτοὺς ἐκαθέζετο ἔξω, ἀποδυρόμενος πάνυ τὸν οὕτως ὀφθέντα αὐτῷ. Μετ’ οὐ πολὺ δὲ τῆς συνάξεως ἀπολυθείσης, καὶ πάντων ἐξιόντων, πάλιν κατεμάνθανεν ὁ Παῦλος ἕκαστον, βουλόμενος γνῶναι οἷοι ἐξέρχονται· καὶ ὁρᾷ τὸν ἄνδρα ἐκεῖνον, τὸν μέλαν καὶ ζοφῶδες ἔχοντα τὸ πρὶν ὅλον τὸ σῶμα, ἐξερχόμενον ἀπὸ τῆς ἐκκλησίας λαμπρὸν τῷ προσώπῳ, λευκὸν τῷ σώματι, καὶ τοὺς δαίμονας μακράν που ἀκολουθοῦντας, τόν τε ἅγιον ἄγγελον ἐγγὺς αὐτοῦ παρεπόμενον καὶ χαίροντα ἐπ’ αὐτῷ σφόδρα. Ὁ δὲ Παῦλος ἀναπηδήσας μετὰ χαρᾶς, ἐβόα εὐλογῶν τὸν Θεὸν, καὶ λέγων· Ὢ τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος! Δραμὼν δὲ καὶ ἀναβὰς ἐπὶ βαθμοῦ ὑψηλοῦ, μεγάλῃ τῇ φωνῇ ἔλεγε· Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς φοβερὰ καὶ πάσης ἐκπλήξεως ἄξια. Δεῦτε καὶ ἴδετε τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ εἴπωμεν· Σὺ μόνος δύνασαι ἀφαιρεῖν ἁμαρτίας. Συνέτρεχον δὲ πάντες μετὰ σπουδῆς, τῶν λεγομένων ἀκοῦσαι βουλόμενοι. Καὶ συνελθόντων πάντων, διηγεῖτο ὁ Παῦλος τὰ ὁραθέντα αὐτῷ πρὸ τῆς εἰσόδου τῆς ἐκκλησίας, καὶ μετὰ ταῦτα πάλιν, καὶ ἠξίου τὸν ἄνδρα ἐκεῖνον λέγειν τὴν αἰτίαν, δι’ ἣν αὐτῷ τὴν τοσαύτην μεταβολὴν αἰφνιδίως ὁ Θεὸς ἐχαρίσατο. Ὁ δὲ ἄνθρωπος ἐλεγχθεὶς ὑπὸ τοῦ Παύλου, ἐνώπιον πάντων ἀνυποστόλως διηγεῖτο τὰ καθ’ ἑαυτὸν, λέγων· Ἐγὼ ἄνθρωπός εἰμι ἁμαρτωλὸς, φησὶ, καὶ ἐκ πολλοῦ τοῦ χρόνου πορνείαις συνέζων μέχρι τοῦ νῦν· εἰσελθὼν δὲ νῦν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, ἤκουσα τοῦ ἁγίου προφήτου Ἡσαΐου ἀναγινωσκομένου, μᾶλλον δὲ τοῦ Θεοῦ λαλοῦντος δι’ αὐτοῦ· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν καρδιῶν ὑμῶν· ἀπέναντι τῶν ὀφθαλμῶν μου, μάθετε καλὸν ποιεῖν. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐγὼ δὲ, φησὶν, ὁ πόρνος, ἐπὶ τῷ λόγῳ τοῦ προφήτου κατανυγεὶς τὴν ψυχὴν, καὶ στενάξας ἐν τῇ διανοίᾳ μου, εἶπον πρὸς τὸν Θεὸν, ὅτι Σὺ ὁ Θεὸς, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ἃ νῦν διὰ τοῦ προφήτου σου ἐπηγγείλω, ταῦτα καὶ εἰς ἐμὲ πλήρωσον τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν δίδωμί σοι λόγον, συντάσσομαι δὲ, καὶ ἐκ καρδίας ἐξομολογοῦμαί σοι, ὅτι οὐ μὴ πράξω ἔτι τι τῶν κακῶν· ἀλλὰ ἀποτάσσομαι πᾶσαν παρανομίαν, καὶ δουλεύσω σοι ἀπὸ τοῦ νῦν ἐν καθαρᾷ συνειδήσει. Σήμερον, ὦ Δέσποτα, καὶ ἐκ τῆς ὥρας ταύτης, δέξαι με μετανοοῦντα, καὶ προσπίπτοντά σοι, καὶ ἀπεχόμενον τοῦ λοιποῦ πάσης ἁμαρτίας. Ἐπὶ ταύταις, φησὶ, ταῖς συνθήκαις ἐξῆλθον ἀπὸ τῆς ἐκκλησίας, κρίνας ἐν τῇ ἐμαυτοῦ ψυχῇ, μηκέτι μηδὲν φαῦλον πρᾶξαι ἀπέναντι τοῦ Θεοῦ. Ἀκούσαντες δὲ πάντες ἀνεβόων μιᾷ φωνῇ πρὸς τὸν Θεόν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Γινώσκοντες τοίνυν, ὦ Χριστιανοὶ, ἐκ τῶν θείων Γραφῶν, καὶ ἐκ τῶν ἁγίων ἀποκαλύψεων, ὅσην ἔχει ὁ Θεὸς ἀγαθότητα περὶ τοὺς εἰς αὐτὸν γνησίως καταφεύγοντας, καὶ διὰ μετανοίας τὰ πρότερον αὐτοῖς ἐπταισμένα διορθουμένους, καὶ ὅτι ἀποδίδωσι πάλιν τὰ ἐπηγγελμένα ἀγαθὰ, οὐκ εἰσπραττόμενος δίκας ὑπὲρ τῶν προτέρων ἁμαρτιῶν, μὴ ἀπελπίσωμεν τῆς ἑαυτῶν σωτηρίας. Ὥσπερ γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου ἐπηγγείλατο, τοὺς ἐν ἁμαρτίαις βεβορβορωμένους πλύνειν, καὶ ὡς ἔριον καὶ ὡς χιόνα λευκαίνειν, καὶ τῶν ἀγαθῶν τῆς ἐπουρανίου Ἱερουσαλὴμ ἀξιοῦν· οὕτως αὖθις διὰ τοῦ ἁγίου προφήτου Ἰεζεκιὴλ, μεθ’ ὅρκου ἡμᾶς πληροφορεῖ μὴ ἀπολλύειν· Ζῶ γὰρ, φησὶ, λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
Περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ τῶν Δίου.
Πέτρος ὁ τῶν Δίου πρεσβύτερος, εἴποτε ηὔχετο μετά τινων, ἐπειδὴ διὰ τὴν ἱερωσύνην ἔμπροσθεν ἴστασθαι ἠναγκάζετο, τῇ ταπεινοφροσύνῃ ἑαυτὸν ὀπίσω ἵστα ἐξομολογούμενος· ὡς εἰς τὸν βίον τοῦ ἀββᾶ Ἀντωνίου γέγραπται. Τοῦτο ἐποίει, μηδένα λυπῶν.
Ἀρχὴ τοῦ Ρ στοιχείου.
Περὶ τοῦ ἀββᾶ τοῦ Ῥωμαίου.
αʹ. Ἦλθέ ποτε μοναχός τις Ῥωμαῖος, καὶ ᾤκησεν ἐν Σκήτει ἐγγύτερον τῆς ἐκκλησίας· εἶχε δὲ καὶ ἕνα δοῦλον ὑπηρετοῦντα αὐτῷ. Ἰδὼν δὲ ὁ πρεσβύτερος τὴν ἀσθένειαν αὐτοῦ, καὶ μαθὼν ἐκ ποίας ἀναπαύσεώς ἐστιν, εἴ τι ᾠκονόμει καὶ ἤρχετο εἰς τὴν ἐκκλησίαν, ἔπεμπεν αὐτῷ. Καὶ ποιήσας εἰκοσιπέντε ἔτη ἐν Σκήτει, γέγονε διορατικὸς καὶ ὀνομαστός. Ἀκούσας δέ τις τῶν μεγάλων Αἰγυπτίων περὶ αὐτοῦ, ἦλθεν ἰδεῖν αὐτὸν, προσδοκῶν σωματικήν τινα πολιτείαν περισσοτέραν εὑρεῖν ἐν αὐτῷ. Εἰσελθὼν δὲ ἠσπάσατο αὐτόν· καὶ ποιήσαντες εὐχὴν ἐκάθισαν. Βλέπει δὲ αὐτὸν ὁ Αἰγύπτιος φοροῦντα ἱμάτια τρυφερὰ, καὶ χαράδριον καὶ δέρμα ὑποκάτω αὐτοῦ, καὶ προσκεφάλαιον μικρόν· ἔχοντα δὲ καὶ τοὺς πόδας καθαρούς μετὰ σανδαλίων· καὶ ταῦτα ἰδὼν ἐσκανδαλίσθη, ὅτι ἐν τῷ τόπῳ οὐχ ὑπῆρχε τοιαύτη διαγωγὴ, ἀλλὰ μᾶλλον σκληραγωγία. Καὶ διορατικὸς ὢν ὁ γέρων ἐνόησεν ὅτι ἐσκανδαλίσθη, καὶ λέγει τῷ ὑπηρετοῦντι αὐτόν· Ποίησον ἡμῖν ἑορτὴν διὰ τὸν ἀββᾶν σήμερον. Εὐκαίρησε δὲ μικρὸν λάχανον, καὶ ἥψησε· καὶ τῇ ὥρᾳ ἀναστάντες ἔφαγον. Εἶχε δὲ καὶ μικρὸν οἶνον διὰ τὴν ἀσθένειαν αὐτοῦ ὁ γέρων· καὶ ἔπιον. Καὶ ὡς ἐγένετο ὀψὲ, ἔβαλον τοὺς δώδεκα ψαλμοὺς, καὶ ἐκοιμήθησαν· ὁμοίως δὲ καὶ τὴν νύκτα. Ἀναστὰς δὲ τὸ πρωῒ ὁ Αἰγύπτιος, λέγει αὐτῷ· Εὖξαι ὑπὲρ ἐμοῦ. Καὶ ἐξῆλθε μὴ ὠφεληθείς. Καὶ ὡς ἀπῆλθε μικρὸν, θέλων ὁ γέρων ὠφελῆσαι αὐτὸν πέμψας μετεκαλέσατο αὐτόν· καὶ ὡς ἦλθε, μετὰ χαρᾶς πάλιν ἐδέξατο αὐτὸν, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων· Ποίας χώρας εἶ; Καὶ λέγει· Αἰγύπτιος. Ποίας δὲ πόλεως; Ὁ δὲ ἔφη· Ἐγὼ ὅλως οὐκ εἰμὶ πολίτης. Καὶ λέγει· Τί ἦν τὸ ἔργον σου εἰς τὴν κώμην σου; Καὶ λέγει· Τηρητής. Καὶ λέγει· Ποῦ ἐκοιμῶ; Ὁ δὲ εἶπεν· Εἰς τὸν ἀγρόν. Εἶχες, φησὶ, στρωμνὴν ὑποκάτω σου; Καὶ λέγει· Ναὶ, εἰς ἀγρὸν εἶχον θεῖναι στρῶμα ὑποκάτω μου; Ἀλλὰ πῶς· Εἶπε δέ· Χαμαί. Λέγει αὐτῷ πάλιν· Καὶ τί εἶχες βρῶμα εἰς τὸν ἀγρόν; ἢ ποῖον οἶνον ἔπινες; Ἀπεκρίθη πάλιν· Ἔνι βρῶμα ἢ πόμα εἰς ἀγρόν; Ἀλλὰ πῶς ἔζης; φησί. Λέγει· Ἤσθιον ξηρὸν ἄρτον, καὶ εἰ εὕρισκον μικρὸν ταρίχιν, καὶ ὕδωρ. Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπε· Μέγας κόπος. Ἔνι δὲ καὶ βαλανεῖον εἰς τὴν κώμην, ἵνα λούησθε; Ὁ δὲ εἶπεν· Οὐχί· ἀλλὰ εἰς τὸν ποταμὸν ὅτε θέλομεν. Ὡς οὖν ἐξέλαβεν αὐτὸν ὁ γέρων εἰς ταῦτα πάντα, καὶ ἔμαθε τοῦ προτέρου βίου αὐτοῦ τὴν θλῖψιν, θέλων αὐτὸν ὠφελῆσαι, διηγήσατο αὐτῷ τὴν προτέραν αὐτοῦ διαγωγὴν τὴν ἐν τῷ κόσμῳ, λέγων· Ἐμὲ τὸν ταπεινὸν ὃν βλέπεις, ἐκ τῆς μεγάλης πόλεως Ῥώμης εἰμὶ, καὶ μέγας γέγονα εἰς τὸ παλάτιον τοῦ βασιλέως. Καὶ ὡς ἤκουσε ὁ Αἰγύπτιος τὴν ἀρχὴν τοῦ λόγου, κατενύγη, καὶ ἤκουεν ἀκριβῶς τὰ λεγόμενα παρ’ αὐτοῦ. Πάλιν δὲ λέγει αὐτῷ· Κατέλιπον οὖν τὴν πόλιν, καὶ ἦλθον εἰς τὴν ἔρημον ταύτην· καὶ πάλιν ἐμὲ ὃν βλέπεις, οἴκους μεγάλους εἶχον καὶ χρήματα πολλά· καὶ καταφρονήσας αὐτῶν, ἦλθον εἰς τὸ μικρὸν κελλίον τοῦτο· καὶ πάλιν ἐμὲ ὃν βλέπεις, κραββάτους εἶχον ὁλοχρύσους, ἔχοντας πολυτίμους στρωμνάς· καὶ ἀντ’ αὐτῶν, δέδωκέ μοι ὁ Θεὸς τὸ χαράδριον τοῦτο καὶ τὸ δέρμα· πάλιν τὰ ἐνδύματά μου πολλῆς τιμῆς ἄξια ἦν· καὶ ἀντὶ ἐκείνων, φορῶ τὰ εὐτελῆ ταῦτα ἱμάτια· πάλιν εἰς τὸ ἄριστόν μου πολὺ χρυσίον ἀνηλίσκετο· καὶ ἀντὶ ἐκείνου, ἔδωκέ μοι ὁ Θεὸς τὸ μικρὸν λάχανον τοῦτο, καὶ τὸ μικρὸν ποτήριον τοῦ οἴνου. Ἦσαν δὲ οἱ ὑπηρετοῦντές μοι παῖδες πολλοί· καὶ ἰδοὺ ἀντ’ ἐκείνων, κατένυξεν ὁ Θεὸς τὸν γέροντα τοῦτον ὑπηρετῆσαί μοι· ἀντὶ δὲ βαλανείου, βάλλω τὸ μικρὸν ὕδωρ εἰς τοὺς πόδας μου, καὶ τὰ σανδάλια διὰ τὴν ἀσθένειάν μου· πάλιν ἀντὶ μουσικῶν καὶ κιθαρῶν, λέγω τοὺς δώδεκα ψαλμούς· ὁμοίως καὶ τὴν νύκτα, ἀντὶ τῶν ἁμαρτιῶν ὦν ἐποίουν, ἄρτι μετὰ ἀναπαύσεως ποιῶ μικράν μου λειτουργίαν. Παρακαλῶ οὖν σε, ἀββᾶ, μὴ σκανδαλισθῇς εἰς τὴν ἀσθένειάν μου. Ταῦτα ἀκούσας ὁ Αἰγύπτιος, εἰς ἑαυτὸν ἐλθὼν, εἶπεν· Οὐαί μοι, ὅτι ἀπὸ πολλῆς θλίψεως τοῦ κόσμου εἰς ἀνάπαυσιν ἦλθον, καὶ ἃ οὐκ εἶχον τότε, νῦν ἔχω· σὺ δὲ ἀπὸ πολλῆς ἀναπαύσεως εἰς θλῖψιν ἦλθες, καὶ ἀπὸ πολλῆς δόξης καὶ πλούτου ἦλθες εἰς ταπείνωσιν καὶ πτωχείαν. Πολλὰ δὲ ὠφεληθεὶς ἀπῆλθε, καὶ ἐγένετο αὐτοῦ φίλος, καὶ παρέβαλλεν αὐτῷ συχνῶς δι’ ὠφέλειαν· ἦν γὰρ ἀνὴρ διακριτικὸς, καὶ πλήρης εὐωδίας τοῦ ἁγίου Πνεύματος.
βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ἦν τις γέρων ἔχων καλὸν μαθητήν· καὶ ἀπὸ ὀλιγωρίας ἔβαλεν αὐτὸν ἔξω μετὰ τῆς μηλωτῆς αὐτοῦ. Ὁ δὲ ἀδελφὸς ὑπέμεινεν έξω καθήμενος. Καὶ ἀνοίξας ὁ γέρων, εὗρεν αὐτὸν καθήμενον, καὶ ἔβαλεν αὐτῷ μετάνοιαν, λέγων· Ὦ Πάτερ, ἡ ταπείνωσις τῆς μακροθυμίας σου ἐνίκησε τὴν ἐμὴν ὀλιγωρίαν. Δεῦρο ἔσω· ἀπὸ τοῦ νῦν σὺ γέρων εἶ καὶ Πατὴρ, ἐγὼ δὲ νεώτερος καὶ μαθητής.
Περὶ τοῦ ἀββᾶ Ῥούφου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ῥοῦφον· Τί ἐστιν ἡσυχία, καὶ τίς ἡ ὠφέλεια αὐτῆς; Ὁ δὲ γέρων λέγει αὐτῷ· Ἡσυχία ἐστὶ, τὸ καθεσθῆναι ἐν τῷ κελλίῳ μετὰ φόβου καὶ γνώσεως Θεοῦ, ἀπεχόμενος μνησικακίας καὶ ὑψηλοφροσύνης. Ἡ τοιαύτη ἡσυχία γεννήτρια οὖσα πασῶν τῶν ἀρετῶν, φυλάσσει τὸν μοναχὸν ἀπὸ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ, μὴ ἐῶσα αὐτὸν τιτρώσκεσθαι ὑπ’ αὐτῶν. Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι, μνημονεύων τῆς ἐξόδου τοῦ θανάτου σου, ὅτι οὐκ οἶδας ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Λοιπὸν οὖν, νῆφε περὶ τῆς ἰδίας ψυχῆς.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ῥοῦφος, ὅτι ὁ καθήμενος ἐν ὑποταγῇ πατρὸς πνευματικοῦ, πλείονα μισθὸν ἔχει τοῦ ἐν τῇ ἐρήμῳ καθ’ ἑαυτὸν ἀναχωροῦντος. Ἔλεγε δὲ οὗτος, ὅτι διηγήσατό τις τῶν Πατέρων, λέγων, ὅτι Εἶδον τέσσαρα τάγματα ἐν τῷ οὐρανῷ· τὸ πρῶτον τάγμα, ἄνθρωπος ἀσθενῶν καὶ εὐχαριστῶν τῷ Θεῷ· τὸ δεύτερον τάγμα, ὁ τὴν φιλοξενίαν διώκων καὶ εἰς τοῦτο ἱστάμενος καὶ διακονῶν· τὸ τρίτον τάγμα, ὁ τὴν ἔρημον διώκων καὶ μὴ βλέπων ἄνθρωπον· τὸ τέταρτον τάγμα, ὁ ἐν ὑποταγῇ καθήμενος πατρὸς καὶ ὑποτασσόμενος αὐτῷ διὰ τὸν Κύριον. Ἐφόρει δὲ ὁ διὰ τὴν ὑπακοὴν μανιάκην χρυσοῦν καὶ γοργόνα, καὶ πλείονα τῶν ἄλλων δόξαν εἶχεν. Ἐγὼ δὲ, φησὶ, εἶπον τῷ ὁδηγοῦντί με, ὅτι Πῶς οὗτος ὁ μικρότερος παρὰ τοὺς ἄλλους πλείονα δόξαν ἔχει; Ὁ δὲ ἀποκριθεὶς εἶπέ μοι· Ἐπειδὴ ὁ τὴν φιλοξενίαν διώκων ἰδίῳ θελήματι ποιεῖ· καὶ ὁ εἰς τὴν ἔρημον ὢν ἰδίῳ θελήματι ἀνεχώρησεν· οὗτος δὲ ὁ τὴν ὑπακοὴν ἔχων. πάντα τὰ θελήματα αὐτοῦ καταλείψας, κρέμαται τῷ Θεῷ καὶ τῷ ἰδίῳ Πατρί· ἕνεκα τούτου πλείονα δόξαν ἔλαβε παρὰ τοὺς ἄλλους. Διὰ τοῦτο, ὦ τέκνα, καλὴ ἡ ὑπακοὴ ἡ διὰ τὸν Κύριον γινομένη. Ἠκούσατε, τέκνα. ἐκ μέρους, τοῦ κατορθώματος τούτου ὀλίγον τι ἴχνος. Ὦ ὑπακοὴ σωτηρία πάντων τῶν πιστῶν! ὦ ὑπακοὴ γεννήτρια πασῶν τῶν ἀρετῶν! ὦ ὑπακοὴ βασιλείας εὑρέτις! ὦ ὑπακοὴ οὐρανοὺς ἀνοίγουσα, καὶ ἀνθρώπους ἀπὸ γῆς ἀνάγουσα! ὦ ὑπακοὴ πάντων τῶν ἁγίων τροφὲ, ἐξ ἧς ἐθήλασαν, καὶ διὰ σοῦ ἐτελειώθησαν! ὦ ὑπακοὴ σύνοικε ἀγγέλων!
Περὶ τοῦ ἀββᾶ Ῥωμανοῦ.
Μέλλοντος τοῦ ἀββᾶ Ῥωμανοῦ τελευτᾷν, συνήχθησαν πρὸς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Πῶς ὀφείλομεν διοικηθῆναι; Ὁ δὲ γέρων εἶπεν· Οὐδέποτε οἶδα εἰπών τινι ὑμῶν ποιῆσαί τί ποτε, εἰ μὴ πρότερον ἐποίησα τὸν λογισμὸν, μὴ ὀργισθῆναι ἐὰν μὴ ποιήσῃ ὃ εἶπον γενέσθαι· καὶ οὕτως ὅλον τὸν χρόνον ἡμῶν ᾠκήσαμεν μετ’ εἰρήνης.
Ἀρχὴ τοῦ Σ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Σισόη.
αʹ. Ἀδελφὸς ἀδικηθεὶς ὑπὸ ἑτέρου ἀδελφοῦ, ἦλθε πρὸς τὸν ἀββᾶν Σισόην, καὶ λέγει αὐτῷ· Ἠδικήθην παρά τινος ἀδελφοῦ, κἀγὼ θέλω ἐμαυτὸν ἐκδικῆσαι. Ὁ δὲ γέρων παρεκάλει αὐτὸν, λέγων· Μὴ, τέκνον, κατάλειψον δὲ μᾶλλον τῷ Θεῷ τὰ τῆς ἐκδικήσεως. Ὁ δὲ ἔλεγεν· Οὐ παύσομαι ἕως οὗ ἐκδικήσω ἐμαυτόν. Εἶπε δὲ ὁ γέρων· Εὐξώμεθα, ἀδελφέ. Καὶ ἀναστὰς εἶπεν ὁ γέρων· Ὁ Θεὸς, οὐκ ἔτι σου ἔχομεν χρείαν φροντίζειν περὶ ἡμῶν· ἡμεῖς γὰρ τὴν ἐκδίκησιν ἑαυτῶν ποιοῦμεν. Τοῦτο οὖν ἀκούσας ὁ ἀδελφὸς, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, εἰπών· Οὐκ ἔτι δικάζομαι μετὰ τοῦ ἀδελφοῦ, συγχώρησόν μοι, ἀββᾶ.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω; ὅτι ἀπαντῶ εἰς τὴν ἐκκλησίαν, καὶ πολλάκις γίνεται ἀγάπη, καὶ κρατοῦσί με. Λέγει αὐτῷ ὁ γέρων· Κόπον ἔχει τὸ πρᾶγμα. Λέγει οὖν Ἀβραὰμ ὁ μαθητὴς αὐτοῦ· Ἐὰν γένηται ἀπάντησις ἐν σαββάτῳ ἢ ἐν Κυριακῇ, καὶ πίῃ ἀδελφὸς τρία ποτήρια, μὴ πολλά ἐστι; Λέγει ὁ γέρων· Ἐὰν οὐκ ἔστι Σατανᾶς, πολλὰ οὐκ ἔστιν.
γʹ. Ἔλεγεν ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη πρὸς αὐτόν· Πάτερ, ἐγήρασας, ἀπέλθωμεν ἐγγὺς τῆς οἰκουμένης, λοιπόν. Λέγει αὐτῷ ὁ γέρων· Ὅπου οὐκ ἕνι γυνὴ, ἐκεῖ ἀπέλθωμεν. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Καὶ ποῦ ἔστι τόπος ὁ μὴ ἔχων γυναῖκα, εἰ μὴ ἡ ἔρημος; Λέγει οὖν ὁ γέρων· Εἰς τὴν ἔρημον ἆρόν με.
δʹ. Πολλάκις ἔλεγεν ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη· Ἀββᾶ, ἀνάστα, φάγωμεν. Ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν· Οὐκ ἐφάγομεν, τέκνον; Ὁ δὲ· Οὐχὶ, Πάτερ. Καὶ ἔλεγεν ὁ γέρων· Εἰ οὐκ ἐφάγομεν, φέρε, καὶ ἐσθίομεν.
εʹ. Εἶπέ ποτε ὁ ἀββᾶς Σισόης μετὰ παῤῥησίας· Θάρσει· ἰδοὺ τριάκοντα ἔτη ἔχω μηκέτι δεόμενος τοῦ Θεοῦ περὶ ἁμαρτίας· ἀλλὰ τοῦτο εὔχομαι, λέγων· Κύριε Ἰησοῦ, σκέπασόν με ἀπὸ τῆς γλώσσης μου· κύριε Ἰησοῦ, σκέπασόν με ἀπὸ τῆς γλώσσης μου· καὶ ἕως νῦν καθ’ ἡμέραν πίπτω δι’ αὐτῆς καὶ ἁμαρτάνω.
ϛʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Σισόῃ· Πῶς οὐκ ἀναχωροῦσι τὰ πάθη ἀπ’ ἐμοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὰ σκεύη αὐτῶν ἔνδοθέν σού εἰσιν· δὸς αὐτοῖς τὸν ἀῤῥαβῶνα αὐτῶν, καὶ ὑπάγουσιν.
ζʹ. Ἐκάθητό ποτε ὁ ἀββᾶς Σισόης εἰς τὸ ὅρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ χρονίσαντος τοῦ διακονητοῦ αὐτοῦ ἐλθεῖν πρὸς αὐτὸν, ἕως μηνῶν δέκα οὐκ εἶδεν ἄνθρωπον. Περιπατῶν δὲ ἐν τῷ ὄρει, εὑρίσκει Φαρανίτην ἀγρεύοντα ἄγρια ζῶα· καὶ λέγει αὐτῷ ὁ γέρων· Πόθεν ἔρχῃ; καὶ πόσον χρόνον ἔχεις ὧδε; Ὁ δὲ ἔφη· Φύσει, ἀββᾶ, ἔχω ἕνδεκα μῆνας ἐν τῷ ὄρει τούτῳ, καὶ οὐκ εἶδον ἄνθρωπον εἰ μὴ σέ. Ἀκούσας δὲ ὁ γέρων ταῦτα, εἰσελθὼν εἰς τὸ κελλίον, ἔτυπτεν ἑαυτὸν, λέγων· Ἰδοὺ, Σισόη, ἐνόμισας τίποτε πεποιηκέναι· καὶ οὐδὲ ὡς ὁ κοσμικὸς οὗτος ἀκμὴν πεποίηκας.
ηʹ. Ἐγένετο προσφορὰ εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου, καὶ εὑρέθη ἐκεῖ κνίδιον οἴνου· καὶ λαβὼν εἷς τῶν γερόντων μικρὸν ἀγγεῖον καὶ ποτήριον, ἀπήνεγκε πρὸς τὸν ἀββᾶν Σισόην, καὶ ἔδωκεν αὐτῷ, καὶ ἔπιεν. Ὁμοίως καὶ δεύτερον, καὶ ἐδέξατο. Παρέσχεν αὐτῷ καὶ τρίτον, καὶ οὐκ ἔλαβεν, εἰπών· Παῦσαι, ἀδελφὲ, ἢ οὐκ οἶδας ὅτι ἔστι Σατανᾶς;
θʹ. Παρέβαλέ τις τῶν ἀδελφῶν πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ λαλούντων αὐτῶν, ἔλεγε τῷ ἀββᾷ Σισόῃ· Ἄρτι οὐκ ἔφθασας εἰς τὰ μέτρα τοῦ ἀββᾶ Ἀντωνίου, Πάτερ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ εἶχον ἕνα τῶν λογισμῶν τοῦ ἀββᾶ Ἀντωνίου, ἐγινόμην ὅλος ὡς πῦρ· πλὴν οἶδα ἄνθρωπον, ὅτι μετὰ καμάτου δύναται βαστάσαι τὸν λογισμὸν αὐτοῦ.
ιʹ. Ἦλθέ ποτέ τις τῶν Θηβαίων πρὸς τὸν ἀββᾶν Σισόην, θέλων γενέσθαι μοναχός. Καὶ ἠρώτησεν αὐτὸν ὁ γέρων, εἰ ἔχει τινὰ ἐν τῷ κόσμῳ. Ὁ δὲ ἔφη· Ἔχω ἕνα υἱόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, ῥίψον αὐτὸν εἰς τὸν ποταμὸν, καὶ τότε γίνῃ μοναχός. Ὡς οὖν ἀπῆλθε ῥίψαι αὐτὸν, ἔπεμψεν ὁ γέρων ἀδελφὸν τοῦ κωλῦσαι αὐτόν. Λέγει ὁ ἀδελφός· Παῦσαι, τί ποιεῖς; Ὁ δὲ εἶπεν· Ὁ ἀββᾶς μοι εἶπε ῥίψαι αὐτόν. Λέγει οὖν ὁ ἀδελφός· Ἀλλὰ πάλιν εἶπε, μὴ ῥίψῃς αὐτόν. Καὶ καταλιπὼν αὐτὸν, ἦλθε πρὸς τὸν γέροντα· καὶ γέγονε δόκιμος μοναχὸς διὰ τὴν ὑπακοὴν αὐτοῦ.
ιαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Ἆρα οὕτως ἐδίωκεν ὁ Σατανᾶς τοὺς ἀρχαίους; Λέγει αὐτῷ ὁ γέρων· Ἄρτι πλέον, ὅτι ὁ καιρὸς αὐτοῦ ἤγγισε, καὶ ταράσσεται.
ιβʹ. Ἐπειράσθη ποτὲ Ἀβραὰμ ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη ἀπὸ δαίμονος· καὶ εἶδεν ὁ γέρων ὅτι πέπτωκεν, καὶ ἀναστὰς ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, λέγων· Θεὸς, θέλεις, οὐ θέλεις, οὐκ ἀφῶ σε, ἐὰν μὴ αὐτὸν θεραπεύσῃς. Καὶ εὐθέως ἐθεραπεύθη.
ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Ὁρῶ ἐμαυτὸν, ὅτι ἡ μνήμη τοῦ Θεοῦ παραμένει μοι. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστι μέγα, τὸ εἶναι τὸν λογισμόν σου μετὰ τοῦ Θεοῦ· μέγα δέ ἐστι, τὸ ἑαυτὸν ὁρᾷν ὑποκάτω πάσης τῆς κτίσεως. Τοῦτο γὰρ καὶ ὁ σωματικὸς κόπος ὁδηγεῖ εἰς τὸν τῆς ταπεινοφροσύνης τρόπον.
ιδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ὅτε ἔμελλε τελευτᾷν, καθημένων τῶν Πατέρων πρὸς αὐτὸν ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· καὶ λέγει αὐτοῖς· Ἰδοὺ ὁ ἀββᾶς Ἀντώνιος ἦλθε. Καὶ μετὰ μικρὸν λέγει· Ἰδοὺ ὁ χορὸς τῶν προφητῶν ἦλθε. Καὶ πάλιν τὸ πρόσωπον αὐτοῦ περισσῶς ἔλαμψε· καὶ εἶπεν· Ἰδοὺ ὁ χορὸς τῶν ἀποστόλων ἦλθε. Καὶ ἐδιπλασίασε τὸ πρόσωπον αὐτοῦ πάλιν· καὶ ἰδοὺ αὐτὸς ὡς μετά τινων λαλῶν. Καὶ ἐδεήθησαν αὐτοῦ οἱ γέροντες, λέγοντες· Μετὰ τίνος ὁμιλεῖς, Πάτερ; Ὁ δὲ ἔφη· Ἰδοὺ ἄγγελοι ἦλθον λαβεῖν με, καὶ παρακαλῶ ἵνα ἀφεθῶ μετανοῆσαι μικρόν. Καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Οὐ χρείαν ἔχεις μετανοῆσαι, Πάτερ. Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Φύσει οὐκ οἶδα ἐμαυτὸν ὅτι ἔβαλον ἀρχήν. Καὶ ἔμαθον πάντες ὅτι τέλειός ἐστι. Καὶ πάλιν ἄφνω ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· καὶ ἐφοβήθησαν πάντες. Καὶ λέγει αὐτοῖς· Βλέπετε, ὁ Κύριος ἦλθε, καὶ λέγει· Φέρετέ μοι τὸ σκεῦος τῆς ἐρήμου. Καὶ εὐθέως παρέδωκε τὸ πνεῦμα. Καὶ ἐγένετο ὡς ἀστραπή· καὶ ἐπλήσθη ὅλος ὁ οἶκος εὐωδίας.
ιεʹ. Παρέβαλεν ὁ ἀββᾶς Ἀδέλφιος ἐπίσκοπος Νειλουπόλεως πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου. Καὶ ὡς ἤμελλον ἐξελθεῖν, πρὶν αὐτοὺς ὁδεῦσαι, ἐποίησεν αὐτοὺς γεύσασθαι ἀπὸ πρωΐ· ἦν δὲ νηστεία. Καὶ ὡς ἔθηκαν τράπεζαν, ἰδοὺ ἀδελφοὶ κρούουσιν. Εἶπε δὲ τῷ μαθητῇ αὐτοῦ· Δὸς αὐτοῖς μικρὰν ἀθήραν, ὅτι ἀπὸ κόπου εἰσί. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀδέλφιος· Ἄφες τέως, ἵνα μὴ εἴπωσιν ὅτι ὁ ἀββᾶς Σισόης ἀπὸ πρωῒ ἐσθίει. Καὶ προσέσχεν αὐτῷ ὁ γέρων, καὶ λέγει τῷ ἀδελφῷ· Ὕπαγε, δὸς αὐτοῖς. Ὁς οὖν εἶδον τὴν ἀθήραν, εἶπον· Μὴ ξένους ἔχετε; μὴ ἄρα καὶ ὁ γέρων μεθ’ ὑμῶν ἐσθίει; Καὶ εἶπεν αὐτοῖς ὁ ἀδελφός· Ναί. Ἤρξαντο οὖν θλίβεσθαι, καὶ λέγειν· Συγχωρήσῃ ὑμῖν ὁ Θεὸς, ὅτι τὸν γέροντα ἀφήκατε φαγεῖν ἄρτι. Ἢ οὐκ οἴδατε ὅτι ἐπὶ πολλὰς ἡμέρας ἔχει κοπιάσαι; Καὶ ἤκουσεν αὐτῶν ὁ ἐπίσκοπος, καὶ ἔβαλε μετάνοιαν τῷ γέροντι, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι ἀνθρώπινόν τι ἐλογισάμην· σὺ δὲ τὸ τοῦ Θεοῦ ἐποίησας. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Σισόης· Ἐὰν μὴ ὁ Θεὸς δοξάσῃ ἄνθρωπον, ἡ δόξα τῶν ἀνθρώπων οὐδέν ἐστιν.
ιϛʹ. Παρέβαλόν τινες πρὸς τὸν ἀββᾶν Σισόην ἀκοῦσαι παρ’ αὐτοῦ λόγον, καὶ οὐδὲν αὐτοῖς ἐλάλησε· πάντα δὲ ἔλεγε· Συγχωρήσατέ μοι. Ἰδόντες δὲ αὐτοῦ τὰ σπυρίδια, εἶπον τῷ μαθητῇ αὐτοῦ Ἀβραάμ· Τί ποιεῖτε τὰ σπυρίδια ταῦτα; Ὁ δὲ εἶπεν· Ὧδε κἀκεῖ ἀναλίσκομεν αὐτά. Ἀκούσας δὲ ὁ γέρων, εἶπε· Καὶ Σισόης ἔνθεν κἀκεῖθεν ἐσθίει. Οἱ δὲ ἀκούσαντες, πάνυ ὠφελήθησαν· καὶ ἀπῆλθον μετὰ χαρᾶς, οἰκοδομηθέντες εἰς τὴν ταπείνωσιν αὐτοῦ.
ιζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἀμμὼν ὁ τῆς Ῥαϊθοῦ τὸν ἀββᾶν Σισόην· Ὅταν ἀναγινώσκω Γραφὴν, θέλει ὁ λογισμός μου φιλοκαλῆσαι λόγον, ἵνα ἔχω εἰς ἐπερώτημα. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστι χρεία· ἀλλὰ μᾶλλον ἐκ τῆς καθαρότητος τοῦ νοὸς κτῆσαι σεαυτῷ καὶ τὸ ἀμεριμνεῖν καὶ τὸ λέγειν.
ιηʹ. Παρέβαλέ ποτε κοσμικὸς ἔχων τὸν υἱὸν αὐτοῦ πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ κατὰ τὴν ὁδὸν συνέβη ἀποθανεῖν τὸν υἱὸν αὐτοῦ· καὶ οὐκ ἐταράχθη, ἀλλ’ ἔλαβεν αὐτὸν πρὸς τὸν γέροντα πίστει, καὶ προσέπεσε μετὰ τοῦ υἱοῦ ὡς μετάνοιαν ποιῶν, ὥστε εὐλογηθῆναι παρὰ τοῦ γέροντος. Καὶ ἀναστὰς ὁ πατὴρ κατέλιπε τὸ παιδίον πρὸς τοὺς πόδας τοῦ γέροντος, καὶ ἐξῆλθεν ἔξω. Ὁ δὲ γέρων, νομίζων ὅτι μετάνοιαν αὐτῷ βάλλει, λέγει αὐτῷ· Ἀνάστα, ἔξελθε ἔξω· οὐ γὰρ ᾔδει ὅτι ἀπέθανε. Καὶ παραχρῆμα ἀνέστη καὶ ἐξῆλθε. Καὶ ἰδὼν αὐτὸν ὁ πατὴρ αὐτοῦ, ἐξέστη· καὶ εἰσελθὼν προσεκύνησε τῷ γέροντι, καὶ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα. Ἀκούσας δὲ ὁ γέρων, ἐλυπήθη· οὐ γὰρ ἤθελε τοῦτο γενέσθαι. Παρήγγειλε δὲ αὐτῷ ὁ μαθητὴς αὐτοῦ, μηδενὶ εἰπεῖν, ἕως τῆς τελευτῆς τοῦ γέροντος.
ιθʹ. Τρεῖς γέροντες παρέβαλον τῷ ἀββᾷ Σισόῃ, ἀκούσαντες τὰ περὶ αὐτοῦ. Καὶ λέγει αὐτῷ ὁ πρῶτος· Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ πυρίνου ποταμοῦ; Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῷ. Λέγει αὐτῷ ὁ δεύτερος· Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ ἐκ τοῦ σκώληκος τοῦ ἀκοιμήτου; Λέγει αὐτῷ ὁ τρίτος· Πάτερ, τί ποιήσω, ὅτι ἡ μνήμη τοῦ ἐξωτέρου σκότους φονεύει με; Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτοῖς· Ἐγὼ οὐδενὸς τούτων μέμνημαι· φιλεύσπλαγχνος γὰρ ὢν ὁ Θεὸς, ἐλπίζω ὅτι ποιεῖ μετ’ ἐμοῦ ἔλεος. Ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ γέροντες ἀπῆλθον λυπούμενοι. Μὴ θέλων δὲ ὁ γέρων ἐᾶσαι αὐτοὺς λυπουμένους ἀπελθεῖν, ὑποστρέψας αὐτοῖς εἶπε· Μακάριοί ἐστε, ἀδελφοί· ἐζήλωσα γὰρ ὑμᾶς. Ὁ πρῶτος γὰρ ὑμῶν εἶπεπ ερὶ τοῦ πυρίνου ποταμοῦ, καὶ ὁ δεύτερος περὶ τοῦ Ταρτάρου, καὶ ὁ τρίτος περὶ τοῦ σκότους. Εἰ οὖν τοιαύτης μνήμης κυριεύει ὁ νοῦς ὑμῶν, ἀδύνατον ὑμᾶς ἁμαρτῆσαι. Τί δὲ ποιήσω ἐγὼ ὁ σκληροκάρδιος, μὴ συγχωρούμενος εἰδέναι ὅτι κἄν ἐστι κόλασις τοῖς ἀνθρώποις· καὶ ἐκ τούτου, ἐν πάσῃ ὥρᾳ ἁμαρτάνω; Καὶ μετανοήσαντες αὐτῷ εἶπον· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν.
κʹ. Ἠρώτησάν τινες τὸν ἀββᾶν Σισόην, λέγοντες· Ἐὰν πέσῃ ἀδελφὸς, οὐ χρείαν ἔχει μετανοῆσαι ἐνιαυτόν; Ὁ δὲ εἶπε· Σκληρόν ἐστι τὸ ῥῆμα. Οἱ δέ φασιν· Ἀλλ’ ἓξ μῆνας; Καὶ πάλιν εἶπε· Πολύ ἐστιν. Οἱ δὲ ἔφασκον· Ἕως τεσσαράκοντα ἡμερῶν; Πάλιν ἔφη· Πολύ ἐστι. Λέγουσιν αὐτῷ· Τί οὖν; ἐὰν πέσῃ ἀδελφὸς, καὶ εὑρεθῇ εὐθὺς ἀγάπη γινομένη, καὶ αὐτὸς εἰσέλθῃ εἰς τὴν ἀγάπην; Λέγει αὐτοῖς ὁ γέρων· Οὐχί. Ἀλλὰ χρείαν ἔχει μετανοῆσαι ὀλίγας ἡμέρας. Πιστεύω γὰρ τῷ Θεῷ, ὅτι ὁλοψύχως ἐὰν μετανοήσῃ ὁ τοιοῦτος, καὶ εἰς τρεῖς ἡμέρας δέχεται αὐτὸν Θεός.
καʹ. Ἐλθόντος ποτὲ τοῦ ἀββᾶ Σισόη εἰς τὸ Κλύσμα, παρέβαλον αὐτῷ κοσμικοὶ ἰδεῖν αὐτόν. Καὶ πολλὰ λαλησάντων αὐτῶν, οὐκ ἀπεκρίθη αὐτοῖς λόγον. Ὕστερον δὲ εἷς αὐτῶν εἶπε· Τί θλίβετε τὸν γέροντα; οὐκ ἐσθίει· διὰ τοῦτο οὐδὲ λαλεῖν δύναται. Ἀπεκρίθη ὁ γέρων· Ἐγὼ ὅτε γένηταί μοι χρεία, ἐσθίω.
κβʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν ἀββᾶν Σισόην, λέγων· Διὰ πόσου χρόνου ὀφείλει ἄνθρωπος ἐκκόπτειν τὰ πάθη; Λέγει αὐτῷ ὁ γέρων· Τοὺς χρόνους θέλεις μαθεῖν; Λέγει ὁ ἀββᾶς Ἰωσήφ· Ναί. Λέγει οὖν ὁ γέρων· Οἵαν ὥραν ἔρχεται τὸ πάθος, εὐθέως κόψον αὐτό.
κγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν τῆς Πέτρας περὶ πολιτείας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἶπε Δανιήλ· Ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον.
κδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι καθήμενος εἰς τὸ κελλίον πάντοτε τὴν θύραν ἔκλειεν.
κεʹ. Ἦλθόν ποτε Ἀρειανοὶ πρὸς τὸν ἀββᾶν Σισόην εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου, καὶ ἤρξαντο καταλαλεῖν τῶν ὀρθοδόξων. Ὁ δὲ γέρων οὐκ ἀπεκρίθη αὐτοῖς οὐδέν· καὶ φωνήσας τὸν ἑαυτοῦ μαθητὴν, εἶπεν· Ἀβραὰμ, φέρε μοι τὸ βιβλίον τοῦ ἀγίου Ἀθανασίου, καὶ ἀνάγνωθι αὐτό. Καὶ σιωπώντων αὐτῶν, ἐγνώσθη ἡ αἵρεσις αὐτῶν. Καὶ ἀπέλυσεν αὐτοὺς μετ’ εἰρήνης.
κϛʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀμοῦν ἀπὸ Ῥαϊθοῦ εἰς τὸ Κλύσμα, παραβαλεῖν τῷ ἀββᾷ Σισόῃ· καὶ βλέπων αὐτὸν θλιβόμενον, ὅτι ἀφῆκε τὴν ἔρημον, λέγει αὐτῷ· Τί θλίβῃ, ἀββᾶ; τί γὰρ ἠδύνω ἀπάρτι ποιῆσαι εἰς τὴν ἔρημον, οὕτως γηράσας; Ὁ δὲ γέρων προσέσχεν αὐτῷ μετὰ στυφότητος, λέγων· Τί μοι λέγεις, Ἀμοῦν; οὐκ ἤρκει γάρ μοι ἡ ἐλευθερία μόνη τοῦ λογισμοῦ μου ἐν τῇ ἐρήμῳ;
κζʹ. Ἐκάθητό ποτε ὁ ἀββᾶς Σισόης ἐν τῷ κελλίῳ αὐτοῦ· καὶ κρούσαντος τοῦ μαθητοῦ αὐτοῦ, ἔκραξεν ὁ γέρων, λέγων· Φύγε, Ἀβραὰμ, μὴ εἰσέλθῃς, ἄρτι οὐ σχολάζει τὰ ὧδε.
κηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Πῶς κατέλιπες τὴν Σκῆτιν μετὰ τοῦ ἀββᾶ Ὢρ ὢν, καὶ ἦλθες καὶ ἐκάθισας ὧδε; Λέγει αὐτῷ ὁ γέρων· Ἐν τῷ ἄρξασθαι πληθύνεσθαι τὴν Σκῆτιν, καὶ ἀκούσας ἐγὼ ὅτι ἐκοιμήθη ὁ ἀββᾶς Ἀντώνιος, ἀνέστην καὶ ἦλθον ὧδε εἰς τὸ ὄρος· καὶ εὑρὼν τὰ ὧδε ἡσυχάζοντα, μικρὸν ἐκάθισα χρόνον. Λέγει αὐτῷ ὁ ἀδελφός· Πόσον χρόνον ἔχεις ὧδε; Λέγει αὐτῷ ὁ γέρων· Εἰσὶν ἑβδομηκονταδύο.
κθʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Ὅταν ᾗ ἄνθρωπος τὴν φροντίδα σου ποιούμενος, οὐ δεῖ σε διατάξαι.
λʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην λέγων· Ἐὰν περιπατῶμεν ἐν ὁδῷ, καὶ πλανηθῇ ὁ ὁδηγῶν ἡμᾶς, χρεία εἰπεῖν αὐτῷ; Λέγει αὐτῷ ὁ γέρων· Οὐχί. Λέγει οὖν ὁ ἀδελφός· Ἀλλ’ ἀφῶμεν αὐτὸν πλανῆσαι ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Τί οὖν; λαβεῖν ἔχεις ῥάβδον δεῖραι αὐτόν; Ἐγὼ οἶδα ἀδελφοὺς ὅτι περιεπάτουν, καὶ ὁ ὁδηγῶν αὐτοὺς ἐπλανήθη τὴν νύκτα· ἦσαν δὲ δώδεκα, καὶ πάντες ᾔδεισαν ὅτι ἐπλανῶντο· καὶ ἠγωνίσαντο ἕκαστος τοῦ μὴ εἰπεῖν. Ἡμέρας δὲ γενομένης, μαθὼν ὁ ὁδηγῶν αὐτοὺς ὅτι ἐπλανήθησαν τὴν ὁδὸν, λέγει αὐτοῖς· Συγχωρήσατέ μοι, ὅτι ἐπλανήθην. Καὶ εἶπον πάντες· Καὶ ἡμεῖς ᾔδειμεν, ἀλλ’ ἐσιωπήσαμεν. Ὁ δὲ ἀκούσας ἐθαύμασε, λέγων, ὅτι Ἕως θανάτου ἐγκρατεύονται οἱ ἀδελφοὶ τοῦ μὴ λαλεῖν. Καὶ ἐδόξασε τὸν Θεόν. Τὸ δὲ μῆκος τῆς ὁδοῦ ἧς ἐπλανήθησαν, μίλια δώδεκα.
λαʹ. Ἦλθόν ποτε Σαρακηνοὶ, καὶ ἐξέδυσαν τὸν γέροντα καὶ τὸν ἀδελφὸν αὐτοῦ. Καὶ ἐξελθόντων αὐτῶν εἰς τὴν ἔρημον ἵνα εὕρωσί τι βρώσιμον, εὗρεν ὁ γέρων βόλβιτα καμήλων, καὶ κλάσας εὗρε κοκκία κριθῶν· ἔτρωγε δὲ ἓν κοκκὶν, καὶ τὸ ἓν εἰς τὴν χεῖρα αὐτοῦ ἐτίθει. Ἐλθὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ, εὗρεν αὐτὸν ἐσθίοντα, καὶ λέγει αὐτῷ· Αὕτη ἐστὶν ἡ ἀγάπη, ὅτι εὗρες βρώσιμον, καὶ μόνος ἐσθίεις, καὶ οὐκ ἐφώνησάς με; Λέγει αὐτῷ ὁ ἀββᾶς Σισόης· Οὐκ ἠδίκησά σε, ἀδελφέ· ἰδοὺ τὸ μέρος σου ἐν τῇ χειρί μου ἐτήρησα.
λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι ἔμεινεν εἰς τὸν Καλαμῶνα τοῦ Ἀρσενοΐτου· καὶ ἄλλος γέρων ἠσθένει εἰς τὴν ἄλλην λαύραν. Καὶ ὡς ἤκουσεν, ἐθλίβη. Ἐπειδὴ δὲ δύο δύο ἐνήστευε, καὶ ἦν ἡ ἡμέρα ἐν ᾗ οὐκ ἤσθιε· καὶ ὅτε ἤκουσε, λέγει τῷ λογισμῷ· Τί ποιήσω; ἐὰν ἀπέλθω, μήπως ἀναγκάσωσί με οἱ ἀδελφοὶ φαγεῖν· καὶ ἐὰν παραμείνω εἰς τὴν αὔριον, μήποτε τελευτήσῃ. Πλὴν τοῦτο ποιῶ, ὑπάγω καὶ οὐκ ἐσθίω. Καὶ οὕτως ἀπῆλθε νῆστις, πληρώσας τὴν ἐντολὴν τοῦ Θεοῦ· καὶ τὴν διὰ τὸν Θεὸν πολιτείαν αὐτοῦ οὐκ ἔλυσεν.
λγʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Καλαμῶνος, ὅτι θέλων ποτὲ νικῆσαι τὸν ὕπνον, ἐκρέμασεν ἑαυτὸν ἀπὸ τοῦ κρημνοῦ τῆς Πέτρας· καὶ ἐλθὼν ἄγγελος ἔλυσε αὐτὸν, καὶ παρήγγειλεν αὐτὸν μηκέτι τοῦτο ποιῆσαι, μήτε ἄλλοις παραδοῦναι τὴν τοιαύτην παράδοσιν.
λδʹ. Ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Σισόην, λέγων· Ἐὰν κάθημαι ἐν τῇ ἐρήμῳ, καὶ ἔλθῃ βάρβαρος, φονεῦσαί με θέλων, καὶ δυνηθῶ πρὸς αὐτὸν, φονεύσω αὐτόν; Καὶ εἶπεν ὁ γέρων· Οὐχί· ἀλλὰ παράδος αὐτὸν τῷ Θεῷ. Οἷος γὰρ ἂν πειρασμὸς ἔλθῃ ἀνθρώπῳ, λεγέτω, ὅτι Διὰ τὰς ἁμαρτίας μου τοῦτο συνέβη· ἐὰν δὲ ἀγαθὸν, Οἰκονομίᾳ Θεοῦ.
λεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν Θηβαῖον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει· Τί σοι ἔχω εἰπεῖν; ὅτι εἰς τὴν Καινὴν Γραφὴν ἀναγινώσκω, καὶ εἰς τὴν Παλαιὰν ἀνακάμπτω.
λϛʹ. Ὁ αὐτὸς ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν τῆς πέτρας, τὸ ῥῆμα ὃ εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος. Καὶ λέγει ὁ γέρων· Ἐγὼ εἰς τὴν ἁμαρτίαν κοιμῶμαι, καὶ εἰς τὴν ἁμαρτίαν ἐγείρομαι.
λζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι ὡς ἀπέλυεν ἡ ἐκκλησία, ἔφευγεν εἰς τὸ κελλίον αὐτοῦ. Καὶ ἔλεγον· Δαίμονα ἔχει. Αὐτὸς δὲ τὸ ἔργον τοῦ Θεοῦ ἐποίει.
ληʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω, ἀββᾶ, ὅτι πέπτωκα; Λέγει αὐτῷ ὁ γέρων· Ἀνάστα πάλιν. Λέγει ὁ ἀδελφός· Ἀνέστην, καὶ πάλιν πέπτωκα. Καὶ λέγει ὁ γέρων· Ἀνάστα πάλιν καὶ πάλιν. Εἶπεν οὖν ὁ ἀδελφός· Ἕως πότε; Λέγει ὁ γέρων· Ἕως ἂν καταληφθῇς εἴτε ἐν τῷ ἀγαθῷ, εἴτε ἐν τῷ πτώματι· ἐν ᾧ γὰρ εὑρίσκεται ἄνθρωπος, ἐν αὐτῷ καὶ πορεύεται.
λθʹ. Ἀδελφὸς ἠρώτησε γέροντα, λέγων· Τί ποιήσω; ὅτι θλίβομαι διὰ τὸ ἐργόχειρον. Ἀγαπῶ γὰρ τὴν σειρὰν, καὶ οὐ δύναμαι αὐτὴν ἐργάσασθαι. Λέγει ὁ γέρων, ὅτι ὁ ἀββᾶς Σισόης ἔλεγεν, ὡς οὐ χρὴ τὸ ἀναπαῦον ἡμᾶς ἔργον ἐργάζεσθαι.
μʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Ζήτει τὸν Θεὸν, καὶ μὴ ζήτει ποῦ κατοικεῖ.
μαʹ. Εἶπε πάλιν, ὅτι αἰδὼς καὶ ἀφοβία πολλάκις φέρει τὴν ἁμαρτίαν.
μβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω; Λέγει αὐτῷ· Τὸ πρᾶγμα ὃ ζητεῖς, τὸ σφόδρα σιωπᾷν, καὶ ταπείνωσις. Γέγραπται γάρ· Μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ. Οὕτω δύνασαι στῆναι.
μγʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Γενοῦ ἐξουδενωμένος, καὶ τὸ θέλημά σου ὀπίσω βάλε, καὶ γενοῦ ἀμέριμνος· καὶ ἕξεις ἀνάπαυσιν.
μδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω διὰ τὰ πάθη; Καὶ λέγει ὁ γέρων· Ἕκαστος ἡμῶν πειράζεται ἀπὸ τῆς ἰδίας ἐπιθυμίας.
μεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Εἰπέ μοι ῥῆμα. Ὁ δὲ ἔφη· Τί με ἀναγκάζεις λαλῆσαι ἀργῶς; Ἰδοὺ ὃ βλέπεις ποίησον.
μϛʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἀβραὰμ ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη εἰς διακονίαν, καὶ ἐπὶ ἡμέρας οὐκ ἤθελε διακονηθῆναι ὑπὸ ἄλλου τινὸς, λέγων· Ἔχω ἀφεῖναι ἄνθρωπον ἄλλον ποιῆσαι συνήθειαν μετ’ ἐμοῦ, ἐκτὸς τοῦ ἀδελφοῦ μου; Καὶ οὐ κατεδέξατο ἕως οὗ ἦλθεν ὁ μαθητὴς αὐτοῦ, ὑπομείνας τὸν κόπον.
μζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι καθημένου αὐτοῦ, ἔκραξε μεγάλῃ τῇ φωνῇ· Ὦ ταλαιπωρία! Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Τί ἔχεις, Πάτερ; Λέγει αὐτῷ ὁ γέρων· Ἕν ἄνθρωπον ζητῶ λαλῆσαι, καὶ οὐχ εὑρίσκω.
μηʹ. Ἐξῆλθέ ποτε ὁ ἀββᾶς Σισόης ἐκ τοῦ ὄρους τοῦ ἀββᾶ Ἀντωνίου, εἰς τὸ ἐξώτερον ὄρος τῆς Θηβαΐδος, καὶ ᾤκησεν ἐκεῖ. Ἦσαν δὲ ἐκεῖ Μελιτιανοὶ, οἰκοῦντες ἐν τῷ Καλαμῶνι τοῦ Ἀρσενοΐτου. Τινὲς δὲ ἀκούσαντες ὅτι ἐξῆλθεν εἰς τὸ ἐξώτερον ὄρος, ἐπεθύμησαν αὐτὸν θεάσασθαι· ἔλεγον δέ· Τί ποιήσομεν; εἰς τὸ ὄρος γάρ εἰσι Μελιτιανοί. Οἴδαμεν δὲ ὅτι ὁ γέρων οὐ βλάπτεται ἐξ αὐτῶν· ἡμεῖς δὲ μήποτε θέλοντες συντυχεῖν τῷ γέροντι, ἐμπέσωμεν εἰς πειρασμὸν τῶν αἱρετικῶν. Καὶ ἕνεκεν τοῦ μὴ συναντῆσαι τοῖς αἱρετικοῖς, οὐκ ἀπῆλθον ἰδεῖν τὸν γέροντα.
μθʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ἠσθένησε· καὶ καθημένων γερόντων πρὸς αὐτὸν ἐλάλησέ τισι. Λέγουσιν αὐτῷ· Τί βλέπεις, ἀββᾶ; Καὶ λέγει αὐτοῖς· Ὁρῶ τινας ἐλθόντας ἐπ’ ἐμὲ, καὶ παρακαλῶ αὐτοὺς ἵνα ἐάσωσί με μικρὸν μετανοῆσαι. Λέγει αὐτῷ εἷς τῶν γερόντων· Καὶ ἐὰν ἐάσωσί σε, ἀπάρτι δύνασαι χρησιμεῦσαι εἰς μετάνοιαν; Λέγει αὐτῷ ὁ γέρων· Εἰ δὲ οὐ δύναμαι ποιῆσαι, ἀλλὰ στενάζω ἐπάνω τῆς ψυχῆς μου μικρὸν, καὶ ἀρκεῖ μοι.
νʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ὅτε ἦλθεν εἰς τὸ Κλύσμα, ἠσθένησε· καὶ καθημένου αὐτοῦ μετὰ τοῦ μαθητοῦ αὐτοῦ εἰς τὴν κέλλαν, ἰδοὺ κροῦσμα γέγονεν εἰς τὴν θύραν. Καὶ νοήσας ὁ γέρων, λέγει τῷ μαθητῇ αὐτοῦ Ἀβραάμ· Εἰπὲ τῷ κρούσαντι· Ἐγὼ Σισόης εἰς τὸ ὄρος, ἐγὼ Σισόης εἰς τὸ χαράδριον. Ὁ δὲ ἀκούσας ἀφανὴς ἐγένετο.
ναʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος τῷ μαθητῇ αὐτοῦ· Εἰπέ μοι τί βλέπεις εἰς ἐμὲ, κἀγώ σοι λέγω τί βλέπω εἰς σέ. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Σὺ καλὸς τῷ νῷ, καὶ σκληρὸς μικρόν. Λέγει αὐτῷ ὁ γέρων· Σὺ καλὸς εἶ, ἀλλὰ χαῦνος τῷ νῷ.
νβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι οὐκ ἤσθιεν ἄρτον. Καὶ εἰς τὴν ἑορτὴν τοῦ Πάσχα ἔβαλον αὐτῷ μετάνοιαν οἱ ἀδελφοὶ, ἵνα φάγῃ μετ’ αὐτῶν. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἓν ἔχω ποιῆσαι· ἢ ἄρτον ἔχω μεταλαβεῖν, ἢ ὅσα ἐποιήσατε φαγία. Οἱ δὲ εἶπον αὐτῷ· Ἄρτον μόνον φάγε. Ὁ δὲ ἐποίησεν οὕτως.
Περὶ τοῦ ἀββᾶ Σιλουανοῦ.
αʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Σιλουανὸς καὶ ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας εἰς μοναστήριον· καὶ ἐποίησαν αὐτοὺς γεύσασθαι μικρὸν πρὸ τοῦ ὁδεῦσαι. Καὶ ἐξελθόντων αὐτῶν, εὗρεν ὁ μαθητὴς αὐτοῦ ὕδωρ ἐν τῇ ὁδῷ, καὶ ἤθελε πιεῖν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ζαχαρία, νηστεία σήμερον. Ὁ δὲ λέγει· Οὐκ ἐφάγομεν, Πάτερ; Λέγει ὁ γέρων· Ἐκεῖνο τὸ, ἐφάγομεν, τῆς ἀγάπης ἦν· ἡμεῖς δὲ τὴν ἑαυτῶν νηστείαν κρατήσωμεν, τέκνον.
βʹ. Ὁ αὐτὸς καθεζόμενός ποτε μετὰ ἀδελφῶν, ἐγένετο ἐν ἐκστάσει, καὶ πίπτει ἐπὶ πρόσωπον· καὶ μετὰ πολὺ ἀναστὰς ἔκλαιε. Καὶ παρεκάλεσαν αὐτὸν οἱ ἀδελφοὶ, λέγοντες· Τί ἔχεις, Πάτερ; Ὁ δὲ ἐσιώπα καὶ ἔκλαιεν. Ἀναγκαζόντων δὲ αὐτῶν εἰπεῖν, εἶπεν· Ἐγὼ εἰς τὴν κρίσιν ἡρπάγην· καὶ εἶδον πολλοὺς τοῦ γένους ἡμῶν ἀπερχομένους εἰς κόλασιν, καὶ πολλοὺς τῶν κοσμικῶν ἀπερχομένους εἰς βασιλείαν. Καὶ ἐπένθει ὁ γέρων, καὶ οὐκ ἤθελεν ἐξελθεῖν ἐκ τοῦ κελλίου αὐτοῦ. Εἰ δὲ καὶ ἠναγκάζετο ἐξελθεῖν, ἔσκεπε τῷ κουκουλίῳ τὸ πρόσωπον αὐτοῦ, λέγων· Τί θέλω ἰδεῖν τὸ φῶς τοῦτο τὸ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὄφελος;
γʹ. Ἄλλοτε εἰσῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας, καὶ εὗρεν αὐτὸν ἐν ἐκστάσει, καὶ αἱ χεῖρες αὐτοῦ εἰς τὸν οὐρανὸν ἡπλωμέναι. Καὶ κλείσας τὴν θύραν ἐξῆλθε. Καὶ ἐλθὼν περὶ ὥραν ἕκτην καὶ ἐννάτην, εὗρεν αὐτὸν οὕτως. Καὶ περὶ ὥραν δεκάτην ἔκρουσε· καὶ εἰσελθὼν, εὗρεν αὐτὸν ἡσυχάζοντα, καὶ λέγει αὐτῷ· Τί ἔχεις σήμερον, Πάτερ; Ὁ δὲ εἶπεν· Ἠσθένησα σήμερον, τέκνον. Ὁ δὲ κρατήσας τοὺς πόδας αὐτοῦ, ἔλεγεν· Οὐ μή σε ἐάσω, ἐὰν μὴ εἴπῃς μοι τί εἶδες. Λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ εἰς τὸν οὐρανὸν ἡρπάγην, καὶ εἶδον τὴν δόξαν τοῦ Θεοῦ, καὶ ἐκεῖ ἱστάμην ἕως ἄρτι, καὶ νῦν ἀπελύθην.
δʹ. Καθεζομένου ποτὲ τοῦ ἀββᾶ Σιλουανοῦ εἰς τὸ ὄρος τὸ Σινὰ, ἀπῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας εἰς διακονίαν, καὶ λέγει τῷ γέροντι· Ἀπόλυσον τὸ ὕδωρ, καὶ πότισον τὸν κῆπον. Ὁ δὲ ἐξελθὼν ἔσκεπε τὴν ὄψιν αὐτοῦ τῷ κουκουλίῳ, καὶ μόνον τὰ ἴχνη αὐτοῦ ἔβλεπε. Παρέβαλε δὲ ἀδελφὸς αὐτῇ τῇ ὥρᾳ· καὶ ἰδὼν αὐτὸν ἀπὸ μακρόθεν, κατενόει τί ἐποίησεν. Εἰσελθὼν δὲ ὁ ἀδελφὸς πρὸς αὐτὸν, εἶπεν· Εἰπέ μοι, ἀββᾶ, τί τὸ πρόσωπόν σου κατεσκέπασας τῷ κουκουλίῳ, καὶ οὕτως τὸν κῆπον ἐπότιζες; Λέγει αὐτῷ ὁ γέρων· Τέκνον, ἵνα μὴ ἴδωσιν οἱ ὀφθαλμοί μου τὰ δένδρα, καὶ ἀπασχοληθῇ ὁ νοῦς μου ἀπὸ τῆς ἐργασίας αὐτοῦ εἰς αὐτά.
εʹ. Παρέβαλέ τις ἀδελφὸς τῷ ἀββᾷ Σιλουανῷ εἰς τὸ ὄρος τὸ Σινά· καὶ ἰδὼν τοὺς ἀδελφοὺς ἐργαζομένους, εἶπε τῷ γέροντι· Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην. Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Λέγει ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Ζαχαρία, δὸς τῷ ἀδελφῷ βιβλίον, καὶ βάλε αὐτὸν εἰς κελλίον μηδὲν ἔχον. Ὅτε οὖν ἐγένετο ἡ ὥρα τῆς ἐννάτης, προσεῖχε τῇ θύρᾳ, εἰ ἄρα πέμπουσι καλέσαι αὐτὸν εἰς τὸ φαγεῖν. Ὡς δὲ οὐδεὶς ἐκάλεσεν αὐτὸν, ἀναστὰς ἦλθε πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Οὐκ ἔφαγον οἱ ἀδελφοὶ σήμερον, ἀββᾶ; Λέγει αὐτῷ ὁ γέρων· Ναί. Εἶπε δέ· Διατί οὐκ ἐκαλέσατέ με; Λέγει αὐτῷ ὁ γέρων· Ἐπειδὴ ἄνθρωπος πνευματικὸς εἶ, καὶ οὐ χρείαν ἔχεις τῆς βρώσεως ταύτης· ἡμεῖς δὲ σαρκικοὶ ὄντες θέλομεν φαγεῖν, καὶ διὰ τοῦτο ἐργαζόμεθα· σὺ δὲ τὴν καλὴν μερίδα ἐξελέξω, ἀναγινώσκων ὅλην τὴν ἡμέραν, καὶ οὐ θέλεις φαγεῖν σαρκικὴν βρῶσιν. Καὶ ὡς ἤκουσε ταῦτα, ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ. Λέγει αὐτῷ ὁ γέρων· Πάντως χρείαν ἔχει καὶ ἡ Μαρία τῆς Μάρθας· διὰ γὰρ τῆς Μάρθας καὶ ἡ Μαρία ἐγκωμιάζεται.
ϛʹ. Ἠρώτησάν ποτε τὸν ἀββᾶν Σιλουανὸν, λέγοντες· Ποίαν πολιτείαν εἰργάσω, Πάτερ, ἵνα λάβῃς τὴν φρόνησιν ταύτην; Καὶ ἀπεκρίθη· Οὐδέποτε ἀφῆκα εἰς τὴν καρδίαν μου λογισμὸν παροργίζοντα τὸν Θεόν.
ζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ἐκάθισεν εἰς κελλίον κρυφῆ, ἔχων μικρὰ ἐρεβίνθια, καὶ ἐποίησεν εἰς αὐτὰ ἔργον ἑκατὸν κόσκινα. Καὶ ἰδοὺ ἄνθρωπος ἦλθεν ἀπὸ Αἰγύπτου, ἔχων ὄνον μεστὸν ἄρτων· καὶ κρούσας εἰς τὸ κελλίον αὐτοῦ ἔθηκε. Λαβὼν οὖν ὁ γέρων τὰ κόσκινα, ἐγέμισε τὸν ὄνον, καὶ ἀπέλυσεν αὐτόν.
ηʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ἐξῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας χωρὶς αὐτοῦ· καὶ λαβὼν τοὺς ἀδελφοὺς, ἔστρεψε τὸν φραγμὸν τοῦ κήπου, καὶ μείζονα αὐτὸν ἐποίησε. Μαθὼν οὖν ὁ γέρων, ἔλαβε τὸ μηλωτάριον αὐτοῦ, καὶ ἐξῆλθε, καὶ λέγει τοῖς ἀδελφοῖς· Εὔξασθε περὶ ἐμοῦ. Οἱ δὲ ἰδόντες αὐτὸν, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, λέγοντες· Εἰπὲ ἡμῖν τί ἐστιν ὃ ἔχεις, Πάτερ. Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Οὐκ εἰσέρχομαι ἔσω, οὐ καταβαίνει τὸ μηλωτάριον ἀπ’ ἐμοῦ, ἕως οὗ ἐνέγκητε τὸν φραγμὸν εἰς τὸν πρῶτον αὐτοῦ τόπον. Οἱ δὲ πάλιν ἔστρεψαν τὸν φραγμὸν, καὶ ἐποίησαν αὐτὸν ὡς ἦν. Καὶ οὕτως ὁ γέρων ὑπέστρεψε εἰς τὸ κελλίον αὐτοῦ.
θʹ. Εἶπεν ὁ ἀββᾶς Σιλουανός· Ἐγὼ δοῦλός εἰμι, καὶ ὁ κύριός μου εἶπέ μοι· Ἐργάζου τὸ ἔργον μου, κἀγώ σε τρέφω· πόθεν δὲ, μὴ ζήτει· εἴτε ἔχω, εἴτε κλέπτω, εἴτε δανείζομαι, σὺ μὴ ζήτει· ἐργάζου μόνον, καὶ τρέφω σε. Ἐγὼ οὖν ἐὰν ἐργάζωμαι, ἐκ τοῦ μισθοῦ μου ἐσθίω· ἐὰν δὲ μὴ ἐργάζωμαι, ἀγάπην ἐσθίω.
ιʹ. Εἶπε πάλιν· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, ὃς ἔχει τὸ ὄνομα αὐτοῦ μεῖζον τῆς ἐργασίας αὐτοῦ.
ιαʹ. Ἠρώτησεν ὁ ἀββᾶς Μωϋσῆς τὸν ἀββᾶν Σιλουανὸν, λέγων· Δύναται ἄνθρωπος καθ’ ἡμέραν βάλλειν ἀρχήν; Καὶ εἶπεν ὁ γέρων· Ἐάν ἐστιν ἐργάτης, δύναται καὶ καθ’ ὥραν βάλλειν ἀρχήν.
ιβʹ. Εἶπέ τις τῶν Πατέρων, ὅτι συνέτυχέ ποτέ τις τῷ ἀββᾷ Σιλουανῷ, καὶ ἑωρακὼς αὐτοῦ τὸ πρόσωπον καὶ τὸ σῶμα ὡς ἀγγέλου λάμψαν, ἔπεσεν ἐπὶ πρόσωπον. Ἔλεγε δὲ καὶ ἄλλους τινὰς ἐσχηκέναι τοῦτο τὸ χάρισμα.
Περὶ τοῦ ἀββᾶ Σίμωνος.
αʹ. Ἦλθέ ποτε ἄρχων ἰδεῖν τὸν ἀββᾶν Σίμωνα. Ὁ δὲ ἀκούσας ἔλαβε τὴν ζώνην, καὶ ἀπῆλθεν εἰς φοίνικα καθαρίσαι αὐτόν. Οἱ δὲ ἐλθόντες, ἔκραξαν· Γέρον, ποῦ ἔστιν ὁ ἀναχωρητής; Ὁ δὲ εἶπεν· Οὐκ ἔστιν ὧδε ἀναχωρητής. Καὶ ἀκούσαντες ἀνεχώρησαν.
βʹ. Ἄλλοτε πάλιν ἦλθεν ἄλλος ἄρχων ἰδεῖν αὐτόν. Καὶ προλαβόντες οἱ κληρικοὶ εἶπον αὐτῷ· Ἀββᾶ, ἑτοίμασον, ὅτι ὁ ἄρχων ἀκούων περὶ σοῦ, ἔρχεται εὐλογηθῆναι παρὰ σοῦ. Ὁ δὲ εἶπε· Ναὶ, ἐγὼ ἑτοιμάζω ἑαυτόν. Φορέσας οὖν τὸ κεντόνιον αὐτοῦ, καὶ λαβὼν ἄρτον καὶ τυρὸν ἐν ταῖς χερσὶν αὐτοῦ, ἀναστὰς εἰς τὸν πυλῶνα ἐκάθισεν ἐσθίων. Καὶ ἐλθὼν ὁ ἄρχων μετὰ τῆς τάξεως αὐτοῦ, καὶ ἰδόντες αὐτὸν, ἐξουθένησαν αὐτὸν, λέγοντες· Οὗτός ἐστιν ὁ ἀναχωρητὴς περὶ οὗ ἠκούσαμεν; Καὶ εὐθέως ἀνέκαμψαν.
Περὶ τοῦ ἀββᾶ Σωπάτρου.
Ἠρώτησέ τις τὸν ἀββᾶν Σώπατρον, λέγων· Δός μοι ἐντολὴν, ἀββᾶ, καὶ φυλάξω αὐτήν. Ὁ δὲ εἶπεν αὐτῷ· Μὴ εἰσέλθῃ γυνὴ εἰς τὸ κελλίον σου, καὶ μὴ ἀναγνώσῃς ἀπόκρυφα· καὶ μὴ ἐκζητήσῃς περὶ τῆς εἰκόνος· τοῦτο γὰρ οὐκ ἔστιν αἵρεσις, ἀλλ’ ἰδιωτεία καὶ φιλονεικία ἀμφοτέρων τῶν μερῶν· ἀδύνατον γὰρ καταληφθῆναι τὸ πρᾶγμα τοῦτο ὑπὸ πάσης τῆς κτίσεως.
Περὶ τοῦ ἀββᾶ Σαρματᾶ.
αʹ. Εἶπεν ὁ ἀββᾶς Σαρματᾶς· Θέλω ἄνθρωπον ἁμαρτήσαντα, εἰ οἶδεν ὅτι ἥμαρτε, καὶ μετανοεῖ, ὑπὲρ ἄνθρωπον μὴ ἁμαρτήσοντα, καὶ ἔχοντα ἑαυτὸν ὡς δικαιοσύνην ποιοῦντα.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σαρματᾶ, ὅτι πολλάκις ἐλάμβανε τεσσαράκοντα ἡμέρας τῇ βουλῇ τοῦ ἀββᾶ Ποιμένος· καὶ ὡς οὐδὲν ἐπληροῦντο αἱ ἡμέραι ἐνώπιον αὐτοῦ. Ἦλθεν οὖν ὁ ἀββᾶς Ποιμὴν πρὸς αὐτὸν, καὶ λέγει αὐτῷ· Εἰπέ μοι, τί ἑώρακας ποιῶν τὸν τοσοῦτον κόπον; Ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν· Οὐδὲν πλέον. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Οὐκ ἀφῶ σε, ἐὰν μή μοι εἴπῃς. Ὁ δὲ εἶπεν· Ἓν μόνον εὗρον, ὅτι ἐὰν εἴπω τῷ ὕπνῳ, Ὕπαγε, ὑπάγει, καὶ ἐὰν εἴπω, Ἐλθὲ, ἔρχεται.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαρματᾶν, λέγων· Οἱ λογισμοὶ λέγουσί μοι· Μὴ ἐργάσῃ, ἀλλὰ φάγε, πίε, κοιμῶ. Λέγει αὐτῷ ὁ γέρων· Ὅτε πεινᾷς, φάγε· ὅτε διψᾷς, πίε· ὅτε νυστάζεις, κοιμῶ. Ἄλλος δὲ γέρων κατ’ εὐκαιρίαν ἦλθε πρὸς τὸν ἀδελφόν· καὶ εἶπεν αὐτῷ ὁ ἀδελφὸς ἃ εἶπεν ὁ ἀββᾶς Σαρματᾶς. Λέγει οὖν αὐτῷ ὁ γέρων· Τοῦτό ἐστιν ὃ εἶπέ σοι ὁ ἀββᾶς Σαρματᾶς· Ὅταν πεινᾷς τόνῳ, καὶ διψήσῃς ἕως μηκέτι δυνηθῇς, φάγε τότε καὶ πίε· καὶ ὅταν ἀγρυπνήσῃς πάνυ πολὺ καὶ νυστάξῃς, κοιμῶ. Τοῦτό ἐστιν ὃ ἔλεγέ σοι γέρων.
δʹ. Ἠρώτησε πάλιν ὁ αὐτὸς ἀδελφὸς τὸν ἀββᾶν Σαρματᾶν, λέγων· Οἱ λογισμοὶ λέγουσί μοι· Ὕπαγε ἔξω, καὶ παράβαλε τοῖς ἀδελφοῖς. Καὶ λέγει ὁ γέρων· Τοῦτο μὴ ἀκούσῃς αὐτῶν, ἀλλ’ εἰπέ· Ἰδοὺ ἤκουσά σου τὸ πρῶτον, τοῦτο δὲ οὐ δύναμαί σου ἀκοῦσαι.
Περὶ τοῦ ἀββᾶ Σεραπίωνος.
αʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Σεραπίων παρερχόμενος διὰ κώμης τινὸς τῆς Αἰγύπτου· καὶ εἶδέ τινα πόρνην ἑστῶσαν εἰς τὸ κελλίον αὐτῆς· καὶ εἶπεν αὐτῇ ὁ γέρων· Προσδόκησόν με ὀψέ· θέλω γὰρ ἐλθεῖν πρὸς σὲ, καὶ ποιῆσαι τὴν νύκτα ταύτην ἔγγιστά σου. Ἡ δὲ ἀποκριθεῖσα, εἶπε· Καλῶς, ἀββᾶ. Καὶ ἡτοιμάσθη, καὶ ἔστρωσε τὴν κλίνην. Ὀψίας δὲ γενομένης, ἦλθεν ὁ γέρων πρὸς αὐτὴν, καὶ εἰσελθὼν εἰς τὸ κελλίον, λέγει αὐτῇ· Ἡτοίμασας τὴν κλίνην; Ἡ δὲ εἶπε· Ναὶ, ἀββᾶ. Καὶ ἔκλεισε τὴν θύραν, καὶ λέγει αὐτῇ· Μεῖνον ὀλίγον, ἐπειδὴ νόμον ἔχομεν, ἕως οὗ ποιήσω αὐτόν. Καὶ ἤρξατο ὁ γέρων τῆς συνάξεως αὐτοῦ· καὶ ἀρξάμενος τὸ ψαλτήριον, κατὰ ψαλμὸν ἐποίει εὐχὴν, δεόμενος τοῦ Θεοῦ ὑπὲρ αὐτῆς, ὅπως μετανοήσῃ καὶ σωθῇ. Καὶ εἰσήκουσεν αὐτοῦ ὁ Θεὸς, Καὶ ἕστηκεν ἡ γυνὴ τρέμουσα καὶ εὐχομένη ἐγγὺς τοῦ γέροντος. Καὶ ὡς ἐτέλεσεν ὁ γέρων ὅλον τὸ ψαλτήριον, ἔπεσεν ἡ γυνὴ χαμαί. Ὁ δὲ γέρων ἀρξάμενος τοῦ Ἀποστόλου, εἶπε πολὺ ἐξ αὐτοῦ· καὶ οὕτως ἐπλήρωσε τὴν σύναξιν. Κατανυγεῖσα οὖν ἡ γυνὴ, καὶ νοήσασα ὅτι οὐ δι’ ἁμαρτίαν ἦλθε πρὸς αὐτὴν, ἀλλ’ ἵνα σώσῃ αὐτῆς τὴν ψυχὴν, προσέπεσεν αὐτῷ, λέγουσα· Ποίησον ἀγάπην, ἀββᾶ, καὶ ὅπου δύναμαι εὐαρεστῆσαι τῷ Θεῷ, ὁδήγησόν με. Τότε ὁ γέρων ὡδήγησεν αὐτὴν εἰς μοναστήριον παρθένων, καὶ παρέδωκεν αὐτὴν τῇ Ἀμμᾷ, καὶ εἶπε· Λάβε τὴν ἀδελφὴν ταύτην, καὶ μὴ θήσεις αὐτῇ ζυγὸν ἢ ἐντολὴν ὡς ταῖς ἀδελφαῖς· ἀλλ’ εἴ τι θέλει, δὸς αὐτῇ· καὶ ὡς θέλει, συγχώρησον αὐτῇ πορεύεσθαι. Καὶ ὡς ἐποίησεν ὀλίγας ἡμέρας, εἶπεν· Ἐγὼ ἁμαρτωλός εἰμι, θέλω διὰ δύο ἐσθίειν. Καὶ μετ’ ὀλίγας ἡμέρας εἶπεν· Ἐγὼ πολλὰς ἁμαρτίας ἔχω, θέλω διὰ τεσσάρων ἡμερῶν ἐσθίειν. Καὶ μετ’ ὀλίγας ἡμέρας παρεκάλεσε τὴν Ἀμμᾶν, λέγουσα· Ἐπειδὴ πολλὰ ἐλύπησα τὸν Θεὸν ἐν ταῖς ἀνομίαις μου, ποίησον ἀγάπην, καὶ βάλε με εἰς κελλίον, καὶ ἀνάφραξον αὐτὸ, καὶ δι’ ὁπῆς δίδου μοι μικρὸν ἄρτον καὶ τὸ ἐργόχειρον. Καὶ ἐποίησεν αὐτῇ ἡ Ἀμμᾶς οὕτως. Καὶ εὐηρέστησε τῷ Θεῷ τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς αὐτῆς.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαραπίωνα, λέγων· Εἰπέ μοι λόγον. Λέγει αὐτῷ ὁ γέρων· Τί σοι ἔχω εἰπεῖν; ὅτι ἔλαβες τὰ τῶν χηρῶν καὶ ὀρφανῶν, καὶ ἔθηκας εἰς τὴν θυρίδα ταύτην· εἶδε γὰρ αὐτὴν μεστὴν βιβλίων.
γʹ. Εἶπεν ὁ ἀββᾶς Σαραπίων, ὅτι Ὥσπερ οἱ στρατιῶται τοῦ βασιλέως οὐ δύνανται ἱστάμενοι δεξιὰ ἢ ἀριστερὰ προσέχειν· οὕτως καὶ ὁ ἄνθρωπος, ἐὰν ἵσταται ἐνώπιον τοῦ Θεοῦ, καὶ προσέχῃ ἐνώπιον αὐτοῦ ἐν φόβῳ πάσῃ ὥρᾳ, οὐδὲν τοῦ ἐχθροῦ δύναται αὐτὸν ἐκφοβῆσαι.
δʹ. Παρέβαλεν ἀδελφὸς τῷ ἀββᾷ Σαραπίωνι· προετρέπετο δὲ αὐτὸν ὁ γέρων εὐχὴν ποιῆσαι κατὰ τὴν συνήθειαν. Ὁ δὲ ἁμαρτωλὸν ἑαυτὸν λέγων, καὶ αὐτοῦ τοῦ μοναχικοῦ σχήματος ἀνάξιον, οὐκ ἐπείθετο. Ἠθέλησε δὲ καὶ τοὺς πόδας αὐτοῦ νίψαι· καὶ τοῖς αὐτοῖς πάλιν χρώμενος λόγοις, οὐκ ἠνέσχετο. Ἐποίησε δὲ αὐτὸν γεύσασθαι· ἐσθίειν δὲ ἤρξατο καὶ ὁ γέρων. Καὶ ἐνουθέτει αὐτὸν, λέγων· Τέκνον, εἰ θέλεις ὠφεληθῆναι, καρτέρησον ἐν τῷ κελλίῳ σου, καὶ πρόσεχε σεαυτῷ καὶ τῷ ἐργοχείρῳ σου· οὐ γὰρ φέρει σοι τὸ προέρχεσθαι τοιαύτην ὠφέλειαν, ὅσον τὸ καθέζεσθαι. Ὁ δὲ ταῦτα ἀκούσας, ἐπικράνθη, καὶ ἠλλοιώθη τῇ μορφῇ, ὥστε μηδὲ δυνηθῆναι λαθεῖν τὸν γέροντα. Εἶπεν οὖν αὐτῷ ὁ ἀββᾶς Σαραπίων· Μέχρι τοῦ νῦν ἔλεγες, Ἁμαρτωλός εἰμι, καὶ κατηγόρεις ἑαυτοῦ καὶ τοῦ ζῇν ἀνάξιον εἶναι· καὶ ἐπειδὴ μετὰ ἀγάπης ὑπέμνησά σε, τοσοῦτον ἐθηριώθης; Ἐὰν οὖν θέλῃς ταπεινὸς εἶναι, τὰ παρ’ ἄλλων ἐπαγόμενά σοι μάθε φέρειν γενναίως, καὶ μὴ ῥήματα ἀργὰ κάτεσχε σεαυτῷ. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς μετενόησε τῷ γέροντι, καὶ πολλὰ ὠφεληθεὶς ἀνεχώρησεν.
Περὶ τοῦ ἀββᾶ Σερίνου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σερίνου, ὅτι πολλὰ εἰργάζετο, καὶ δύο παξαμάτια ἤσθιε διαπαντός. Καὶ ἐλθὼν πρὸς αὐτὸν ὁ ἀββᾶς Ἰὼβ, ὁ συμφωνητὴς αὐτοῦ, καὶ αὐτὸς δὲ μέγας ἀσκητὴς, εἶπεν αὐτῷ, ὅτι Εἰς τὸ κελλίον μου φυλάττω τὴν πρᾶξίν μου· ἐὰν δὲ ἐξέλθω, συγκαταβαίνω τοῖς ἀδελφοῖς. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Σερῖνος· Οὐκ ἔστιν αὕτη μεγάλη ἀρετὴ, ὅταν ἐν τῷ κελλίῳ σου φυλάττῃς τὴν τάξιν σου, ἀλλ’ ὅταν ἐκ τοῦ κελλίου σου μᾶλλον ἐξέλθῃς.
βʹ. Εἶπεν ὁ ἀββᾶς Σερῖνος, ὅτι Ἐποίησα τὸν χρόνον μου, θερίζων, καταῤῥάπτων, πλέκων· καὶ ἐν τούτοις πᾶσιν, εἰ μὴ ἡ χεὶρ τοῦ Θεοῦ ἐχόρτασέ με, οὐκ ἠδυνήθην χορτασθῆναι.
Περὶ τοῦ ἀββᾶ Σπυρίδωνος.
αʹ. Περὶ δὲ Σπυρίδωνος, τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης, ὡς ἀξιωθῆναι αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι. Μιᾶς γὰρ τῶν ἐν Κύπρῳ πόλεων, ὀνόματι Τριμιθούντων, οὗτος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο· διὰ δὲ ἀτυφίαν πολλὴν, ἐχόμενος τῆς ἐπισκοπῆς, ἐποίμαινε καὶ τὰ πρόβατα. Μεσούσης δὲ τῆς νυκτὸς, κλέπται τῇ μάνδρᾳ τῶν προβάτων λαθραίως ἐπελθόντες, κλέψαι τῶν προβάτων ἐσπούδαζον. Ὁ δὲ Θεὸς ὁ τὸν ποιμένα σώζων, καὶ τὰ πρόβατα ἔσωζεν· οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει παρὰ τὴν μάνδραν ἐδέδεντο. Ὄρθρος δὲ ἦν· καὶ ἧκεν ὁ ποιμὴν πρὸς τὰ πρόβατα. Ὡς δὲ εὗρεν ὀπίσω τὰς χεῖρας ἔχοντας, ἔγνω τὸ γεγονός· καὶ εὐξάμενος λύει τοὺς κλέπτας. Πολλὰ δὲ νουθετήσας καὶ παραινέσας αὐτοῖς, ἐκ δικαίων πόνων σπουδάζειν μᾶλλον καὶ μὴ ἐξ ἀδικίας ζῇν, ἕνα κριὸν αὐτοῖς χαρισάμενος ἀπέλυσεν, καὶ χαριέντως ἐπιφθεγξάμενος εἶπεν· Ἵνα μὴ μάτην ἠγρυπνηκότες φανῆτε.
βʹ. Ἔλεγον πάλιν, ὅτι θυγάτριον ἦν αὐτῷ παρθένος, τῆς τοῦ πατρὸς εὐλαβείας μετέχουσα, τοὔνομα Εἰρήνη. Ταύτῃ γνώριμός τις πολύτιμον παρέθετο κόσμιον. Ἡ δὲ ἀσφαλέστερον ποιοῦσα, γῇ τὴν παραθήκην ἔκρυψε· μετ’ ὀλίγον δὲ τὸν βίον ἀπέλιπεν. Ἦλθε δὲ μετὰ χρόνον ὁ παραθέμενος· καὶ μὴ εὑρὼν τὴν παρθένον, ἔπλεκε τῷ πατρὶ αὐτῆς τῷ ἀββᾷ Σπυρίδωνι, νῦν μὲν ἕλκων, πάλιν δὲ παρακαλῶν. Ἐπειδὴ δὲ συμφορὰν ἐποιεῖτο τὴν τοῦ παραθεμένου ζημίαν ὁ γέρων, ἐλθὼν ἐπὶ τὸ μνημεῖον τῆς θυγατρὸς, ἐπεκαλεῖτο τὸν Θεὸν, πρὸ καιροῦ δεῖξαι αὐτῷ τὴν ἐπηγγελμένην ἀνάστασιν· καὶ δὴ τῆς ἐλπίδος οὐχ ἥμαρτε. Ζῶσα γὰρ αὖθις ἡ παρθένος φαίνεται τῷ πατρί· καὶ τόπον σημάνασα ἔνθα τὸ κόσμιον ἔκειτο, αὖθις ἀπεχώρει. Καὶ λαβὼν τὴν παραθήκην ὁ γέρων ἔδωκεν αὐτήν.
Περὶ τοῦ ἀββᾶ Σαϊώ.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Σαϊὼ, καὶ τοῦ ἀββᾶ Μούη, ὅτι ἔμειναν μετ’ ἀλλήλων. Εἶχε δὲ πολλὴν ὑπακοὴν ὁ ἀββᾶς Σαϊὼ, σκληρὸς δὲ ἦν πάνυ. Καὶ ἔλεγεν αὐτῷ ὁ γέρων πειράζων· Ὕπαγε, σύλησον. Καὶ ὑπῆγε, καὶ ἐσύλα τοὺς ἀδελφοὺς διὰ τὴν ὑπακοὴν, εὐχαριστῶν τῷ Κυρίῳ ἐπὶ πᾶσιν. Ὁ δὲ γέρων ἦρεν αὐτὰ, καὶ παρεῖχε κρυφίως. Ποτὲ οὖν ὁδευόντων αὐτῶν, ἠτόνησε, καὶ ἀφῆκεν αὐτὸν ὁ ἀββᾶς συντετριμμένον· καὶ ἐλθὼν, εἶπε τοῖς ἀδελφοῖς· Ὑπάγετε, φέρετε τὸν Σαϊὼ, ὅτι κεκλασμένος κεῖται. Καὶ ἀπελθόντες, ἤγαγον αὐτόν.
Περὶ τῆς ἀμμᾶς Σάῤῥας.
αʹ. Διηγήσαντο περὶ τῆς ἀμμᾶς Σάῤῥας, ὅτι ἔμεινε δεκατρία ἔτη πολεμουμένη κραταιῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας, καὶ οὐδέποτε ηὔξατο ἀποστῆναι τὸν πόλεμον, ἀλλὰ μᾶλλον ἔλεγεν· Ὁ Θεὸς, δός μοι ἰσχύν.
βʹ. Ἐπέθετο αὐτῇ ποτε σφοδρότερον τὸ αὐτὸ πνεῦμα τῆς πορνείας, ὑποβάλλον αὐτῇ τὰ τοῦ κόσμου μάταια. Ἡ δὲ μὴ ἐνδοῦσα τῷ τοῦ Θεοῦ φόβῳ καὶ τῇ ἀσκήσει, ἀνῆλθεν ἐν μιᾷ εἰς τὸ δωμάτιον αὐτῆς προσεύξασθαι. Καὶ ὤφθη αὐτῇ σωματικῶς τὸ πνεῦμα τῆς πορνείας, καὶ εἶπεν αὐτῇ· Σύ με ἐνίκησας, Σάῤῥα. Ἡ δὲ εἶπεν· Οὐκ ἐνίκησά σε ἐγὼ, ἀλλ’ ὁ Δεσπότης μου Χριστός.
γʹ. Ἔλεγον περὶ αὐτῆς, ὅτι ἐπάνω τοῦ ποταμοῦ ἔμεινεν ἑξήκοντα ἔτη οἰκοῦσα, καὶ οὐ παρέκυψεν ἰδεῖν αὐτόν.
δʹ. Ἄλλοτε ἦλθον δύο γέροντες ἀναχωρηταὶ μεγάλοι ἀπὸ τῶν μερῶν τοῦ Πηλουσίου πρὸς αὐτήν· καὶ ἀπερχόμενοι ἔλεγον πρὸς ἀλλήλους· Ταπεινώσωμεν τὴν γραΐδα ταύτην. Καὶ λέγουσιν αὐτῇ· Βλέπε μὴ ἐπαρθῇ ὁ λογισμός σου, καὶ εἴπῃς, ὅτι Ἰδοὺ οἱ ἀναχωρηταὶ πρὸς μὲ ἔρχονται γυναῖκα οὖσαν. Λέγει αὐτοῖς ἡ ἀμμᾶς Σάῤῥα· Τῇ μὲν φύσει γυνή εἰμι, ἀλλ’ οὐ τῷ λογισμῷ.
εʹ. Εἶπεν ἡ ἀμμᾶς Σάῤῥα· Ἐὰν εὔξωμαι τῷ Θεῷ, ἵνα πάντες οἱ ἄνθρωποι πληροφορῶνται εἰς ἐμὲ, εὑρεθήσομαι εἰς τὴν θύραν ἑκάστου μετανοοῦσα· ἀλλὰ μᾶλλον εὔξομαι τὴν καρδίαν μου ἁγνὴν εἶναι μετὰ πάντων.
ϛʹ. Εἶπε πάλιν, ὅτι Βάλλω τὸν πόδα μου ἐπὶ τὴν κλίμακα ἀναβῆναι, καὶ τιθῶ τὸν θάνατον πρὸ ὀφθαλμῶν μου πρὸ τοῦ ἀναβῆναί με εἰς αὐτήν.
ζʹ. Εἶπε πάλιν, ὅτι καλόν ἐστι καὶ δι’ ἀνθρώπους ποιεῖν ἐλεημοσύνην. Εἰ γὰρ καὶ δι’ ἀνθρωπαρεσκίαν, ἀλλ’ ἔρχεται πάλιν εἰς Θεοῦ ἀρέσκειαν.
ηʹ. Παρέβαλόν ποτε Σκητιῶται τῇ ἀμμᾷ Σάῤῥᾳ. Ἡ δὲ παρέθηκεν αὐτοῖς κανίσκιν. Οἱ δὲ ἀφέντες τὰ καλὰ, ἔφαγον τὰ σαπρά. Καὶ εἶπεν αὐτοῖς· Ὄντως Σκητιῶταί ἐστε.
Περὶ τῆς ἀμμᾶς Συγκλητικῆς.
αʹ. Εἶπεν ἡ ἀμμᾶς Συγκλητική· Ἀγών ἐστι καὶ κόπος πολὺς τοῖς προσερχομένοις τῷ Θεῷ, τὰ πρῶτα· ἔπειτα δὲ, χαρὰ ἀνεκλάλητος. Ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι, πρῶτον καπνίζονται καὶ δακρύουσι, καὶ οὕτως τοῦ ζητουμένου ἐπιτυγχάνουσι (καὶ γάρ φησιν, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν)· οὕτως δεῖ καὶ ἡμᾶς εἰς ἑαυτοὺς τὸ θεῖον ἐξάψαι πῦρ μετὰ δακρύων καὶ πόνων.
βʹ. Εἶπε πάλιν, ὅτι Δεῖ ἡμᾶς τοὺς τὸ ἐπάγγελμα τοῦτο ἐπανῃρημένους, σωφροσύνην τὴν εἰς ἄκρον κατέχειν. Καὶ γὰρ παρὰ τοῖς κοσμικοῖς σωφροσύνη δοκεῖ πολιτεύεσθαι, ἀλλὰ συμπάρεστιν αὐτῇ καὶ ἀφροσύνη, διὰ τὸ ταῖς ἄλλαις πάσαις αἰσθήσεσιν ἁμαρτάνειν. Καὶ γὰρ ὁρῶσιν ἀπρεπῶς, καὶ γελῶσιν ἀτάκτως.
γʹ. Εἶπε πάλιν· Ὥσπερ τὰ ἰοβόλα θηρία τὰ δριμύτερα τῶν φαρμάκων ἀπελαύνει· οὕτως καὶ λογισμὸν πονηρὸν εὐχὴ μετὰ νηστείας ἀπελαύνει.
δʹ. Εἶπε πάλιν· Μή σε δελεάσῃ τῶν κοσμικῶν πλουσίων τρυφὴ, ὡς χρήσιμόν τι ἔχουσα, ἡδονῆς κενῆς ἕνεκεν. Ἐκεῖνοι τὴν ὀψαρτυτικὴν τιμῶσι τέχνην· νηστείᾳ καὶ αὐτὸς διὰ τῶν εὐτελῶν τὴν ἐκείνων εὐπορίαν τῶν τροφῶν ὑπερβάλλεις. Φησὶ γάρ· Ψυχὴ ἐν τρυφῇ οὖσα κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου.
εʹ. Ἠρωτήθη ἡ μακαρία Συγκλητικὴ, εἰ τέλειον ἀγαθὸν ἡ ἀκτημοσύνη. Ἡ δὲ εἶπε· Πάνυ τέλειον τοῖς δυναμένοις. Οἱ γὰρ ὑπομένοντες τοῦτο, θλίψιν μὲν ἔχουσι τῇ σαρκὶ, τῇ δὲ ψυχῇ ἀνάπαυσιν. Ὥσπερ γὰρ τὰ στερεὰ ἱμάτια, πατούμενα καὶ βιαίως στρεφόμενα, πλύνεται· οὕτως καὶ ψυχὴ ἰσχυρὰ, διὰ τῆς ἐκουσίου πενίας, ἐπὶ πλεῖον κρατύνεται.
ϛʹ. Εἶπε πάλιν· Ἐὰν ἐν κοινοβίῳ τυγχάνῃς, μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρασκευάζει· οὕτως καὶ μοναχὸς ἢ παρθένος ψύγεται καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου περιερχόμενος.
ζʹ. Εἷπε πάλιν· Πολλὰ τοῦ διαβόλου τὰ ἔνεδρα. Διὰ πενίας οὐ μετεκίνησε ψυχήν; πλοῦτον προσάγει δέλεαρ. Δι’ ὕβρεων καὶ ὀνειδισμῶν οὐκ ἴσχυσεν; ἐπαίνους καὶ δόξαν προβάλλεται. Διὰ τῆς ὑγείας ἡττηθεὶς, νοσοποιεῖ τὸ σῶμα. Ταῖς γὰρ ἡδοναῖς μὴ δυνηθεὶς ἀπατῆσαι, διὰ τῶν ἀκουσίων πόνων τὴν παρατροπὴν ποιῆσαι πειρᾶται. Νόσους γάρ τινας βαρυτάτας ἐξ αἰτήσεως, πρὸς τὸ διὰ τούτων ὀλιγωρήσαντας ἐπιθολῶσαι αὐτῶν τὴν πρὸς Θεὸν ἀγάπην, προσάγει. Ἀλλὰ καὶ κατατέμνεται τὸ σῶμα πυρετοῖς σφοδροτάτοις, καὶ δίψει ἀσχέτῳ ἀνιᾶται. Εἰ μὲν ἁμαρτωλὸς ὢν ταῦτα ὑφίστασαι, ὑπομνήσθητι καὶ τῆς μελλούσης κολάσεως, καὶ τοῦ αἰωνίου πυρὸς, καὶ τῶν δικαστικῶν τιμωριῶν, καὶ οὐ μὴ ὀλιγωρήσῃς πρὸς τὰ παρόντα. Χαῖρε ὅτι ἐπεσκόπησέ σε ὁ Θεός· καὶ τὸ εὔφημον δὲ ἐκεῖνο ῥητὸν ἐπὶ τῆς γλώττης ἔχε, ὡς Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Σίδηρος ἐτύγχανες· ἀλλὰ διὰ τοῦ πυρὸς τὸν ἰὸν ἀποβάλλεις. Εἰ δὲ καὶ δίκαιος ὢν ἀῤῥωστεῖς, ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μείζονα προκόπτεις. Χρυσὸς εἶ; ἀλλὰ διὰ τοῦ πυρὸς δοκιμώτερος γίνῃ. Ἐδόθη σοι ἄγγελος τῇ σαρκί; ἀγαλλιῶ· βλέπε τίνι ὅμοιος γέγονας· τῆς γὰρ Παύλου μερίδος ἠξιώθης. Διὰ τοῦ πυρετοῦ δοκιμάζῃ; διὰ ῥίγους παιδεύῃ; ἀλλά φησιν ἡ Γραφή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ἔτυχες τοῦ πρώτου; προσδόκα τὸ δεύτερον. Πράττων τὴν ἀρετὴν, βόα τὰ τοῦ ἁγίου ῥήματα· φησὶ γάρ· Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Τέλειος γενήσῃ διὰ ταύτης τῶν θλίψεων τῆς δυάδος· φησὶ γάρ· Ἐν θλίψει ἐπλάτυνάς με. Ἐν τούτοις μᾶλλον τοῖς γυμνασίοις τὰς ψυχὰς ἀσκηθῶμεν· ἐπ’ ὀφθαλμῶν γὰρ ὁρῶμεν τὸν ἀντίπαλον.
ηʹ. Εἶπε πάλιν· Ἐὰν ἀσθένεια ὀχλῇ ἡμῖν, μὴ λυπηθῶμεν, ὡς διὰ τὴν ἀσθένειαν καὶ τὴν πληγὴν τοῦ σώματος μὴ δυνάμενοι ψάλλειν μετὰ φωνῆς· ταῦτα γὰρ πάντα ἡμῖν ἠνύετο, πρὸς καθαίρεσιν ἐπιθυμιῶν. Καὶ γὰρ ἡ νηστεία καὶ ἡ χαμευνία διὰ τὰς ἡδονὰς ἡμῖν νενομοθέτηται. Εἰ οὖν ἡ νόσος ταύτας ἤμβλυνε, περιττὸς ὁ λόγος. Αὕτη γάρ ἐστιν ἡ μεγάλη ἄσκησις, τὸ ἐν τοῖς νόσοις ἐγκαρτερεῖν, καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ Θεῷ.
θʹ. Εἶπε πάλιν· Νηστεύων μὴ προφασίσῃ νόσον· καὶ γὰρ οἱ μὴ νηστεύοντες τοῖς αὐτοῖς πολλάκις περιέπεσον νοσήμασιν. Ἤρξω τοῦ καλοῦ; μὴ ἀναχαιτίσῃς τοῦ ἐχθροῦ σε ἐκκόψαντος· αὐτὸς γὰρ τῇ ὑπομονῇ σου καταργεῖται. Καὶ γὰρ οἱ πλεῖν ἀρχόμενοι πρῶτον μὲν δεξιοῦ πνεύματος τυγχάνουσιν· ἁπλώσαντες δὲ τὰ ἱστία, αὖθις ἐναντίῳ ἀπαντῶσιν ἀνέμῳ, ἀλλ’ οἱ ναῦται διὰ τὸ παρεμπεσὸν πνεῦμα οὐκ ἀποσκευάζουσι τὴν ναῦν· μικρὸν δὲ ἡσυχάσαντες ἢ καὶ ἀπομαχησάμενοι τῇ ζάλῃ, πάλιν τὸν πλοῦν ποιοῦνται. Οὕτω καὶ ἡμεῖς, ἐναντίου πνεύματος προσπεσόντος, τὸν σταυρὸν ἀντὶ ἱστίου τανύσαντες, ἀδεῶς τὸν πλοῦν ἐκτελέσωμεν.
ιʹ. Εἶπε πάλιν· Οἱ μὲν τὸν αἰσθητὸν πλοῦτον ἐκ κόπων καὶ κινδύνων θαλάσσης συνάγοντες, πολλὰ κερδήσαντες, τῶν πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν ἡγοῦνται· πρὸς δὲ τὰ μὴ παρόντα ἐπεκτείνονται. Ἡμεῖς δὲ καὶ τῶν ζητουμένων μηδὲν ἔχοντες, οὐδὲν θέλομεν κτήσασθαι διὰ τὸν φόβον τοῦ Θεοῦ.
ιαʹ. Εἶπε πάλιν· Μίμησαι τὸν Τελώνην, ἵνα μὴ τῷ Φαρισαίῳ συγκατακριθῇς· καὶ Μωσέως τὸ πρᾶον ἐπίλεξαι, ἵνα τὴν καρδίαν σου ἀκρότομον οὖσαν εἰς πηγὰς ὑδάτων μεταβάλῃς.
ιβʹ. Εἶπε πάλιν· Ἐπικίνδυνον, τὸν μὴ διὰ τοῦ πρακτικοῦ βίου ἀναχθέντα διδάσκειν. Ὥσπερ γὰρ ἐὰν ᾖ τις οἰκίαν ἔχων σαθρὰν, ξένους ὑποδεξάμενος, βλάψει τῇ πτώσει τοῦ οἰκήματος, οὕτως καὶ οὗτοι, μὴ πρότερον ἑαυτοὺς οἰκοδομήσαντες, καὶ τοὺς προσελθόντας αὐτοῖς ἀπώλεσαν· τοῖς μὲν γὰρ λόγοις συνεκαλέσαντο εἰς σωτηρίαν, τῇ δὲ τοῦ τρόπου κακίᾳ τοὺς ἀθλητὰς μᾶλλον ἠδίκησαν.
ιγʹ. Εἶπε πάλιν· Καλὸν τὸ μὴ ὀργίζεσθαι· εἰ δὲ καὶ γένηται, οὐδὲ μέτρον σοι ἡμέρας πρὸς τὸ πάθος συνεχώρησεν, εἰπών· Μὴ ἐπιδυέτω ὁ ἥλιος. Σὺ οὖν ἐκδέχῃ ἕως πᾶς ὁ χρόνος σου δύῃ. Τί μισεῖς τὸν λυπήσαντα ἄνθρωπον; οὐκ αὐτός ἐστιν ὁ ἀδικήσας, ἀλλ’ ὁ διάβολος. Μίσησον τὴν νόσον, καὶ μὴ τὸν νοσοῦντα.
ιδʹ. Εἶπε πάλιν· Ὅσον προκόπτουσιν οἱ ἀθληταὶ, τοσοῦτον συνάπτουσι ἀνταγωνιστῇ μείζονι.
ιεʹ. Εἶπε πάλιν· Ἔστι καὶ ἐκ τοῦ ἐχθροῦ ἐπιτεταμένη ἄσκησις· καὶ γὰρ οἱ αὐτοῦ μαθηταὶ τοῦτο ποιοῦσι. Πῶς οὖν διακρίνωμεν τὴν θείαν καὶ βασιλικὴν ἄσκησιν, τῆς τυραννικῆς καὶ δαιμονιώδους; δῆλον ὡς ἀπὸ τῆς συμμετρίας. Ἅπας σοι ὁ χρόνος εἷς κανὼν νηστείας ὑπαρχέτω. Μὴ τέσσαρας ἢ πέντε νηστεύσῃς, καὶ τὴν ἄλλην ἐν πλήθει τροφῶν καταλύσῃς· πανταχοῦ γὰρ ἡ ἀμετρία φθοροποιὸς τυγχάνει. Νέος ὢν καὶ ὑγιὴς νήστευσον· ἥξει γὰρ τὸ γῆρας μετὰ ἀσθενείας. Ὡς δύνῃ οὖν θησαύρισον τροφὰς, ἵνα ὅταν μὴ δύνῃ εὕρῃς ἀνάπαυσιν.
ιϛʹ. Εἶπε πάλιν· Ἐν κοινοβίῳ ὄντες, τὴν ὑπακοὴν τῆς ἀσκήσεως μᾶλλον προκρίνωμεν· ἡ μὲν γὰρ ὑπεροψίαν διδάσκει, ἡ δὲ ταπεινοφροσύνην.
ιζʹ. Εἶπε πάλιν· Δεῖ ἡμᾶς τῇ διακρίσει κυβερνᾷν τὴν ψυχήν· καὶ ἐν κοινοβίῳ ὄντας, μὴ τὰ ἑαυτῶν ζητεῖν, μήτε μὴν οἰκείᾳ δουλεύειν γνώμῃ, ἀλλὰ τῷ κατὰ πίστιν πατρὶ πειθαρχεῖν.
ιηʹ. Εἶπε πάλιν· Γέγραπται, ὅτι Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τὸ μὲν γὰρ γίνεσθαι ὡς οἱ ὄφεις εἴρηται, πρὸς τὸ μὴ λανθάνειν ἡμᾶς τὰς ὁρμὰς καὶ τὰς μεθοδείας τοῦ διαβόλου· τὸ γὰρ ὅμοιον ἐκ τοῦ ὁμοίου ταχίστην ἔχει τὴν διάγνωσιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς δείκνυσι τὸ καθαρὸν τῆς πράξεως.
Ἀρχὴ τοῦ Τ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Τιθόη.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Τιθόη, ὅτι εἰ μὴ ταχέως κατέφερε τὰς χεῖρας αὐτοῦ ὅτε ἵστατο εἰς προσευχὴν, ἡρπάζετο ὁ νοῦς αὐτοῦ ἄνω. Εἰ οὖν συνέβη ἀδελφοὺς συνεύχεσθαι αὐτῷ, ἐσπούδαζε ταχέως καταφέρειν τὰς χεῖρας, ἵνα μὴ ἁρπαγῇ ὁ νοῦς αὐτοῦ καὶ χρονίσῃ.
βʹ. Εἶπεν ὁ ἀββᾶς Τιθόης, ὅτι ξενητεία ἐστὶ τὸ κρατῆσαι ἄνθρωπον τὸ ἑαυτοῦ στόμα.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Τιθόην, ὅτι Πῶς φυλάξω τὴν καρδίαν μου; Λέγει αὐτῷ ὁ γέρων· Πῶς φυλάξομεν τὴν καρδίαν ἡμῶν, ἀνεῳγμένης τῆς γλώσσης ἡμῶν καὶ τῆς κοιλίας;
δʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματόης περὶ τοῦ ἀββᾶ Τιθόη, ὅτι Οὐχ εὑρίσκει ἄνθρωπος ἀνοῖξαι τὸ στόμα αὐτοῦ ἔν τινι πράγματι εἰς αὐτόν· ἀλλ’ ὥσπερ τὸ καθαρὸν χρυσίον ἵσταται ἐν ζυγῷ, οὕτως καὶ ὁ ἀββᾶς Τιθόης.
εʹ. Καθήμενός ποτε ὁ ἀββᾶς Τιθόης εἰς τὸ Κλύσμα, νοῶν καὶ φρονῶν λέγει τῷ μαθητῇ αὐτοῦ· Ἀπόλυσον τὸ ὕδωρ εἰς τοὺς φοίνικας, τέκνον. Ὁ δὲ εἶπεν· Εἰς τὸ Κλύσμα ἐσμὲν, ἀββᾶ. Λέγει ὁ γέρων· Εἰς τὸ Κλύσμα τί ποιῶ; ἆρόν με πάλιν εἰς τὸ ὄρος.
ϛʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Τιθόη, ἦν ἀδελφὸς ἐγγὺς αὐτοῦ· καὶ μὴ εἰδὼς ἐστέναξε· καὶ οὐκ ἐνόησεν ὅτι ἦν ἀδελφὸς ἐγγὺς αὐτοῦ· ἦν γὰρ ἐν ἐκστάσει. Καὶ ποιήσας μετάνοιαν, ἔλεγε· Συγχώρησόν μοι, ἀδελφὲ, ὅτι οὔπω γέγονα μοναχὸς, ὅτι ἐστέναξα ἔμπροσθέν σου.
ζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Τιθόην, λέγων· Ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ταπείνωσιν; Λέγει ὁ γέρων· Ἡ ὁδὸς τῆς ταπεινώσεως αὕτη ἐστὶν, ἐγκράτεια, καὶ εὐχὴ, καὶ τὸ ἔχειν ἑαυτὸν ὑποκάτω πάσης τῆς κτήσεως.
Περὶ τοῦ ἀββᾶ Τιμοθέου.
Ἠρώτησεν ὁ ἀββᾶς Τιμόθεος ὁ πρεσβύτερος τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἔστι γυνή τις ἐν Αἰγύπτῳ, ἥτις πορνεύει, καὶ τὸν μισθὸν αὐτῆς διδεῖ ἐλεημοσύνην. Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὐ μενεῖ ἐν τῇ πορνείᾳ· φαίνεται γὰρ ἐν αὐτῇ καρπὸς πίστεως. Ἐγένετο δὲ ἐλθεῖν τὴν μητέρα τοῦ πρεσβυτέρου Τιμοθέου πρὸς αὐτόν. Καὶ ἠρώτησεν αὐτὴν, λέγων· Ἐκείνη ἡ γυνὴ ἔμεινε πορνεύουσα; Ἡ δὲ λέγει· Ναί· καὶ προσέθηκε τοὺς ἐραστὰς αὐτῆς· πλὴν καὶ εἰς τὴν ἐλεημοσύνην. Καὶ ἀνήγγειλεν ὁ ἀββᾶς Τιμόθεος τῷ ἀββᾷ Ποιμένι. Ὁ δὲ εἶπεν· Οὐ μενεῖ ἐν τῇ πορνείᾳ. Ἐλθοῦσα δὲ πάλιν ἡ μήτηρ τοῦ ἀββᾶ Τιμοθέου, εἶπεν αὐτῷ· Οἶδας ὅτι ἡ πόρνη ἐκείνη ἐζήτει ἐλθεῖν μετ’ ἐμοῦ, ἵνα εὔξῃ ὑπὲρ αὐτῆς; Ὁ δὲ ἀκούσας ἀνήγγειλε τῷ ἀββᾷ Ποιμένι. Λέγει αὐτῷ· Μᾶλλον σὺ ἄπελθε, καὶ σύντυχε αὐτῇ. Καὶ ἀπῆλθεν ὁ ἀββᾶς Τιμόθεος, καὶ συνέτυχεν αὐτῇ. Ἡ δὲ ἰδοῦσα αὐτὸν, καὶ ἀκούσασα παρ’ αὐτοῦ τὸν λόγον τοῦ Θεοῦ, κατενύγη, καὶ ἔκλαυσε, καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἀπὸ τῆς σήμερον προσκολλῶμαι τῷ Θεῷ, καὶ οὐ προσθήσω ἔτι τοῦ πορνεύειν. Καὶ εὐθέως εἰσελθοῦσα εἰς μοναστήριον εὐηρέστησε τῷ Θεῷ.
Ἀρχὴ τοῦ Υ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ὑπερεχίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὑπερέχιος· Ὥσπερ ὁ λέων φοβερός ἐστι τοῖς ὀνάγροις, οὕτως ὁ δόκιμος μοναχὸς λογισμοῖς ἐπιθυμίας.
βʹ. Εἶπε πάλιν· Ἡ νηστεία χαλινός ἐστι τῷ μοναχῷ μετὰ τῆς ἁμαρτίας, Ὁ ῥίπτων αὐτὴν, ἵππος θηλυμανὴς εὑρίσκεται.
γʹ. Εἶπε πάλιν· Ὁ μὴ κρατῶν γλώσσης αὐτοῦ ἐν καιρῷ ὀργῆς, οὐδὲ παθῶν κρατήσει ὁ τοιοῦτος.
δʹ. Εἶπε πάλιν· Καλὸν φαγεῖν κρέα καὶ πιεῖν οἶνον, καὶ μὴ φαγεῖν ἐν καταλαλιαῖς σάρκας ἀδελφῶν.
εʹ. Εἶπε πάλιν· Ψιθυρίσας ὁ ὄφις τὴν Εὔαν τοῦ παραδείσου ἐξέβαλε. Τούτου οὖν ὅμοιος ἔσται καὶ ὁ καταλαλῶν τοῦ πλησίον· τὴν γὰρ ψυχὴν τοῦ ἀκούοντος ἀπολλύει, καὶ τὴν ἑαυτοῦ οὐ διασώζει.
ϛʹ. Εἶπε πάλιν· Θησαυρός ἐστι μοναχοῦ ἡ ἑκούσιος ἀκτημοσύνη. Θησαύρισον, ἀδελφὲ, ἐν οὐρανῷ· ἀπέραντοι γὰρ τῆς ἀναπαύσεως οἱ αἰῶνες.
ζʹ. Εἶπε πάλιν· Ἡ ἐνθύμησίς σου διαπαντὸς ἔστω ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ ἐν τάχει κληρονομήσεις αὐτήν.
ηʹ. Εἶπε πάλιν· Κειμήλιόν ἐστι τοῦ μοναχοῦ ἡ ὑπακοή. Ὁ κεκτημένος αὐτὴν εἰσακουσθήσεται ὑπὸ τοῦ Θεοῦ, καὶ μετὰ παῤῥησίας τῷ σταυρωθέντι παραστήσεται· ὁ γὰρ σταυρωθεὶς Κύριος ὑπήκοος γέγονε μέχρι θανάτου.
Ἀρχὴ τοῦ Φ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Φωκᾶ.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Φωκᾶς ὁ τοῦ κοινοβίου τοῦ ἀββᾶ Θεογνίου τοῦ πρώτου Ἱεροσολυμίτου, ὅτι Καθημένου μου ἐν Σκήτει, γέγονέ τις ἀββᾶς Ἰάκωβος νεώτερος ἐν τοῖς Κελλίοις, ἔχων καὶ πατέρα τὸν αὐτὸν σαρκικὸν ἅμα καὶ πνευματικόν. Ἔχει δὲ τὰ Κελλία ἐκκλησίας δύο· μίαν τῶν ὀρθοδόξων, ἔνθα καὶ ἐκοινώνει, καὶ μίαν τῶν ἀποσχιστῶν. Ἐπεὶ οὖν εἶχεν ὁ ἀββᾶς Ἰάκωβος τὴν χάριν τῆς ταπεινοφροσύνης, ἠγαπᾶτο παρὰ πάντων, καὶ τῶν ἐκκλησιαστικῶν, καὶ τῶν ἀποσχιστῶν. Ἔλεγον οὖν αὐτῷ οἱ ὀρθόδοξοι· Βλέπε, ἀββᾶ Ἰάκωβε, μὴ ἀπατήσωσί σε οἱ ἀποσχίσται, καὶ ἑλκύσωσί σε εἰς τὴν κοινωνίαν αὐτῶν. Ὁμοίως δὲ καὶ οἱ ἀποσχίσται ἔλεγον αὐτῷ· Ἵνα οἶδας, ἀββᾶ Ἰάκωβε, ὅτι μετὰ τῶν Διφυσιτῶν κοινωνῶν, ἀπόλλεις τὴν ψυχήν σου· Νεστοριανοὶ γάρ εἰσι, καὶ συκοφαντοῦσι τὴν ἀλήθειαν. Ὁ δὲ ἀββᾶς Ἰάκωβος ἀκέραιος ὢν, καὶ στενωθεὶς ἐκ τῶν λεγομένων αὐτῷ ἐξ ἀμφοτέρων, καὶ ἀπορηθεὶς, ἦλθεν ἐπὶ τὸ παρακαλέσαι τὸν Θεόν. Καὶ δὴ ἀπέκρυψεν ἑαυτὸν ἐν κελλίῳ ἔξω τῆς λαύρας ἡσυχάζοντι, ἐνδυσάμενος τὰ ἐντάφια αὐτοῦ, ὡς μέλλων ἀποθνήσκειν. Ἔχουσι γὰρ ἔθος οἱ Αἰγύπτιοι Πατέρες, τὸν λεβίτωνα εἰς ὃν λαμβάνουσι τὸ ἅγιον σχῆμα, καὶ τὸ κουκούλιον, φυλάττειν ἕως θανάτου, καὶ ἐν αὐτοῖς ἐνταφιάζεσθαι, κατὰ Κυριακὴν μόνον εἰς τὴν ἁγίαν κοινωνίαν φοροῦντες αὐτὰ, καὶ εὐθέως συστέλλοντες. Ἀπελθὼν οὖν ἐν τῷ κελλίῳ ἐκείνῳ, παρακαλῶν τὸν Θεὸν, καὶ ἐξατονήσας τῇ νηστείᾳ, ἔπεσεν εἰς τὸ ἔδαφος, καὶ ἔμεινε κείμενος. Πολλὰ δὲ ἔλεγε πεπονθέναι ἐν ταῖς ἡμέραις ἐκείναις ὑπὸ τῶν δαιμόνων, μάλιστα κατὰ διάνοιαν. Τεσσαράκοντα δὲ ἡμερῶν διελθουσῶν, ὁρᾷ παιδίον εἰσελθὸν πρὸς αὐτὸν περιχαρὲς, καὶ λέγει αὐτῷ· Ἀββᾶ Ἰάκωβε, τί ποιεῖς ὧδε; Παραχρῆμα δὲ φωτισθεὶς, καὶ λαβὼν δύναμιν ἐκ τῆς αὐτοῦ θέας, εἶπεν αὐτῷ· Δέσποτα, σὺ γινώσκεις τί ἔχω. Ἐκεῖνοι λέγουσί μοι, Μὴ ἀφῇς τὴν Ἐκκλησίαν· καὶ οἱ ἄλλοι λέγουσί μοι, Πλανῶσί σε οἱ Διφυσῖται κἀγὼ ἀπορούμενος, καὶ μὴ εἰδὼς τί δράσω, ἦλθον εἰς τὸ πρᾶγμα τοῦτο. Ἀποκρίνεται αὐτῷ ὁ Κύριος· Ὅπου εἶ, καλῶς εἶ. Καὶ εὐθέως σὺν τῷ λόγῳ, εὑρέθη πρὸ τῶν θυρῶν τῆς ἁγίας Ἐκκλησίας τῶν ὀρθοδόξων τῶν συνοδικῶν.
βʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Φωκᾶς, ὅτι Μετελθὼν εἰς Σκῆτιν ὁ ἀββᾶς Ἰάκωβος, ἐπολεμήθη κραταιῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας· καὶ ἐγγὺς ὢν τοῦ κινδυνεῦσαι, ἦλθε πρὸς μὲ, καὶ ἀνέθετο τὰ καθ’ ἑαυτὸν, καὶ λέγει μοι· Εἰς τόδε τὸ σπήλαιον ἀπέρχομαι ἀπὸ τῆς δευτέρας· παρακαλῶ δέ σε διὰ τὸν Κύριον, μηδενὶ εἰπεῖν, μηδὲ τῷ πατρί μου· ἀλλὰ μέτρησον τεσσαράκοντα ἡμέρας, καὶ ὅταν πληρωθῶσι, ποίησον ἀγάπην, καὶ δεῦρο πρὸς μὲ βαστάζων τὴν ἁγίαν κοινωνίαν. Καὶ εἰ μὲν εὕρῃς με θανόντα, θάψον με· εἰ δὲ ἔτι ζῶντα, ἵνα μεταλάβω τῆς ἁγίας κοινωνίας. Ταῦτα οὗν ἀκούσας ἐγὼ παρ’ αὐτοῦ, πληρωθείσης τῆς τεσσαρακοστῆς, λαβὼν τὴν ἁγίαν κοινωνίαν, καὶ ἄρτον κοινὸν καθαρὸν μετὰ ὀλίγου οἴνου, ἀπῆλθον πρὸς αὐτόν· καὶ ὡς μόνον ἐπλησίασα τῷ σπηλαίῳ, δυσωδίας πολλῆς ὠσφράνθην, ἥτις ἐγένετο ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ εἶπον ἐν ἑαυτῷ, ὅτι Ἀνεπάη ὁ μακάριος. Εἰσελθὼν δὲ πρὸς αὐτὸν, εὗρον αὐτὸν ἡμιθανῆ. Καὶ ὡς εἶδέ με, κινήσας τὴν δεξιὰν χεῖρα ὀλίγον, ὅσον ἠδύνατο, ἐσήμανε διὰ τοῦ σχήματος τῆς χειρὸς περὶ τῆς ἁγίας κοινωνίας. Ἐγὼ δὲ εἶπον· Ἔχω. Ἠθέλησα οὖν ἀνοῖξαι τὸ στόμα αὐτοῦ, καὶ εὐρέθη σφηνωθέν· καὶ ἀπορῶν τί ποιῆσαι, ἐξῆλθον εἰς τὴν ἔρημον, καὶ εὗρον ξυλάριον ἀπὸ θάμνου· καὶ πολλὰ κοπιάσας, μόλις ἠδυνήθην ἀνοῖξαι τὸ στόμα αὐτοῦ μικρόν. Καὶ ἐνέχεα τοῦ τιμίου σώματος καὶ αἵματος, ὅσον ἐνδέχεται καταλεπτύνας αὐτό. Καὶ ἔλαβε δύναμιν ἐκ τῆς μεταλήψεως τῆς ἁγίας κοινωνίας. Καὶ μετ’ ὀλίγον βρέξας ὀλίγα ψιχία ἐκ τοῦ κοινοῦ ἄρτου, προσήνεγκα αὐτῷ· καὶ μετ’ ὀλίγον πάλιν ἄλλα, καθ’ ὃ ἠδύνατο λαβεῖν. Καὶ οὕτως διὰ τῆς χάριτος τοῦ Θεοῦ μετὰ μίαν ἡμέραν σὺν ἐμοὶ ἦλθεν, ὁδεύων ἐπὶ τὸ ἴδιον κελλίον, ἀπαλλαγεὶς σὺν Θεῷ τοῦ ὀλεθρίου πάθους τῆς πορνείας.
Περὶ τοῦ ἀββᾶ Φίλικα.
Παρέβαλον ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Φίλικα, ἔχοντες μεθ’ ἑαυτῶν κοσμικούς· καὶ παρεκάλεσαν αὐτὸν, ἵνα εἴπῃ αὐτοῖς λόγον. Ὁ δὲ γέρων ἐσιώπα. Ἐπὶ πολὺ δὲ παρακαλούντων αὐτῶν, εἶπεν αὐτοῖς· Λόγον θέλετε ἀκοῦσαι; Λέγουσιν αὐτῷ· Ναὶ, ἀββᾶ. Εἶπεν οὖν ὁ γέρων· Ἄρτι οὐκ ἔνι λόγος. Ὅτε ἠρώτων οἱ ἀδελφοὶ τοὺς γέροντας, καὶ ἐποίουν ἃ ἔλεγον αὐτοῖς, ὁ Θεὸς ἐπεχορήγει τὸ πῶς λαλῆσαι. Νῦν δὲ, ἐπειδὴ ἐρωτῶσι μὲν, οὐ ποιοῦσι δὲ ἃ ἀκούουσιν, ἦρεν ὁ Θεὸς τὴν χάριν τοῦ λόγου ἀπὸ τῶν γερόντων· καὶ οὐχ εὑρίσκουσι τι λαλῆσαι. ἐπειδὴ οὐκ ἔστιν ὁ ἐργαζόμενος. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ταῦτα, ἐστέναξαν, λέγοντες· Εὖξαι ὑπὲρ ἡμῶν, ἀββᾶ.
Περὶ τοῦ ἀββᾶ Φιλαγρίου.
Φιλάγριος ἦν τις τῶν ἁγίων λεγόμενος, οἰκῶν δὲ ἐν τῇ ἐρήμῳ Ἱεροσολύμων, καὶ ἐργαζόμενος κόπῳ ἵνα ποιήσῃ τὸν ἴδιον ἄρτον. Καὶ ὡς ἵστατο ἐν τῇ ἀγορᾷ πωλῶν τὸ ἐργόχειρον αὐτοῦ, ἰδοὺ ἐξαφίει τις βαλάντιον χιλίων νομισμάτων· καὶ εὑρὼν αὐτὸ ὁ γέρων ἔστη ἐπὶ τοῦ τόπου, λέγων· Δεῖ τὸν ἀπολέσαντα ἐλθεῖν· καὶ ἰδοὺ ἔρχεται κλαίων. Καὶ λαβὼν αὐτὸν κατ’ ἰδίαν ὁ γέρων ἔδωκεν αὐτῷ. Καὶ ἐκράτει αὐτὸν ἐκεῖνος, θέλων αὐτῷ παρασχεῖν μέρος τι. Καὶ ὁ γέρων οὐκ ἠθέλησεν. Καὶ ἔβαλε κράζειν· Δεῦτε, ἴδετε ἄνθρωπον τοῦ Θεοῦ, τί ἐποίησεν. Ὁ δὲ γέρων λάθρα φυγὼν ἐξῆλθεν ἐκ τῆς πόλεως, ἵνα μὴ δοξασθῇ.
Περὶ τοῦ ἀββᾶ Φορτᾶς.
Εἶπεν ὁ ἀββᾶς Φορτᾶς· Εἰ θέλει με ὁ Θεὸς ζῇν, οἶδεν πῶς οἰκονομήσει με· εἰ δὲ οὐ θέλει, ἵνα τί μοι τὸ ζῇν; Οὐ γὰρ παρὰ πάντων ἐδέχετό τι, καίτοι κλινήρης ὤν· ἔλεγε γάρ· Ἐὰν προσφέρῃ μοί τίς τί ποτε, καὶ οὐχὶ διὰ τὸν Θεὸν, οὔτε ἐγὼ ἔχω τι δοῦναι αὐτῷ, οὔτε παρὰ τοῦ Θεοῦ λαμβάνει μισθόν· οὐ γὰρ διὰ τὸν Θεὸν προσήνεγκε· καὶ ἀδικεῖται ὁ προσενέγκας. Δεῖ γὰρ τοὺς ἀνακειμένους τῷ Θεῷ, καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτως εὐλαβῶς διακεῖσθαι, ὡς μήτε ὕβριν τινὰ ἡγεῖσθαι, κἂν μυριάκις ἀδικούμενοι τύχοιεν.
Ἀρχὴ τοῦ Χ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Χομαί.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Χομαὶ, ὅτι μέλλων τελευτᾷν εἶπε τοῖς υἱοῖς αὐτοῦ· Μὴ οἰκήσητε μετὰ αἱρετικῶν, μηδὲ σχῆτε γνῶσιν μετὰ ἀρχόντων, μηδὲ ἔστωσαν αἱ χεῖρες ὑμῶν ἡπλωμέναι εἰς τὸ συνάγειν, ἀλλ’ ἔστωσαν μᾶλλον ἡπλωμέναι εἰς τὸ διδόναι.
Περὶ τοῦ ἀββᾶ Χαιρήμωνος.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Χαιρήμωνος εἰς Σκῆτιν, ὅτι ἀπεῖχε τὸ σπήλαιον αὐτοῦ ἀπὸ τῆς ἐκκλησίας μίλια τεσσαράκοντα, ἀπὸ δὲ τοῦ ἕλους καὶ τοῦ ὕδατος μίλια δώδεκα· καὶ οὕτως εἰσέφερε τὸ ἐργόχειρον αὐτοῦ εἰς τὸ σπήλαιον αὐτοῦ, καὶ δύο λαγύνια ἓν παρ’ ἓν βαστάζων, καὶ ἐκαθέζετο, καὶ ἡσύχαζεν.
Ἀρχὴ τοῦ Ψ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ψενθαϊσίου.
Εἶπεν ὁ ἀββᾶς Ψενθαΐσιος καὶ ὁ ἀββᾶς Σοῦρος καὶ Ψώϊος, ὅτι Ἀκούοντες τῶν λόγων τοῦ Πατρὸς ἡμῶν τοῦ ἀββᾶ Παχωμίου μεγάλως ὠφελούμεθα, εἰς ζῆλον ἀγαθῶν ἔργων διεγειρόμενοι. Ὁρῶντες δὲ αὐτοῦ καὶ σιωπῶντος τὴν πρᾶξιν λόγον οὖσαν, ἐθαυμάζομεν, πρὸς ἀλλήλους λέγοντες, ὅτι Ἐνομίζομεν πάντας τοὺς ἁγίους οὕτως πεποιεῖσθαι ὑπὸ τοῦ Θεοῦ ἐκ κοιλίας μητρὸς αὐτῶν ἁγίους καὶ ἀτρέπτους, καὶ οὐχὶ αὐτεξουσίους· καὶ τοὺς ἁμαρτωλοὺς μὴ δυναμένους ζῇν εὐσεβῶς, διὰ τὸ οὕτως κτισθῆναι αὐτούς. Ἄρτι δὲ βλέπομεν τὴν ἀγαθότητα τοῦ Θεοῦ φανερῶς ἐπὶ τοῦ Πατρὸς ἡμῶν τούτου· ὅτι ἐξ Ἑλλήνων γονέων ὢν, τοσοῦτον θεοσεβὴς γέγονε, καὶ πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ ἐνδεδυμένος ἐστίν. Οὐκοῦν καὶ ἡμεῖς δυνάμεθα καὶ πάντες ἀκολουθῆσαι αὐτῷ, ἀνθ’ ὧν ἀκολουθεῖ τοῖς ἁγίοις. Ἄρα τὸ γεγραμμένον τοῦτό ἐστι· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Συναποθάνωμεν οὖν καὶ συζήσωμεν τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ὀρθῶς ὁδηγεῖ ἡμᾶς πρὸς τὸν Θεόν.
Ἀρχὴ τοῦ Ω στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ὤρ.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ καὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ἦσαν βάλλοντες πηλὸν εἰς κελλίον, καὶ εἶπον πρὸς ἀλλήλους, ὅτι Ἐὰν ἐπισκέψηται ἡμᾶς ἄρτι ὁ Θεὸς, τί ποιοῦμεν; Καὶ κλαύσαντες ἀφῆκαν τὸν πηλὸν, καὶ ἀνεχώρησεν ἕκαστος εἰς τὸ κελλίον αὐτοῦ.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ, ὅτι οὔτε ἐψεύσατό ποτε, οὔτε ὤμοσεν, οὔτε κατηράσατο ἄνθρωπον, οὔτε ἐκτὸς ἀνάγκης ἐλάλησεν.
γʹ. Ἔλεγεν ὁ ἀββᾶς Ὢρ τῷ μαθητῇ αὐτοῦ Παύλῳ· Βλέπε, μηδέποτε ἀλλότριον λόγον ἐνέγκῃς εἰς τὸ κελλίον τοῦτο.
δʹ. Ἀπῆλθέ ποτε Παῦλος ὁ μαθητὴς τοῦ ἀββᾶ Ὢρ ἀγοράσαι θαλλία, καὶ εὗρεν ὅτι ἄλλοι προέλαβον, καὶ ἔδωκαν ἀῤῥαβῶνα. Οὐδέποτε γὰρ ἀῤῥαβῶνα ἐδίδου ἀββᾶς Ὢρ εἰς τί ποτε, ἀλλὰ τῷ καιρῷ ἀπέστελλε τὸ τίμημα, καὶ ἠγόραζεν. Ἀπῆλθεν οὖν ὁ μαθητὴς αὐτοῦ καὶ εἰς ἄλλον τόπον διὰ βαΐα· καὶ λέγει αὐτῷ ὁ κηπουρός· Τίς ποτε ἔδωκέ μοι ἀῤῥαβῶνα, καὶ οὐκ ἔτι ἦλθε· λάβε οὖν τὰ βαΐα σύ. Καὶ λαβὼν αὐτὰ ἦλθε πρὸς τὸν γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ ταῦτα. Καὶ ὡς ἤκουσεν ὁ γέρων, ἔκρουσεν εἰς τὰς χεῖρας αὐτοῦ, λέγων Ὁ Ὢρ οὐκ ἐργάζεται ἐφ’ ἔτος. Καὶ οὐκ ἀφῆκε τὰ βαΐα ἔσω, ἕως ἀπήνεγκεν αὐτὰ εἰς τὸν τόπον αὐτῶν.
εʹ. Εἶπεν ὁ ἀββᾶς Ὤρ· Εἰ ὁρᾷς με λογισμὸν ἔχοντα κατὰ τινὸς, γίνωσκε ὅτι καὶ αὐτὸς τὸν αὐτὸν ἔχει εἰς ἐμέ.
ϛʹ. Ἦν τις κώμης ἐν τοῖς μέρεσι τοῦ ἀββᾶ Ὢρ, Λογγῖνος καλούμενος, καὶ πολλὰς ἐλεημοσύνας ἐποίει· καὶ παραβαλόντι τινὶ τῶν Πατέρων, παρεκάλεσεν αὐτὸν ἵνα ἄρῃς αὐτὸν πρὸς τὸν ἀββᾶν Ὤρ. Ἀπελθὼν οὖν πρὸς τὸν γέροντα ὁ μοναχὸς ἐνεκωμίαζε τὸν κώμητα, ὅτι καλός ἐστι, καὶ πολλὰς ἐλεημοσύνας ποιεῖ. Καὶ νοήσας ὁ γέρων, λέγει· Ναὶ καλός ἐστιν. Ἤρξατο οὖν ὁ μοναχὸς παρακαλεῖν αὐτὸν, λέγων· Συγχώρησον αὐτὸν, ἀββᾶ, ἵνα ἔλθῃ καὶ ἴδῃ σε. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Φύσει οὐ περνᾷ τὴν φάραγγα ταύτην, καὶ βλέπει με.
ζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Σισόης τὸν ἀββᾶν Ὢρ, λέγων· Εἰπέ μοι λόγον. Καὶ εἶπεν αὐτῷ· Ἔχεις πίστιν εἰς ἐμέ; Καὶ εἶπε· Ναί. Εἶπεν οὖν αὐτῷ· Ὕπαγε, καὶ ὃ ἑώρακάς με ποιοῦντα, ποίησον καὶ σύ. Καὶ εἶπεν αὐτῷ· Τί ὁρῶ, Πάτερ, εἰς σέ; Ἔφη δὲ αὐτῷ ὁ γέρων, ὅτι Ὁ λογισμός μου κατώτερός ἐστι πάντων ἀνθρώπων.
ηʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ καὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ἦσαν βάλλοντες ἀρχὰς ἀγαθὰς, καὶ εὐχαριστοῦντες τῷ Θεῷ διαπαντός.
θʹ. Εἶπεν ὁ ἀββᾶς Ὤρ· Στέφανός ἐστι μοναχοῦ ἡ ταπεινοφροσύνη.
ιʹ. Εἶπε πάλιν· Ὁ πλέον τῆς ἀξίας τιμώμενος ἢ ἐπαινούμενος πολὺ ζημιοῦται· ὁ δὲ μηδὲ ὅλως τιμώμενος ὑπὸ τῶν ἀνθρώπων ἄνωθεν δοξασθήσεται.
ιαʹ. Πάλιν εἶπεν· Ὅταν λογισμὸς ὑψηλοφροσύνης ἢ ὑπερηφανίας ὑπεισέλθοι σοι, ἐρεύνα σου τὸ συνειδὸς, εἰ πάσας τὰς ἐντολὰς ἐφύλαξας, εἰ ἀγαπᾷς τοὺς ἐχθρούς σου, καὶ λυπῇ ἐπὶ τῇ ἐλαττώσει αὐτῶν, καὶ ἔχεις ἑαυτὸν δοῦλον ἀχρεῖον, καὶ πάντων ἁμαρτωλότερον· καὶ τότε μηδὲ οὕτως μέγα φρονήσῃς, ὡς πάντα κατορθώσας· εἰδὼς ὅτι οὗτος ὁ λογισμὸς πάντα καταλύει.
ιβʹ. Εἶπε πάλιν· Ἐν παντὶ πειρασμῷ μὴ μέμφου ἄνθρωπον, ἀλλὰ σεαυτὸν μόνον, λέγων, ὅτι Διὰ τὰς ἁμαρτίας μου ταῦτα συμβαίνει μοι.
ιγʹ. Πάλιν εἶπε· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου κατὰ τοῦ ἀδελφοῦ σου, λέγων, ὅτι Νηφαλιώτερός εἰμι καὶ ἀσκητικώτερος· ἀλλ’ ὑποτάσσου τῇ χάριτι τοῦ Χριστοῦ ἐν πνεύματι πτωχείας καὶ ἀγάπης ἀνυποκρίτου, ἵνα μὴ πνεύματι καυχήσεως περιπέσῃς, καὶ ἀπολέσῃς σου τὸν κόπον. Γέγραπται γάρ· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Ἅλατι δὲ ἠρτυμένος ἔσο ἐν Κυρίῳ.
ιδʹ. Εἶπε πάλιν· Ἢ φεύγων φεῦγε τοὺς ἀνθρώπους, ἢ ἔμπαιξον τὸν κόσμον καὶ τοὺς ἀνθρώπους, μωρὸν σεαυτὸν εἰς τὰ πολλὰ ποιῶν.
ιεʹ. Πάλιν εἶπεν· Ἐὰν καταλαλήσῃς τοῦ ἀδελφοῦ σου, καὶ πλήξῃ σε τὸ συνειδός σου, ἄπελθε, βάλε αὐτῷ μετάνοιαν, καὶ εἰπὲ, ὅτι Κατελάλησά σου, καὶ ἀσφάλισαι μηκέτι ἐμπαιχθῆναι. Θάνατος γάρ ἐστι τῆς ψυχῆς ἡ καταλαλιά.
Τέλος τὸ κατὰ στοιχεῖον.
Leave a Reply
Want to join the discussion?Feel free to contribute!