Εὐαγγέλιο Κυριακῆς: Λουκ. (ιζ’ 12-19).
Τῷ καιρῶ ἐκείνω, εἰσερχομένου τοῦ Ἰησοῦ εἷς τινὰ κώμην ἀπήντησαν αὐτῶ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἠμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεύσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἐπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῶ· καὶ αὐτὸς ἣν Σαμαρείτης. Ἀποκριθεῖς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὒχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῶ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῶ· Ἀναστᾶς πορεύου· ἡ πίστις σου σέσωκέ σε. Read more