Ἀρχὴ τοῦ στοιχείου Ζ.

Περὶ τοῦ ἀββᾶ Ζήνωνος.

αʹ. Εἶπεν ὁ ἀββᾶς Ζήνων ὁ μαθητὴς τοῦ μακαρίου Σιλουανοῦ· Μὴ οἰκήσῃς ἐν τόπῳ ὀνομαστῷ, μηδὲ καθίσῃς μετὰ ἀνθρώπου ἔχοντος μέγα ὄνομα, μηδὲ βάλῃς θεμέλιον τοῦ οἰκοδομῆσαι ἑαυτῷ κελλίον πώποτε.

βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ζήνωνος, ὅτι ἀπ’ ἀρχῆς οὐκ ἤθελε λαβεῖν παρά τινός τίποτε. Καὶ ἐντεῦθεν οἱ φέροντες ἀπήρχοντο λυπούμενοι, ὅτι οὐκ ἐλάμβανε. Καὶ ἄλλοι ἤρχοντο πρὸς αὐτὸν, λαβεῖν θέλοντες ὡς παρὰ μεγάλου γέροντος, καὶ οὐκ εἶχέ τι δοῦναι αὐτοῖς, καὶ αὐτοὶ ὑπῆγον λυπούμενοι. Λέγει ὁ γέρων· Τί ποιήσω, ὅτι καὶ οἱ φέροντες λυποῦνται, καὶ οἱ λαβεῖν θέλοντες; Τοῦτο μᾶλλον συμφέρει· εἴ τις φέρει, λαμβάνω, καὶ εἴ τις αἰτεῖ παρέχω αὐτῷ. Καὶ οὕτως ποιήσας ἀνεπαύετο, καὶ πάντας ἐπληροφόρει.

γʹ. Παρέβαλεν ἀδελφὸς Αἰγύπτιος τῷ ἀββᾷ Ζήνωνι εἰς Συρίαν, καὶ κατηγόρει τῶν λογισμῶν ἑαυτοῦ ἐπὶ τοῦ γέροντος. Ὁ δὲ θαυμάσας εἶπεν· Οἱ Αἰγύπτιοι, ἃς μὲν ἔχουσιν ἀρετὰς, κρύπτουσιν, ἃ δὲ οὐκ ἔχουσιν ἐλαττώματα, τούτων ἀεὶ κατηγοροῦσιν· οἱ δὲ Σύροι καὶ οἱ Ἑλληνικοὶ, ἃς μὲν οὐκ ἔχουσιν ἀρετὰς, λέγουσιν ἔχειν, ἃ δὲ ἔχουσι ἐλαττώματα, κρύπτουσιν.

δʹ. Ἦλθον πρὸς αὐτὸν ἀδελφοὶ, καὶ ἠρώτησαν αὐτὸν, λέγοντες· Τί ἐστι τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον· Οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ; Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτοῖς· Ἀφῆκαν οἱ ἀδελφοὶ τὰς ἁμαρτίας αὐτῶν, καὶ περὶ τῶν οὐρανῶν ἐρευνῶσιν. Αὔτη δέ ἐστιν ἡ ἑρμηνεία τοῦ λόγου· Ἐπειδὴ αὐτὸς μόνος ἐστὶ καθαρὸς, διὰ τοῦτο εἶπεν· Οὐρανὸς δὲ οὐ καθαρός ἐστιν.

εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ζήνωνος, ὅτι καθήμενος ἐν. τῇ Σκήτει, ἐξῆλθε νυκτὸς ἐκ τῆς κέλλης αὐτοῦ ὡς ἐπὶ τὸ ἕλος· καὶ πλανηθεὶς ἐποίησε τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας περιπατῶν· καὶ κοπιάσας, ἐκλιπὼν ἔπεσεν εἰς τὸ ἀποθανεῖν. Καὶ ἰδοὺ παιδάριον ἔστη ἐνώπιον αὐτοῦ, ἔχον ἄρτον καὶ βαυκάλιον ὕδατος· καὶ ἔλεγεν αὐτῷ· Ἀνάστα, φάγε. Ὁ δὲ ἀναστὰς, προσηύξατο, νομίζων ὅτι φαντασία ἐστίν. Ὁ δὲ εἶπεν αὐτῷ· Καλῶς ἐποίησας. Καὶ πάλιν ηὔξατο δεύτερον καὶ τρίτον. Καὶ λέγει αὐτῷ· Καλῶς ἐποίησας. Ἀναστὰς οὖν ὁ γέρων, ἔλαβε καὶ ἔφαγε. Καὶ μετὰ ταῦτα λέγει αὐτῷ· Ὅσον περιεπάτησας, τοσοῦτον εἶ μακρὰν ἀπὸ τῆς κέλλης σου· ἀλλ’ ἀνάστα, ἀκολούθει μοι. Καὶ εὐθέως εὑρέθη εἰς τὸ κελλίον αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ γέρων· Εἴσελθε, ποίησον ἡμῖν εὐχήν. Καὶ εἰσελθόντος τοῦ γέροντος, ἐκεῖνος ἀφανὴς ἐγένετο.

ϛʹ. Ἄλλοτε ὁ αὐτὸς ἀββᾶς Ζήνων περιπατῶν ἐν τῇ Παλαιστίνῃ, καὶ κοπιάσας, ἐγγὺς σικυηλάτου ἐκάθισε φαγεῖν, καὶ λέγει αὐτῷ ὁ λογισμός· Ἆρον ἑαυτῷ ἓν σικύδιν, καὶ φάγε. Τί γάρ ἐστιν; Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λογισμῷ· Οἱ κλέπται εἰς κόλασιν ὑπάγουσι. Δοκίμασον οὖν ἑαυτὸν ἐντεῦθεν, εἰ δύνασαι τὴν κόλασιν ὑπενεγκεῖν. Καὶ ἀναστὰς ἔστη εἰς τὸ καῦμα πέντε ἡμέρας, καὶ τηγανίσας ἑαυτὸν, εἶπεν· Οὐ δύνασαι τὴν κόλασιν ὑπενεγκεῖν. Καὶ λέγει τῷ λογισμῷ· Εἰ οὐ δύνασαι, μὴ κλέπτε καὶ τρῶγε.

ζʹ. Εἶπεν ὁ ἀββᾶς Ζήνων· Ὁ θέλων ταχὺ ἵνα εἰσακούσῃ ὁ Θεὸς τῆς εὐχῆς αὐτοῦ, ἡνίκα ἀναστῇ καὶ ἐκτείνει τὰς χεῖρας αὐτοῦ πρὸς Θεὸν, πρὸ πάντων καὶ πρὸ τῆς ἰδίας ψυχῆς ὑπὲρ τῶν ἐχθρῶν αὐτοῦ ἀπὸ ψυχῆς εὔξηται· καὶ διὰ τούτου κατορθώματος, εἴ τι ἂν παρακαλέσῃ τῷ Θεῷ, ὑπακούει αὐτῷ.

ηʹ. Ἔλεγον ὅτι ἦν τις ἐν κώμῃ, καὶ πολλὰ ἐνήστευεν, ὥστε καλεῖσθαι τὸ ὄνομα αὐτοῦ ὁ Νηστευτής. Ἀκούσας δὲ ὁ ἀββᾶς Ζήνων περὶ αὐτοῦ, μετεστείλατο αὐτόν. Ὁ δὲ ἀπῆλθε μετὰ χαρᾶς. Καὶ εὐξάμενοι ἐκάθισαν. Ἤρξατο οὖν ὁ γέρων ἐργάζεσθαι σιωπῶν. Μὴ εὑρίσκων δὲ λαλῆσαι μετ’ αὐτοῦ ὁ Νηστευτὴς ἤρξατο ὀχλεῖσθαι ὑπὸ τῆς ἀκηδίας. Καὶ λέγει τῷ γέροντι· Εὖξαι ὑπὲρ ἐμοῦ, ἀββᾶ, ὅτι ἀπελθεῖν θέλω. Λέγει αὐτῷ ὁ γέρων· Διατί; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὅτι ἡ καρδία μου ὡς καιομένη ἐστὶ, καὶ οὐκ οἶδα τί ἔχει. Ὅτε γὰρ ἤμην εἰς τὴν κώμην, ἕως ὀψὲ ἐνήστευον, καὶ οὐδέποτε οὕτως μοι ἐγένετο. Λέγει αὐτῷ ὁ γέρων· Εἰς τὴν κώμην, ἐκ τῶν ὠτίων σου ἐτρέφου· ἀλλ’ ἄπελθε ἀπὸ τοῦ νῦν, καὶ ἔσθιε τὴν ἐννάτην· καὶ εἴ τι ποιεῖς, ἐν κρυπτῷ ποίει. Καὶ ὡς ἤρξατο ποιεῖν, μετὰ θλίψεως ἔμενε τὴν ἐννάτην. Καὶ ἔλεγον οἱ γνωρίζοντες αὐτὸν, ὅτι Ὁ Νηστευτὴς ἐδαιμονίσθη. Ἐλθὼν δὲ ἀπήγγειλε τῷ γέροντι πάντα. Ὁ δὲ εἶπεν αὐτῷ· Αὕτη ἡ ὁδὸς κατὰ Θεόν ἐστιν.

Περὶ τοῦ ἀββᾶ Ζαχαρίου.

αʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ζαχαρίᾳ· Εἰπέ μοι τὸ ἔργον τοῦ μοναχοῦ. Λέγει αὐτῷ· Ἐμὲ ἐρωτᾷς, Πάτερ; Καὶ λέγει ὁ ἀββᾶς Μακάριος· Πληροφοροῦμαι εἰς σὲ, τέκνον Ζαχαρία. Ἔστι γὰρ ὁ νύσσων με τοῦ ἐρωτῆσαί σε. Λέγει αὐτῷ ὁ Ζαχαρίας· Τὸ κατ’ ἐμὲ, Πάτερ, τὸ ἑαυτὸν βιάζεσθαι εἰς πάντα, οὗτός ἐστιν ὁ μοναχός.

βʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Μωσῆς ἀντλῆσαι ὕδωρ, καὶ εὗρε τὸν ἀββᾶν Ζαχαρίαν εὐχόμενον ἐπὶ τοῦ λάκκου, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ καθήμενον ἐπάνω αὐτοῦ.

γʹ. Εἶπέ ποτε ὁ ἀββᾶς Μωσῆς τῷ ἀδελφῷ Ζαχαρίᾳ· Εἰπέ μοι τί ποιήσω; Ἀκούσας δὲ ἔῤῥιψεν ἑαυτὸν χαμαὶ εἰς τοὺς πόδας αὐτοῦ, λέγων· Σύ με ἐρωτᾷς, Πάτερ; Λέγει αὐτῷ γέρων· Πίστευσόν μοι, τέκνον μου Ζαχαρία· εἶδον τὸ Πνεῦμα τὸ ἅγιον κατελθὸν ἐπὶ σὲ, καὶ ἐκ τούτου ἀναγκάζομαι ἐρωτῆσαί σε. Τότε λαβὼν ὁ Ζαχαρίας τὸ κουκούλιον αὐτοῦ ἐκ τῆς κεφαλῆς αὐτοῦ, ἔθηκεν ὑπὸ τοὺς πόδας, καὶ καταπατήσας αὐτὸ εἶπεν· Ἐὰν μὴ συντριβῇ οὕτως ἄνθρωπος, οὐ δύναται εἶναι μοναχός.

δʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Ζαχαρίου εἰς Σκῆτιν, ἦλθε θεωρία εἰς αὐτόν· καὶ ἀναστὰς ἀνήγγειλε τῷ ἀββᾷ αὐτοῦ Καρίωνι. Ὁ δὲ γέρων, πρακτικὸς ὢν, οὐχ ὑπῆρχεν ἀκριβὴς περὶ ταῦτα. Καὶ ἀναστὰς ἔδειρεν αὐτὸν, λέγων, ὅτι ἀπὸ δαιμόνων ἐστί. Παρέμεινε δὲ ὁ λογισμός. Καὶ ἀναστὰς ἀπῆλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, νυκτὸς, καὶ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα, καὶ πῶς καίεται τὰ ἐντὸς αὐτοῦ. Καὶ ἰδὼν ὁ γέρων ὅτι ἀπὸ Θεοῦ ἐστι, λέγει αὐτῷ· Ὕπαγε πρὸς τὸν δεῖνα τὸν γέροντα, καὶ εἴ τι δ’ ἄν σοι εἴπῃ, ποίησον. Καὶ ἀπελθὼν πρὸς τὸν γέροντα, πρὶν ἐξετάσαι αὐτόν τι, προλαβὼν ὁ γέρων εἶπεν αὐτῷ πάντα, καὶ ὅτι ἡ θεωρία ἀπὸ Θεοῦ ἐστιν. Ἀλλ’ ὕπαγε, ὑποτάγηθι τῷ Πατρί σου.

εʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἠρώτησεν ὁ ἀββᾶς Μωϋσῆς τὸν ἀββᾶν Ζαχαρίαν μέλλοντα τελευτᾷν· Τί ὁρᾷς; Καὶ λέγει αὐτῷ· Οὐ βέλτιον τὸ σιωπᾷν, Πάτερ; καὶ εἶπε· Ναὶ, τέκνον, σιώπα. Καὶ τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ, καθεζόμενος ὁ ἀββᾶς Ἰσίδωρος, ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Εὐφραίνου, τέκνον μου Ζαχαρία, ὅτι ἀνεῴχθησάν σοι αἱ πύλαι τῆς τῶν οὐρανῶν βασιλείας.

 

Ἀρχὴ τοῦ Η στοιχείου.

Περὶ τοῦ ἀββᾶ Ἡσαΐου.

αʹ. Εἶπεν ὁ ἀββᾶς Ἡσαΐας, ὅτι οὐδὲν οὕτως λυσιτελεῖ τῷ ἀρχαρίῳ, ὡς ἡ ὕβρις. Ὥσπερ γὰρ δένδρον καθ’ ἑκάστην ποτιζόμενον, οὕτως ἀρχάριος ὑβριζόμενος καὶ ὑπομένων.

βʹ. Ἔλεγε πάλιν πρὸς τοὺς καλῶς ἀρχομένους καὶ ὑποτασσομένους Πατράσιν ἁγίοις, ὅτι Ἡ πρώτη βαφὴ οὐκ ἀποβάλλει, ὡς ἐπὶ πορφύρας. Καί· ὅτι Ὥσπερ οἱ κλάδοι οἱ ἁπαλοὶ εὐχερῶς μεταστρέφονται καὶ κάμπτονται, οὕτως καὶ οἱ ἀρχάριοι ὄντες ἐν ὑποταγῇ.

γʹ. Ἔλεγε πάλιν, ὅτι ἀρχάριος μεταβαίνων ἀπὸ μοναστηρίου εἰς μοναστήριον, ἔοικε ζώῳ ὑπὸ φορβαίας ἐνταῦθα κἀκεῖσε ἐλαυνομένῳ.

δʹ. Εἶπε πάλιν, ὅτι ὁ πρεσβύτερος τοῦ Πηλουσίου, γενομένης ἀγάπης, καὶ τῶν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ ἐσθιόντων, καὶ συλλαλούντων ἀλλήλοις, ἐπιτιμήσας αὐτοῖς εἶπε· Σιωπᾶτε, ἀδελφοί· εἶδον ἐγὼ ἀδελφὸν ἐσθίοντα μεθ’ ὑμῶν, καὶ πίνοντα ποτήρια ὅσα ὑμεῖς, καὶ ἡ εὐχὴ αὐτοῦ ἀναβαίνει ἐνώπιον τοῦ Θεοῦ ὡς πῦρ.

εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἡσαΐου, ὅτι ποτὲ ἔλαβε θαλλίον, καὶ ἀπῆλθεν εἰς τὴν ἅλωνα, καὶ λέγει τῷ γεούχῳ· Δός μοι σῖτον. Καὶ λέγει αὐτῷ· Καὶ σὺ ἐθέρισας, ἀββᾶ; Λέγει· Οὐχί. Καὶ λέγει αὐτῷ ὁ γεοῦχος· Πῶς οὖν θέλεις σῖτον λαβεῖν, μὴ θερίσας; Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκοῦν ἐὰν μή τις θερίσῃ, οὐ λαμβάνει μισθόν; Λέγει ὁ γεοῦχος· Οὐχί. Καὶ οὕτως ἀνεχώρησεν ὁ γέρων. Οἱ δὲ ἀδελφοὶ, ἰδόντες τί ἐποίησεν, ἔβαλον αὐτῷ μετάνοιαν, παρακαλοῦντες μαθεῖν τί τοῦτο ἐποίησε. Λέγει αὐτοῖς ὁ γέρων· Ὑπόδειγμα αὐτὸ ἐποίησα, ὅτι ἐὰν μή τις ἐργάσηται, οὐ λαμβάνει μισθὸν παρὰ τοῦ Θεοῦ.

ϛʹ. Ὁ αὐτὸς ἀββᾶς Ἡσαΐας ἐκάλεσέ τινα τῶν ἀδελφῶν, καὶ ἔνιψεν αὐτοῦ τοὺς πόδας, καὶ ἔβαλε δράκα φακοῦ εἰς χύτραν, καὶ ὡς ἔβρασε, κατήνεγκεν αὐτήν. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Οὔπω ἑψήθη, ἀββᾶ. Καὶ λέγει αὐτῷ· Οὐκ ἀρκεῖ σοι ὅτι ὅλως εἶδες λαμπρόν; καὶ αὕτη μεγάλη παράκλησις.

ζʹ. Ἔλεγε πάλιν, ὅτι Ἐὰν θέλῃ ὁ Θεὸς ψυχὴν ἐλεῆσαι, αὐτὴ δὲ ἀφηνιάζει καὶ οὐκ ἀνέχεται, ἀλλὰ τὸ θέλημα αὐτῆς ποιεῖ, συγχωρεῖ αὐτὴν παθεῖν ἅπερ οὐ θέλει, ἵνα οὕτως αὐτὸν ἐπιζητήσῃ.

ηʹ. Ἔλεγε πάλιν, ὅτι Ἡνίκα τις βούλεται κακὸν ἀντὶ κακοῦ ἀποδοῦναι, δύναται καὶ διὰ νεύματος μόνου βλάψαι τὴν συνείδησιν τοῦ ἀδελφοῦ.

θʹ. Ὁ αὐτὸς ἀββᾶς Ἡσαΐας ἠρωτήθη, τί ἐστι φιλαργυρία, καὶ ἀπεκρίθη· Τὸ μὴ πιστεῦσαι τῷ Θεῷ, ὅτι ποιεῖταί σου φροντίδα, καὶ τὸ ἀπελπίσαι τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ φιλοπλατύνεσθαι.

ιʹ. Ἠρωτήθη πάλιν, τί ἐστι καταλαλιὰ, καὶ ἀπεκρίθη· Τὸ μὴ γνῶναι τὴν δόξαν τοῦ Θεοῦ, καὶ Φθόνος πρὸς τὸν πλησίον.

ιαʹ. Ἠρωτήθη πάλιν, τί ἐστιν ὀργὴ, καὶ ἀπεκρίθη· Ἔρις, καὶ ψεῦδος, καὶ ἀγνωσία.

Περὶ τοῦ ἀββᾶ Ἠλία.

αʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας· Ἐγὼ τρία πράγματα φοβοῦμαι· ὅταν μέλλῃ ἡ ψυχή μου ἐξελθεῖν ἀπὸ τοῦ σώματος, καὶ ὅταν μέλλω τῷ Θεῷ ἀπαντῆσαι, καὶ ὅταν μέλλῃ ἡ ἀπόφασις ἐξελθεῖν κατ’ ἐμοῦ.

βʹ. Ἔλεγον οἱ γέροντες τῷ ἀββᾷ Ἠλίᾳ εἰς Αἴγυπτον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι Καλὸς ἀββᾶς ἐστιν. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Κατὰ τὴν γενεὰν αὐτοῦ καλός ἐστι. Καὶ λέγουσιν αὐτῷ· Κατὰ δὲ τοὺς ἀρχαίους τί; Καὶ ἀποκριθεὶς λέγει· Εἶπον ὑμῖν, ὅτι κατὰ τὴν γενεὰν αὐτοῦ καλός ἐστι· κατὰ δὲ τοὺς ἀρχαίους, ἑώρακα ἄνθρωπον ἐν Σκήτει, ὅτι ἠδύνατο τὸν ἥλιον στῆσαι ἐν τῷ οὐρανῷ, καθάπερ Ἰησοῦς ὁ τοῦ Ναυΐ. Καὶ τοῦτο ἀκούσαντες, ἐθαμβήθησαν, καὶ ἐδόξασαν τὸν Θεόν.

γʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας ὁ τῆς διακονίας· Τί ἰσχύει ἁμαρτία, ὅπου ἐστὶ μετάνοια; καὶ τί ὠφελεῖ ἀγάπη, ἔνθα ἐστὶν ὑπερηφανία;

δʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας, ὅτι Εἶδον ἐγώ τινα λαβόντα κολοκύντιον οἵνου εἰς τὴν μάλην αὐτοῦ· καὶ ἵνα αἰσχύνω τοὺς δαίμονας ὅτι φαντασία ἦν, εἶπον τῷ ἀδελφῷ· Ποίησον ἀγάπην, καὶ ἆρόν μου τοῦτο· καὶ ἄρας τὸ πάλλιον αὐτοῦ, εὑρέθη μηδὲν ἔχων. Τοῦτο δὲ εἶπον, ὅτι κἂν τοῖς ὀφθαλμοῖς ἴδητέ τι, ἢ ἀκούσητε, μὴ καταδέξησθε. Πόσῳ μᾶλλον τηρεῖτε τοὺς διαλογισμοὺς καὶ τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας, εἰδότες ὅτι αὐτοὶ ἐμβάλλουσιν αὐτὰ, ἵνα μιάνωσι τὴν ψυχὴν λογίζεσθαι τὰ μὴ συμφέροντα, καὶ ἵνα ἀπασχολήσωσι τὸν νοῦν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ τοῦ Θεοῦ.

εʹ. Εἶπε πάλιν· Οἱ ἄνθρωποι τὸν νοῦν ἔχουσιν, ἢ εἰς τὰς ἁμαρτίας, ἢ πρὸς τὸν Ἰησοῦν, ἢ πρὸς τοὺς ἀνθρώπους.

ϛʹ. Εἶπε πάλιν· Ἐὰν μὴ ὁ νοῦς ψάλλῃ μετὰ τοῦ σώματος, εἰς μάτην ὁ κόπος. Ἐὰν γάρ τις ἀγαπᾷ τὴν θλίψιν, ὕστερον γίνεται αὐτῷ εἰς χαρὰν καὶ ἀνάπαυσιν.

ζʹ. Εἶπε πάλιν, ὅτι Τὶς γέρων ἔμεινεν εἰς ἱερόν· καὶ ἦλθον οἱ δαίμονες λέγοντες αὐτῷ· Ἄπελθε ἐκ τοῦ τόπου ἡμῶν. Καὶ ὁ γέρων ἔφη· Ὑμεῖς οὐκ ἔχετε τόπον. Καὶ ἤρξαντο σκορπίζειν αὐτοῦ τὰ βαΐα καθ’ ἅπαξ. Ὁ δὲ γέρων ἐπέμενεν αὐτὰ συλλέγων. Ὕστερον ὁ δαίμων κρατήσας αὐτοῦ τὴν χεῖρα, ἔσυρεν αὐτὸν ἔξω. Ὡς δὲ ἔφθασε τὴν θύραν ὁ γέρων, τῇ ἄλλῃ χειρὶ κατέσχε τὴν θύραν, κράζων· Ἰησοῦ, βοήθει μοι. Καὶ εὐθὺς ὁ δαίμων ἔφυγε. Καὶ ὁ γέρων ἤρξατο κλαίειν. Ὁ δὲ Κύριος εἶπεν αὐτῷ· Τί κλαίεις; καὶ λέγει ὁ γέρων· Ὅτι τολμῶσι κρατῆσαι τὸν ἄνθρωπον, καὶ οὕτως ποιῆσαι. Εἶπε δὲ αὐτῷ· Σὺ ἠμέλησας. Ὅτε γὰρ ἐζήτησάς με, εἶδες πῶς εὑρέθην σοι. Ταῦτα λέγω, ὅτι κόπου πολλοῦ χρεία, καὶ εἰ μὴ κόπος γένηται, οὐ δύναταί τις ἔχειν τὸν Θεὸν αὐτοῦ. Αὐτὸς γὰρ δι’ ἡμᾶς ἐσταυρώθη. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ἠλίᾳ τῷ ἡσυχαστῇ, εἰς τὸ κοινόβιον τοῦ σπηλαίου τοῦ ἀββᾶ Ζάββα, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἶπόν μοι ῥῆμα. Ὁ δὲ γέρων λέγει τῷ ἀδελφῷ, ὅτι Ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, ἠγαπῶντο αἱ τρεῖς ἀρεταὶ αὗται, ἡ ἀκτημοσύνη, καὶ ἡ πραότης, καὶ ἡ ἐγκράτεια· νῦν δὲ κρατεῖ εἰς τοὺς μοναχοὺς ἡ πλεονεξία, καὶ ἡ γαστριμαργία, καὶ ἡ θρασύτης. Εἴ τι θέλεις κράτησον.

Περὶ τοῦ ἀββᾶ Ἡρακλείου.

Ἀδελφὸς πολεμηθεὶς, ἀπήγγειλε τῷ ἀββᾷ Ἡρακλείῳ. Καὶ λέγει αὐτῷ ἐκεῖνος στηρίζων αὐτὸν, ὅτι Τὶς γέρων ἔσχε μαθητὴν ὑπήκοον πάνυ ἐπὶ πολλὰ ἔτη. Μιᾷ οὖν πολεμηθεὶς ἔβαλε μετάνοιαν τῷ γέροντι, λέγων· Ποίησόν με γενέσθαι μοναχόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Βλέπε τόπον, καὶ ποιοῦμέν σοι κελλίον. Κὶ ἀπελθὼν ἀπὸ σημείου ἑνὸς εὗρε. Καὶ ἀπελθόντες ἐποίησαν κελλίον. Καὶ λέγει τῷ ἀδελφῷ· Εἴ τί σοι λέγω, τοῦτο ποίησον. Ὅταν πεινᾷς, φάγε, πίε, κοιμῶ· μόνον τοῦ κελλίου σου μὴ ἐξέλθῃς ἕως τοῦ σαββάτου· τότε ἔρχου ἐγγύς μου. Ὁ δὲ ἀδελφὸς ἐποίησε τὰς δύο ἡμέρας κατὰ τὴν ἐντολήν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀκηδιάσας, λέγει· Τί τοῦτο ἐποίησέ μοι ὁ γέρων; καὶ ἀναστὰς, ἔψαλλε πλείστους ψαλμούς· καὶ μετὰ τὸ δῦναι τὸν ἥλιον ἔφαγε· καὶ ἀναστὰς ἀπῆλθε κοιμηθῆναι εἰς τὸ ψιάθιον αὐτοῦ. Καὶ θεωρεῖ Αἰθίοπα κείμενον τρίζοντα τοὺς ὀδόντας κατ’ αὐτοῦ. Καὶ δρομαῖος φόβῳ πολλῷ ἦλθε πρὸς τὸν γέροντα· καὶ κρούσας τὴν θύραν, εἶπεν· Ἀββᾶ, ἐλέησόν με, καὶ ἄνοιξον. Ὁ δὲ γέρων, γνοὺς ὅτι οὐκ ἐφύλαξε τὸ ῥῆμα αὐτοῦ, οὐκ ἤνοιξεν αὐτῷ ἕως πρωῒ, καὶ ἀνοίξας τῷ πρωῒ, εὗρεν αὐτὸν ἔξω παρακαλοῦντα· καὶ οἰκτηρήσας εἰσήνεγκεν αὐτόν. Τότε λέγει· Δέομαί σου, Πάτερ· Αἰθίοπα μέλανα εἶδον ἐπὶ τὸ ψιάθιόν μου, ὡς ἀπῆλθον κοιμηθῆναι. Ὁ δὲ εἶπε· Τοῦτο ἔπαθες, ὅτι οὐκ ἐφύλαξας τὸ ῥῆμά μου. Τότε τυπώσας αὐτῷ πρὸς τὴν δύναμιν, τὸ ἀκόλουθον τοῦ μονήρους βίου, κατὰ μικρὸν γέγονε μοναχὸς καλός.

 

Ἀρχὴ τοῦ Θ στοιχείου.

Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης.

αʹ. Ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης ἐκτήσατο τρία βιβλία καλά· καὶ παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ, καὶ λέγει αὐτῷ, ὅτι Ἔχω τρία βιβλία καλὰ, καὶ ὠφελοῦμαι ἐξ αὐτῶν· καὶ οἱ ἀδελφοὶ κιχρῶνται αὐτὰ, καὶ ὠφελοῦνται. Εἰπὲ οὖν μοι, τί ὤφειλον ποιῆσαι; κατάσχω αὐτὰ εἰς τὴν ἐμὴν καὶ τὴν τῶν ἀδελφῶν ὠφέλειαν, ἢ πωλήσω αὐτὰ καὶ δώσω πτωχοῖς; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Καλαὶ μὲν αἱ πράξεις, ἀλλὰ μείζων πάντων ἡ ἀκτημοσύνη ἐστί. Καὶ τοῦτο ἀκούσας, ἀπελθὼν ἐπώλησεν αὐτὰ, καὶ διέδωκε πτωχοῖς.

βʹ. Ἀδελφός τις καθεζόμενος εἰς τὰ Κελλία ἐταράσσετο καταμόνας· καὶ ἀπελθὼν πρὸς τὸν ἀββᾶν Θεόδωρον τὸν τῆς Φέρμης, εἶπεν αὐτῷ. Ὁ δὲ γέρων εἶπεν· Ὕπαγε, ταπείνωσον τὸν λογισμόν σου, καὶ ὑποτάγηθι, καὶ μεῖνον μετὰ ἄλλων. Καὶ ὑποστρέφει πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Οὐδὲ μετὰ τῶν ἀνθρώπων ἀναπαύομαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ μόνος οὐκ ἀναπαύῃ, οὐδὲ μετὰ τῶν ἄλλων, διατὶ ἐξῆλθες εἰς τὸν μοναχόν; οὐχὶ ἵνα ὑποφέρῃς τὰς θλίψεις; εἰπὲ δέ μοι· Πόσα ἔτη ἔχεις εἰς τὸ σχῆμα; Λέγει· Ὀκτώ. Εἶπεν οὖν αὐτῷ ὁ γέρων· Φύσει ἔχω ἐν τῷ σχήματι ἑβδομήκοντα ἔτη, καὶ οὐδὲ μίαν ἡμέραν εὗρον ἀνάπαυσιν· καὶ σὺ εἰς ὀκτὼ ἔτη θέλεις ἀνάπαυσιν ἔχειν; Καὶ τοῦτο ἀκούσας, ἑδραιωθεὶς ἀπῆλθεν.

γʹ. Παρέβαλεν ἀδελφός ποτε τῷ ἀββᾷ Θεοδώρῳ, καὶ ἐποίησε τρεῖς ἡμέρας παρακαλῶν αὐτὸν ἀκοῦσαι λόγον. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῷ. Καὶ ἐξῆλθε λυπούμενος. Λέγει οὖν αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Ἀββᾶ, πῶς οὐκ εἶπες αὐτῷ λόγον; καὶ ἀπῆλθε λυπούμενος. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φύσει οὐκ ἔλεγον αὐτῷ· πραγματευτὴς γάρ ἐστι, καὶ εἰς ἀλλοτρίους λόγους θέλει δοξάζεσθαι.

δʹ. Εἶπε πάλιν· Ἐὰν ἕξεις φιλίαν μετὰ τινὸς, καὶ συμβῇ αὐτὸν εἰς πειρασμὸν πορνείας ἐμπεσεῖν, ἐὰν δύνασαι δὸς αὐτῷ χεῖρα, καὶ ἕλκυσον αὐτὸν ἄνω. Ἐὰν δὲ εἰς αἵρεσιν ἐμπέσῃ, καὶ μὴ πεισθῇ σοι ἀποστραφῆναι, ταχέως κόψον αὐτὸν ἀπὸ σοῦ· μήποτε βραδύνων συγκατασπασθῇς αὐτῷ εἰς τὸν βόθρον.

εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι τὰ τρία ταῦτα κεφάλαια εἶχεν ὑπὲρ πολλούς· τὴν ἀκτημοσύνην, τὴν ἄσκησιν, καὶ τὸ φεύγειν τοὺς ἀνθρώπους.

ϛʹ. Εὐκαίρησέ ποτε ὁ ἀββᾶς Θεόδωρος μετ’ αὐτῶν· καὶ ἐσθιόντων αὐτῶν, κατ’ εὐλάβειαν ἐλάμβανον τὰ ποτήρια σιωπῶντες, καὶ οὐκ ἔλεγον τὸ Συγχώρησον. Καὶ εἶπεν ὁ ἀββᾶς Θεόδωρος· Ἀπώλεσαν οἱ μοναχοὶ τὴν εὐγένειαν αὐτῶν, τὸ λέγειν, Συγχώρησον.

ζʹ. Ἠρώτησεν αὐτὸν ἀδελφὸς, λέγων· Θέλεις, ἀββᾶ, μικρὰς ἡμέρας μὴ φάγω ἄρτον; Καὶ λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς· καὶ γὰρ κἀγὼ ἐποίησα οὕτως. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Θέλω οὖν λαβεῖν τὰ ἐρεβίνθιά μου εἰς τὸ ἀρτοκοπεῖον, καὶ ποιῆσαι αὐτὰ ἄλευρον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ πάλιν ὑπάγεις εἰς τὸ ἀρτοκοπεῖον, ποίησον τὸν ἄρτον σου· καὶ τίς ἡ χρεία τῆς ἐξαγωγῆς ταύτης;

ηʹ. Ἦλθέ τις τῶν γερόντων πρὸς τὸν ἀββᾶν Θεόδωρον, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ὁ δεῖνα ὁ ἀδελφὸς ὑπέστρεψεν εἰς τὸν κόσμον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ἐπὶ τούτῳ θαυμάζεις; μὴ θαυμάσῃς, ἀλλὰ θαύμασον μᾶλλον ἐὰν ἀκούσῃς ὅτι ἠδυνήθη τις ἐκφυγεῖν ἀπὸ τοῦ στόματος τοῦ ἐχθροῦ.

θʹ. Ἀδελφός τις ἦλθεν πρὸς τὸν ἀββᾶν Θεόδωρον, καὶ ἤρξατο λαλεῖν καὶ ἐξετάζειν πράγματα, ὧν οὔπω τὴν ἐργασίαν ἐποίει. Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὔπω εὗρες τὸ πλοῖον, οὐδὲ τὰ σκεύη σου ἔβαλες, καὶ πρὸ τοῦ πλεῦσαι, ἤδη εἰς τὴν πόλιν ἐκείνην ἀπῆλθες. Πρῶτον ὅταν ποιήσῃς τὸ ἔργον, ἔρχῃ εἰς ἃ νῦν λαλεῖς.

ιʹ. Ὁ αὐτός ποτε παρέβαλε τῷ ἀββᾷ Ἰωάννῃ τῷ ἀπὸ γεννήσεως εὐνούχῳ· καὶ λαλούντων αὐτῶν, εἶπεν· Ὅταν ἤμην εἰς Σκῆτιν, τὰ ἔργα τῆς ψυχῆς ἦν τὸ ἔργον ἡμῶν, τὸ δὲ ἐργόχειρον ὡς πάρεργον εἴχομεν· νῦν δὲ γέγονε τὸ ἔργον τῆς ψυχῆς ὡς πάρεργον, καὶ τὸ πάρεργον ἔργον.

ιαʹ. Ἠρώτησε δὲ αὐτὸν ἀδελφὸς, λέγων· Ποῖόν ἐστι τὸ ἔργον τῆς ψυχῆς, ὃ νῦν ὡς πάρεργον ἔχομεν, καὶ ποῖόν ἐστι τὸ πάρεργον, ὃ νῦν ἔργον ἔχομεν; Καὶ λέγει ὁ γέρων· Πάντα τὰ γινόμενα διὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, ἔργον ψυχῆς ἐστι· τὸ δὲ εἰς λόγον ἑαυτῶν ἐργάζεσθαι καὶ συνάγειν, τοῦτο πάρεργον ἔχειν ὀφείλομεν. Καὶ λέγει ὁ ἀδελφός· Σαφήνισόν μοι τὴν ὑπόθεσιν ταύτην. Καὶ λέγει ὁ γέρων· Ἰδοὺ ἀκούεις περὶ ἐμοῦ ὅτι ἀσθενῶ, καὶ ὀφείλεις ἐπισκέψασθαί με, καὶ λέγεις ἐν ἑαυτῷ· Καταλιπεῖν ἔχω τὸ ἔργον μου, καὶ νῦν ἀπελθεῖν; ἀλλὰ πληρώσω πρῶτον, καὶ οὕτως ἀπέρχομαι. Ἔρχεται δέ σοι καὶ ἄλλη ἀφορμὴ, καὶ τάχα οὐδὲ ὅλως ὑπάγεις. Πάλιν ἄλλος ἀδελφὸς λέγει σοι· Δός μοι χεῖρα, ἀδελφέ! καὶ λέγεις· Ἔχω ἀφῆσαι τὸ ἔργον μου, καὶ ἀπελθεῖν ἐργάσασθαι μετὰ τούτου; Ἐὰν οὖν μὴ ἀπέλθῃς, ἀφίεις τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅ ἐστι τὸ ἔργον τῆς ψυχῆς, καὶ ποιεῖς τὸ πάρεργον, ὅ ἐστι τὸ ἔργον τῶν χειρῶν.

ιβʹ. Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης, ὅτι ἄνθρωπος στήκων εἰς μετάνοιαν, οὐ δέδεται εἰς ἐντολήν.

ιγʹ. Ὁ αὐτὸς εἶπεν· Ἄλλη ἀρετὴ οὐκ ἔστιν, ὡς τὸ μὴ ἐξουθενεῖν.

ιδʹ. Πάλιν εἶπεν· Ἄνθρωπος μαθὼν τὴν γλυκύτητα τοῦ κελλίου, οὐχ ὡς ἀτιμάζων τὸν πλησίον αὐτοῦ φεύγει.

ιεʹ. Πάλιν εἶπεν· Ἐὰν μὴ ἐκκόψω ἐμαυτὸν ἀπὸ τῶν οἰκτιρμῶν τούτων, οὐκ ἐῶσί με εἶναι μοναχόν.

ιϛʹ. Εἶπε πάλιν· Πολλοὶ ἐν τῷ καιρῷ τούτῳ εἵλοντο τὴν ἀνάπαυσιν, πρὶν ὁ Θεὸς αὐτοῖς παράσχῃ.

ιζʹ. Εἶπε πάλιν· Μὴ κοιμηθῇς εἰς τόπον ὅπου ἐστὶ γυνή.

ιηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Θεόδωρον, λέγων· Θέλω ἐπιτελέσαι τὰς ἐντολάς. Λέγει αὐτῷ ὁ γέρων περὶ τοῦ ἀββᾶ Θεωνᾶ, ὅτι εἶπε καὶ αὐτός ποτε· Θέλω πληρῶσαι τὸν λογισμόν μου μετὰ τοῦ Θεοῦ, καὶ λαβὼν σιτίαν εἰς τὸ ἀρτοκοπεῖον, ἐποίησεν ἄρτους· καὶ αἰτησάντων αὐτὸν πτωχῶν, ἔδωκε τοὺς ἄρτους· καὶ πάλιν αἰτησάντων ἄλλων, ἔδωκε τὰ σπυρίδια καὶ τὸ ἱμάτιον ὃ ἐφόρει, καὶ εἰσῆλθεν εἰς τὸ κελλίον, περιζωσάμενος τὸ μαφόριον. Καὶ οὕτως πάλιν ἐμέμφετο ἑαυτὸν λέγων, ὅτι Οὐκ ἐπλήρωσα τὴν ἐντολὴν τοῦ Θεοῦ.

ιθʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἰωσὴφ, καὶ ἔπεμψε πρὸς τὸν ἀββᾶν Θεόδωρον, λέγων· Δεῦρο, ἵνα σε ἴδω πρὸ τοῦ με ἐξελθεῖν ἐκ τοῦ σώματος· ἦν δὲ μέσον τῆς ἑβδομάδος. Καὶ οὐκ ἀπῆλθεν· ἔπεμψε δὲ, λέγων· Ἐὰν μείνῃς ἕως τοῦ σαββάτου, ἔρχομαι· εἰ δὲ ὑπάγεις, εἰς ἐκεῖνον τὸν κόσμον βλέπομεν ἀλλήλους.

κʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Θεοδώρῳ· Εἰπέ μοι ῥῆμα, ὅτι ἀπόλλυμαι. Καὶ μετὰ κόπου εἶπεν αὐτῷ· Ἐγὼ κινδυνεύω, καὶ τί σοι ἔχω εἰπεῖν;

καʹ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββᾶν Θεόδωρον, ἵνα διδάξῃ αὐτὸν ῥάπτειν, ἐνέγκας καὶ τὴν σειρὰν πρὸς αὐτόν. Ὁ δὲ γέρων λέγει αὐτῷ· Ὕπαγε, καὶ πρωῒ δεῦρο ὧδε. Καὶ ἀναστὰς ὁ γέρων, ἔβρεξεν αὐτῷ τὴν σειρὰν, καὶ ἡτοίμασεν αὐτῷ τὴν προκαταραφὴν, λέγων· Οὕτως καὶ οὕτως ποίησον· καὶ ἀφῆκεν αὐτόν. Καὶ εἰσελθὼν εἰς τὸ κελλίον αὐτοῦ, ἐκάθισεν ὁ γέρων· καὶ εἰς τὴν ὥραν, ἐποίησεν αὐτὸν φαγεῖν, καὶ ἀπέπεμψεν. Ἦλθε δὲ πάλιν πρωΐ· καὶ λέγει αὐτῷ ὁ γέρων· Ἆρον τὴν σειράν σου ἔνθεν, καὶ ἀναχώρει· εἰς πειρασμὸν γὰρ ἦλθες βαλεῖν με καὶ εἰς φροντίδα. Καὶ οὐκ ἔτι ἀφῆκεν αὐτὸν ἔσω.

κβʹ. Εἶπεν ὁ μαθητὴς τοῦ ἀββᾶ Θεοδώρου, ὅτι Ἦλθέ ποτέ τις πωλῶν κρόμμυα, καὶ ἐγέμισέ μοι κρατῆρα. Καὶ λέγει ὁ γέρων· Γέμισον αὐτῷ σῖτον, καὶ δὸς αὐτῷ. Ἦσαν δὲ δύο βουνοὶ σίτου, εἷς καθαρὸς, καὶ εἷς ἀκαθάρτος· ἐγέμισα δὲ αὐτῷ ἐκ τοῦ ἀκαθάρτου. Καὶ προσέσχε μοι ὁ γέρων μετὰ ἕξεως καὶ λύπης· καὶ ἀπὸ τοῦ φόβου ἔπεσον, καὶ ἔκλασα τὸν κρατῆρα· καὶ ἔβαλον αὐτῷ μετάνοιαν. Καὶ λέγει ὁ γέρων· Ἐγείρου, οὐκ ἔχεις σὺ πρᾶγμα, ἀλλ’ ἐγὼ ἥμαρτον, ὅτι εἶπόν σοι. Καὶ εἰσελθὼν ὁ γέρων ἐγέμισε τὸν κόλπον αὐτοῦ σῖτον καθαρὸν, καὶ ἔδωκεν αὐτῷ μετὰ τῶν κρομμύων.

κγʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Θεόδωρος μετὰ ἀδελφοῦ γεμίσαι ὕδωρ· καὶ προλαβὼν ὁ ἀδελφὸς εἰς τὸν λάκκον εἶδε δράκοντα. Καὶ λέγει αὐτῷ ὁ γέρων Ὕπαγε, πάτησον τὴν κεφαλὴν αὐτοῦ. Καὶ φοβηθεὶς οὐκ ἀπῆλθεν. Ἦλθε δὲ ὁ γέρων, καὶ εἶδεν αὐτὸν τὸ θηρίον, καὶ καταισχυνθὲν ἔφυγεν εἰς τὴν ἔρημον.

κδʹ. Ἠρώτησέ τις τὸν ἀββᾶν Θεόδωρον· Ἐὰν ἄφνω γένηταί τις πτῶσις, καὶ σὺ φοβῇ, ἀββᾶ; Λέγει Αὐτῷ ὁ γέρων· Ἐὰν κολληθῇ ὁ οὐρανὸς τῇ γῇ, Θεόδωρος οὐ φοβεῖται. Ἦν γὰρ δεηθεὶς τοῦ Θεοῦ, ἵνα ἀρθῇ ἀπ’ αὐτοῦ ἡ δειλία. Διὰ τοῦτο καὶ ἠρώτησεν αὐτόν.

κεʹ. Ἐλέγετο περὶ αὐτοῦ, ὅτι γενόμενος διάκονος εἰς Σκῆτιν οὐκ ἤθελε καταδέξασθαι διακονεῖν, καὶ εἰς πολλοὺς τόπους ἔφυγε. Καὶ πάλιν οἱ γέροντες ἔφερον αὐτὸν, λέγοντες· Μὴ καταλίπῃς τὴν διακονίαν σου. Λέγει αὐτοῖς ὁ ἀββᾶς Θεόδωρος· Ἐάσατέ με, καὶ δέομαι τοῦ Θεοῦ, εἰ πληροφορήσει με στῆναι εἰς τὸν τόπον τῆς λειτουργίας μου. Καὶ δεόμενος τοῦ Θεοῦ, ἔλεγεν· Εἰ θέλημά σού ἐστιν ἵνα στῶ εἰς τὸν τόπον μου, πληροφόρησόν με. Καὶ ἐδείχθη αὐτῷ στύλος πυρὸς ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, καὶ φωνὴ λέγουσα· Εἰ δύνασαι γενέσθαι ὡς ὁ στύλος οὗτος, ὕπαγε, διακόνησον. Ὁ δὲ ἀκούσας ἔκρινε μηκέτι καταδέξασθαι. Ἐλθόντος οὖν αὐτοῦ εἰς τὴν ἐκκλησίαν, ἔβαλον αὐτῷ μετάνοιαν οἱ ἀδελφοὶ, λέγοντες· Εἰ οὐ θέλεις διακονεῖν, κἂν τὸ ποτήριον κατάσχε. Καὶ οὐκ ἠνέσχετο, λέγων· Ἐὰν μὴ ἀφῆτε, ἀναχωρῶ ἐκ τοῦ τόπου τούτου. Καὶ οὕτως ἀφῆκαν αὐτόν.

κϛʹ. Ἔλεγον δὲ περὶ αὐτοῦ, ὅτι ὡς ἠρημώθη ἡ Σκῆτις, ἦλθε μεῖναι εἰς Φέρμην· καὶ γηράσας ἠσθένησε. Προσέφερον οὖν αὐτῷ ἐδέσματά τινα. Καὶ ἃ ἔφερεν ὁ πρῶτος, ἐδίδου τῷ δευτέρῳ, καὶ οὕτως κατὰ τὴν τάξιν, ἃ ἐλάμβανεν παρὰ τοῦ πρώτου, παρεῖχε τῷ ἄλλῳ· εἰς δὲ τὴν ὥραν τοῦ γεύσασθαι, ὃ ἔφερεν ὁ ἐρχόμενος, τοῦτο ἤσθιεν.

κζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ὅτε ἐκάθητο ἐν Σκήτει, ἦλθε πρὸς αὐτὸν δαίμων θέλων εἰσελθεῖν· καὶ ἔδησεν αὐτὸν ἔξω τῆς κέλλης. Καὶ πάλιν ἄλλος δαίμων ἦλθεν εἰσελθεῖν· καὶ τοῦτον ἔδησε. Καὶ προσθεὶς ὁ τρίτος δαίμων, ἦλθε, καὶ εὗρε δεδεμένους τοὺς δύο· καὶ λέγει αὐτοῖς· Τί ἑστήκατε ὧδε ἔξω; Καὶ λέγουσιν αὐτῷ, ὅτι Ἔστι καθήμενος ἔσω, καὶ μὴ ἐῶν ἡμᾶς εἰσελθεῖν. Καὶ αὐτὸς τυραννήσας ἐπεχείρησεν εἰσελθεῖν. Ὁ δὲ γέρων ἔδησε καὶ τοῦτον. Φοβηθέντες δὲ τὰς εὐχὰς τοῦ γέροντος, παρεκάλουν αὐτὸν, λέγοντες· Ἀπόλυσον ἡμᾶς. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ὑπάγετε. Καὶ λοιπὸν αἰσχυνθέντες ἀνεχώρησαν.

κηʹ. Διηγήσατό τις τῶν Πατέρων, περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι Ἦλθόν ποτε δείλης πρὸς αὐτὸν, καὶ εὗρον αὐτὸν φοροῦντα κεκομμένον λεβίτωνα, καὶ τὸ στῆθος αὐτοῦ γυμνὸν, καὶ τὸ κοκούλιον αὐτοῦ ἔμπροσθεν. Καὶ ἰδού τις Κόμης ἦλθεν ἰδεῖν αὐτόν. Καὶ κρούσαντος αὐτοῦ, ἐξῆλθεν ὁ γέρων ἀνοῖξαι, καὶ ἀπαντήσας αὐτῷ ἐκάθισεν εἰς τὴν θύραν λαλεῖν αὐτῷ. Καὶ ἔλαβον κόμμα μαφορίου, καὶ ἐσκέπασα τοὺς ὤμους αὐτοῦ. Ὁ δὲ γέρων ἐξέτεινε τὴν χεῖρα, καὶ ἔῤῥιψε αὐτό. καὶ ὡς ἀπῆλθεν ὁ Κόμης, εἶπον αὐτῷ· Ἀββᾶ, τί τοῦτο ἐποίησας; ἦλθεν ὁ ἄνθρωπος ὠφεληθῆναι· μὴ ἵνα σκανδαλισθῇ; Καὶ λέγει μοι ὁ γέρων· Τί λέγεις μοι, ἀββᾶ; ἀκμὴν τοῖς ἀνθρώποις δουλεύομεν; ἐποιήσαμεν τὴν χρείαν· παρῆλθε λοιπόν. Ὁ θέλων ὠφεληθῆναι, ὠφεληθῇ· ὁ θέλων σκανδαλισθῆναι, σκανδαλισθῇ· ἐγὼ δὲ ὡς δ’ ἂν εὑρεθῶ, οὕτως ἀπαντῶ. Παρήγγειλε δὲ τῷ μαθητῇ αὐτοῦ, λέγων· Ἐάν τις ἔλθῃ ἰδεῖν με θέλων, μὴ εἴπῃς αὐτῷ τί ποτε ἀνθρώπινον· ἀλλ’ ἐὰν τρώγω, εἰπὲ, Τρώγει· ἐὰν κοιμῶμαι, εἰπὲ, Κοιμᾶται.

κθʹ. Ἦλθόν ποτε ἐπάνω αὐτοῦ τρεῖς λῃσταί· καὶ οἱ δύο ἐκράτουν αὐτὸν, ὁ δὲ εἷς ἐκουβάλει τὰ σκεύη αὐτοῦ. Ὡς δὲ ἐξήνεγκε τὰ βιβλία, καὶ τὸν λεβίτωνα ἤθελε λαβεῖν· τότε λέγει αὐτοῖς· Τοῦτο ἀφίετε. Οἱ δὲ οὐκ ἤθελον. Καὶ κινήσας τὰς χεῖρας αὐτοῦ ἔῤῥιψε τοὺς δύο. Καὶ ἰδόντες ἐφοβήθησαν. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Μηδὲν δειμάσητε· ποιήσατε αὐτὰ εἰς τέσσαρα μέρη, καὶ λάβετε τὰ τρία, καὶ ἄφετε τὸ ἕν. Καὶ οὕτως ἐποίησαν· διὰ τὸ λαβεῖν τὸ μέρος αὐτοῦ τὸν λεβίτωνα τὸν συνακτικόν.

Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ Ἐννάτου.

αʹ. Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ τοῦ Ἐννάτου, ὅτι Ὅτε ἤμην νεώτερος, εἰς τὴν ἔρημον ἔμενον. Ἀπῆλθον οὖν εἰς τὸ ἀρτοκοπεῖον ποιῆσαι δύο σιτίας, καὶ εὗρον ἐκεῖ ἀδελφὸν θέλοντα ποιῆσαι ἄρτους, καὶ οὐκ εἶχέ τινα δοῦναι αὐτῷ χεῖρα. Ἐγὼ δὲ ἀφῆκα τὰ ἐμὰ, καὶ ἔδωκα αὐτῷ χεῖρα. Ὡς δὲ ἐσχόλασα, ἦλθεν ἄλλος ἀδελφὸς, καὶ πάλιν ἔδωκα αὐτῷ χεῖρα, καὶ ἐποίησα τὰ ψωμία. Καὶ πάλιν τρίτος ἦλθε, καὶ ἐποίησα ὁμοίως· καὶ οὕτως ἕκαστον τῶν ἐρχομένων ἐποίουν· καὶ ἐποίησα ἓξ σιτίας. Ὕστερον δὲ ἐποίησα τὰς δύο σιτίας τὰς ἐμὰς, ἀποσχόντων τῶν ἐρχομένων.

βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου καὶ τοῦ ἀββᾶ Λουκίου τῶν τοῦ Ἐννάτου, ὅτι ἐποίησαν πεντήκοντα ἕτη, χλευάζοντες τοὺς λογισμοὺς αὐτῶν, καὶ λέγοντες· Μετὰ τὸν χειμῶνα τοῦτον, μεταβαίνομεν ἐντεῦθεν. Ὅτε δὲ πάλιν ἤρχετο τὸ θέρος, ἔλεγον, ὅτι Μετὰ τὸ θέρος τοῦτο ἀπερχόμεθα ἐντεῦθεν. Καὶ οὕτως ἐποίησαν πάντα τὸν χρόνον οἱ ἀείμνηστοι Πατέρες.

γʹ. Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῶν Ἐννάτου, ὅτι Ἐὰν λογίσηται ἡμῖν ὁ Θεὸς τὰς ἐν ταῖς εὐχαῖς ἀμελείας, καὶ τὰς αἰχμαλωσίας τὰς ἐν ταῖς ψαλμῳδίαις, οὐ δυνάμεθα σωθῆναι.

Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ εἰς Σκῆτιν.

Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ εἰς Σκῆτιν· Ἔρχεται ὁ λογισμὸς, καὶ ταράσσει με, καὶ ἀσχολεῖ με, καὶ τὴν πρᾶξιν οὐκ ἰσχύει ποιῆσαι, ἀλλὰ μόνον ἐμποδίζει πρὸς τὴν ἀρετήν· ὁ δὲ νηφάλιος ἀνὴρ, ἐκτιναξάμενος αὐτὸν, ἐγείρεται εἰς προσευχήν.

Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ Ἐλευθεροπολίτου.

αʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἀβραὰμ ὁ Ἰβὴρ τὸν ἀββᾶν Θεόδωρον τὸν Ἐλευθεροπολίτην, λέγων· Πῶς καλῶς ἐστι, Πάτερ; δόξαν περιποιήσομαι ἐμαυτῷ, ἢ ἀτιμίαν; Ὁ δὲ γέρων λέγει· Τέως ἐγὼ θέλω περιποιήσασθαι δόξαν, ἢ ἀτιμίαν. Ἐὰν γὰρ ποιήσω καλὸν ἔργον, καὶ δοξασθῶ, δύναμαι κατακρῖναι τὸν λογισμόν μου, ὅτι οὐκ εἰμὶ ἄξιος τῆς δόξης ταύτης· ἡ δὲ ἀτιμία ἀπὸ φαύλων πραγμάτων γίνεται. Πῶς οὖν δύναμαι παρακαλέσαι τὴν καρδίαν μου, σκανδαλισθέντων ἐν ἐμοὶ τῶν ἀνθρώπων; κρεῖσσον οὖν τὸ ἀγαθὸν ποιεῖν, καὶ δοξάζεσθαι. Ὁ δὲ ἀββᾶς Ἀβραὰμ εἶπε· Καλῶς εἶπας, Πάτερ.

βʹ. Εἶπε ὁ ἀββᾶς Θεόδοτος· Ἡ ἔνδεια τοῦ ἄρτου τήκει τὸ σῶμα τοῦ μοναχοῦ. Ἄλλος δὲ γέρων ἔλεγεν, ὅτι ἡ ἀγρυπνία πλέον τήκει τὸ σῶμα.

Περὶ τοῦ ἀββᾶ Θεωνᾶ.

Εἶπεν ὁ ἀββᾶς Θεωνᾶς· Διὰ τὸ ἀπασχοληθῆναι τὸν νοῦν ἀπὸ τῆς εἰς Θεὸν θεωρίας, αἰχμαλωτιζόμεθα ὑπὸ τῶν παθῶν τῶν σαρκικῶν.

Περὶ Θεοφίλου τοῦ ἀρχιεπισκόπου.

αʹ. Ὁ μακάριος Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ἦλθεν ὁ ἀββᾶς τοῦ ὄρους πρὸς αὐτόν. Καὶ λέγει αὐτῷ ὁ ἀρχιεπίσκοπος· Τί εὗρες ἐν τῇ ὁδῷ ταύτῃ πλέον, Πάτερ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ αἰτιᾶσθαι καὶ μέμφεσθαι ἑαυτὸν πάντοτε. Λέγει αὐτῷ ὁ ἀββᾶς Θεόφιλος· Ἄλλη ὁδὸς οὐκ ἔστιν, εἰ μὴ αὕτη.

βʹ. Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὴν Σκῆτιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εἶπον τῷ ἀββᾷ Παμβώ· Εἰπὲ ἕνα λόγον τῷ Πάπᾳ, ὅπως ὠφεληθῇ. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ οὐκ ὠφελεῖται ἐν τῇ σιωπῇ μου, οὐδὲ ἐν τῷ λόγῳ μου ὠφεληθῆναι ἔχει.

γʹ. Ἦλθόν ποτε Πατέρες εἰς Ἀλεξάνδρειαν, κληθέντες ὑπὸ Θεοφίλου τοῦ ἀρχιεπισκόπου, ἵνα ποιήσῃ εὐχὴν καὶ καθέλῃ τὰ ἱερά. Καὶ ἐσθιόντων αὐτῶν μετ’ αὐτοῦ, παρετέθη κρέας μόσχιον· καὶ ἤσθιον, μηδὲν διακρινόμενοι. Καὶ λαβὼν ὁ ἐπίσκοπος ἓν κοπάδιν ἔδωκε τῷ ἔγγιστα αὐτοῦ γέροντι, λέγων· Ἰδοὺ τοῦτο καλὸν κοπάδιν ἐστὶ, φάγε, ἀββᾶ. Οἱ δὲ ἀποκριθέντες εἶπον· Ἡμεῖς ἕως ἄρτι λάχανα ἠσθίομεν· εἰ δὲ κρέας ἐστὶ, οὐ τρώγομεν. Καὶ οὐκ ἔτι προσέθετο οὐδὲ εἷς ἐξ αὐτῶν γεύσασθαι αὐτοῦ.

δʹ. Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ἔλεγεν· Οἷον φόβον καὶ τρόμον καὶ ἀνάγκην ἔχομεν ἰδεῖν, ὅτε ἡ ψυχὴ τοῦ σώματος χωρίζεται! Παραγίνεται γὰρ πρὸς ἡμᾶς στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, καὶ ἀρχαὶ καὶ ἐξουσίαι, τὰ πνεύματα τῆς πονηρίας· καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν, ἐπιφέροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρτήματα, ἀπὸ νεότητος ἕως τῆς ἡλικίας ἧς κατελήφθη. Ἵστανται οὖν κατηγοροῦντες πάντα τὰ πεπραγμένα ὑπ’ αὐτῆς. Λοιπὸν ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ ἀπόφασις ἐξέλθῃ, καὶ ἐλευθερία γένηται αὐτῆς; τοῦτό ἐστιν ἡ ὥρα τῆς ἀνάγκης αὐτῆς, ἕως οὗ ἴδῃ τί τὸ ἀποβησόμενον αὐτῇ. Καὶ πάλιν αἱ θεῖαι δυνάμεις ἵστανται κατὰ πρόσωπον τῶν ἐναντίων, καὶ αὐταὶ τὰ καλὰ αὐτῆς ἐπιφέρουσαι. Κατανόει οὖν ἡ ψυχὴ μέση ἱσταμένη ποίῳ ἄρα φόβῳ καὶ τρόμῳ στήκει, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κριτοῦ. Καὶ ἐὰν μὲν ᾖ ἀξία, ἐκεῖνοι λαμβάνουσιν ἐπιτιμίαν, καὶ αὐτὴ ἁρπάζεται ἀπ’ αὐτῶν· καὶ λοιπὸν ἀμέριμνος εἶ, μᾶλλον δὲ κατοικεῖ κατὰ τὸ γεγραμμένον· Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Τότε πληροῦται τὸ γεγραμμένον· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· τότε ἀπαλλαγεῖσα πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαρὰν καὶ δόξαν, εἰς ἣν καταστήσεται. Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην φωνήν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τότε αὐτὴν καταλαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως, ἡμέρα σκότους καὶ γνόφου. Παραδιδομένη εἰς τὸ ἐξώτερον σκότος, καὶ εἰς τὸ αἰώνιον πῦρ κατακριθεῖσα, εἰς ἀπεράντους αἰῶνας κολασθήσεται. Τότε ποῦ ἡ καύχησις τοῦ κόσμου; ποῦ ἡ κενοδοξία; ποῦ ἡ τρυφή; ποῦ ἡ ἀπόλαυσις; ποῦ ἡ φαντασία; ποῦ ἡ ἀνάπαυσις; ποῦ ὁ κόμπος; ποῦ τὰ χρήματα; ποῦ ἡ εὐγένεια; ποῦ πατήρ; ποῦ μήτηρ; ποῦ ἀδελφός; τίς δυνήσεται τούτων ἐξελέσθαι τὴν ὑπὸ πυρὸς φλεγομένην, καὶ ὑπὸ πικρῶν βασάνων κατεχομένην; Τούτων οὕτως γινομένων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις; ποταπὴν ἀγάπην ὀφείλομεν κτήσασθαι; ποταπὴν ἀγωγήν; ποταπὴν πολιτείαν; ποταπὸν δρόμον; ὁποίαν ἀκρίβειαν; ὁποίαν προσευχήν; ὁποίαν ἀσφάλειαν; Ταῦτα γὰρ, φησὶ, προσδοκῶντες, σπουδάσωμεν ἄσπιλοι καὶ ἀμώμητοι εὑρεθῆναι αὐτῷ ἐν εἰρήνῃ, ἵνα καταξιωθῶμεν αὐτοῦ ἀκοῦσαι λέγοντος· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

εʹ. Ὁ αὐτὸς ἀββὰς Θεόφιλος ὁ ἀρχιεπίσκοπος, μέλλων τελευτᾶν, εἶπε· Μακάριος εἶ, ἀββᾶ Ἀρσένιε, ὅτι ταύτης ἀεὶ ἐμνημόνευες τῆς ὥρας.

Περὶ τῆς Ἀμμᾶς Θεοδώρας.

αʹ. Ἠρώτησεν ἡ Ἀμμᾶς Θεοδώρα τὸν Πάπαν Θεόφιλον τὸ ῥητὸν τοῦ Ἀποστόλου, τὸ, Τί ἐστι τὸν καιρὸν ἐξαγοραζόμενοι; Ὁ δὲ λέγει αὐτῇ· Ἡ ἐπωνυμία δεικνύει τὸ κέρδος· οἷον, καιρὸς ὕβρεώς σοι πάρεστιν; ἀγόρασον τῇ ταπεινοφροσύνῃ καὶ μακροθυμίᾳ τὸν τῆς ὕβρεως καιρὸν, καὶ ἕλκυσον κέρδος πρὸς ἑαυτόν· Καιρὸς ἀτιμίας; τῇ ἀνεξικακίᾳ ἀγόρασον τὸν καιρὸν, καὶ κέρδησον. Καὶ πάντα τὰ ἐναντία, ἐὰν θέλωμεν, κέρδη γίνονται ἡμῖν.

βʹ. Εἶπεν ἡ Ἀμμᾶς Θεοδώρα· Ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ὃν τρόπον γὰρ τὰ δένδρα, ἐὰν μὴ λάβωσι χειμῶνας καὶ ὑετοὺς, καρποφορεῖν οὐ δύνανται· οὕτως καὶ ἡμῖν, ὁ αἰὼν οὗτος χειμών ἐστι· καὶ ἐὰν μὴ διὰ πολλῶν θλίψεων καὶ πειρασμῶν, οὐ δυνησόμεθα τῆς βασιλείας τῶν οὐρανῶν γενέσθαι κληρονόμοι.

γʹ. Εἶπε πάλιν· Καλὸν τὸ ἡσυχάζειν· ἀνὴρ γὰρ φρόνιμος ἡσυχίαν ἄγει. Μέγα γὰρ ἀληθῶς παρθένῳ ἢ μοναχῷ, ἡσυχάζειν· μάλιστα δὲ τοῖς νέοις. Ἀλλὰ γίνωσκε, ὅτι προθῆται ἡσυχάσαι, εὐθέως ὁ πονηρὸς ἔρχεται καὶ βαρεῖ τὴν ψυχὴν, ἐν ἀκηδίαις, ἐν ὀλιγοψυχίαις, ἐν λογισμοῖς· βαρεῖ καὶ τὸ σῶμα, ἐν ἀσθενείαις, ἐν ἀτονίᾳ, ἐν λύσει γονάτων καὶ ὅλων τῶν μελῶν, καὶ λύει τὴν δύναμιν τῆς ψυχῆς καὶ τοῦ σώματος· καὶ ὅτι ἀσθενῶ καὶ οὐκ ἰσχύω βαλεῖν τὴν Σύναξιν. Ἀλλ’ ἐὰν νήψωμεν, πάντα ταῦτα διαλύονται. Ἦν γάρ τις μοναχός· καὶ ὡς ἤρχετο βαλεῖν τὴν Σύναξιν, ἐλάμβανεν αὐτὸν ῥῖγος καὶ πυρετὸς, καὶ ἡ κεφαλὴ τόνῳ ὠχλεῖτο· καὶ οὕτως ἔλεγεν ἑαυτῷ, ὅτι Ἰδοὺ ἀσθενῶ, καὶ ἐνίοτε ἀποθνήσκω· ἐγερθῶ οὖν πρὶν ἀποθάνω, καὶ βάλω τὴν σύναξιν. Καὶ τῷ λογισμῷ τούτῳ ἐβιάζετο ἑαυτὸν, καὶ ἔβαλε τὴν Σύναξιν. καὶ ὡς κατέπαυεν ἡ σύναξις, κατέπαυε καὶ ὁ πυρετός. Καὶ πάλιν τούτῳ τῷ λογισμῷ ἀδελφὸς ἀνθέστηκε. καὶ ἔβαλε τὴν σύναξιν, καὶ ἐνίκησε τὸν λογισμόν.

δʹ. Ἔλεγε πάλιν ἡ αὐτὴ Ἀμμᾶς Θεοδώρα, ὅτι Ποτέ τις εὐλαβὴς ὑβρίζετο παρὰ τινός· καὶ λέγει πρὸς αὐτόν· Ἠδυνάμην κἀγὼ τὰ ὅμοιά σοι λέγειν· ἀλλ’ ὁ νόμος τοῦ Θεοῦ κλείει μου τὸ στόμα. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι Χριστιανός τις, μετὰ Μαννιχαίου διαλεγόμενος περὶ τοῦ σώματος, εἶπεν οὕτως· Δὸς τὸν νόμον τῷ σώματι, καὶ ὄψει τὸ σῶμα τῷ πλάσαντι.

εʹ. Εἶπε πάλιν ἡ αὐτὴ, ὅτι ὁ διδάσκαλος ὀφείλει εἶναι ξένος φιλαρχίας, καὶ ἀλλότριος κενοδοξίας, μακρὰν ὑπερηφανίας, μὴ ὑπὸ κολακείας ἐμπαιζόμενος, μὴ ὑπὸ δώρων τυφλούμενος, μὴ ὑπὸ γαστρὸς νικώμενος, μὴ ὑπὸ ὀργῆς κρατούμενος· ἀλλὰ μακρόθυμος, ἐπιεικὴς, πάσῃ δυνάμει ταπεινόφρων· ἔγκριτος εἶναι καὶ ἀνεκτικός· κηδεμονικὸς καὶ φιλόψυχος.

ϛʹ. Ἔλεγε πάλιν ἡ αὐτὴ, ὅτι οὐκ ἄσκησις, οὔτε ἀγρυπνία, οὔτε παντοῖος πόνος σώζει· εἰ μὴ γνησία ταπεινοφροσύνη. Ἦν γάρ τις ἀναχωρητὴς ἀπελαύνων δαίμονας· καὶ ἐξήταζεν αὐτούς· Ἐν τίνι ἐξέρχεσθε, ἐν νηστείᾳ; Καὶ ἔλεγον· Ἡμεῖς οὔτε ἐσθίομεν, οὔτε πίνομεν. Ἐν ἀγρυπνίᾳ; Καὶ ἔλεγον· Ἡμεῖς οὐ κοιμώμεθα. Ἐν ἀναχωρήσει; Ἡμεῖς εἰς τὰ ἐρήμους διάγομεν. Ἐν τίνι οὖν ἐξέρχεσθε; Καὶ ἔλεγον, ὅτι Οὐδὲν ἡμᾶς νικᾷ, εἰ μὴ ταπεινοφροσύνη. Ὁρᾷς ὅτι ἡ ταπεινοφροσύνη νικητήριόν ἐστι δαιμόνων;

ζʹ. Εἶπε πάλιν ἡ Ἀμμᾶς Θεοδώρα, ὅτι Ἦν τις μοναχός· καὶ ἀπὸ πλήθους τῶν πειρασμῶν λέγει· Ὑπάγω ἔνθεν. Καὶ ὡς ἔβαλεν ἑαυτοῦ τὰ σανδάλια, ὁρᾷ ἄνθρωπον ἄλλον βάλλοντα καὶ αὐτὸν τὰ σανδάλια αὐτοῦ, καὶ λέγοντα αὐτῷ· Οὐ δι’ ἐμὲ ἐξέρχῃ; ἰδοὺ ἐγώ σε προάγω ὅπου ἐὰν ἀπέρχῃ.

 

Ἀρχὴ τοῦ Ι στοιχείου.

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Κολοβοῦ.

αʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι ἀναχωρήσας πρὸς Θηβαῖον γέροντα εἰς Σκῆτιν, ἐκάθητο ἐν τῇ ἐρήμῳ. Λαβὼν δὲ ὁ ἀββᾶς αὐτοῦ ξύλον ξηρὸν, ἐφύτευσε καὶ εἶπεν αὐτῷ· Καθ’ ἡμέραν πότιζε τοῦτο λαγύνιον ὕδατος, ἕως καρπὸν ποιήσει. Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν τὸ ὕδωρ, ὡς ἀπὸ ὀψὲ ἀπελθεῖν καὶ ἐλθεῖν πρωΐ. Μετὰ δὲ τρία ἔτη, ἔζησε καὶ καρπὸν ἐποίησε· καὶ λαβὼν ὁ γέρων τὸν καρπὸν αὐτοῦ, ἤνεγκεν εἰς τὴν ἐκκλησίαν, λέγων τοῖς ἀδελφοῖς· Λάβετε, φάγετε καρπὸν ὑπακοῆς.

βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι εἶπέ ποτε τῷ ἀδελφῷ αὐτοῦ τῷ μειζοτέρῳ· Ἤθελον ἀμέριμνος εἶναι, ὡς οἱ ἄγγελοι ἀμέριμνοί εἰσι, μηδὲν ἐργαζόμενοι, ἀλλ’ ἀδιαλείπτως λατρεύοντες τῷ Θεῷ. Καὶ ἀποδυσάμενος τὸ ἱμάτιον, ἐξῆλθεν εἰς τὴν ἔρημον· καὶ ποιήσας ἐβδομάδα μίαν, ἀνέκαμψε πρὸς τὸν ἀδελφὸν αὐτοῦ. Καὶ ὡς ἔκρουσε τὴν θύραν, ὑπήκουσεν αὐτῷ πρὶν ἀνοίξει, λέγων· Σὺ τίς εἶ; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰωάννης ὁ ἀδελφός σου. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἰωάννης γέγονεν ἄγγελος, καὶ οὐκ ἔτι ἐν ἀνθρώποις ἐστίν. Ὁ δὲ παρεκάλει, λέγων· Ἐγώ εἰμι. Καὶ οὐκ ἤνοιξεν αὐτῷ, ἀλλ’ ἀφῆκεν αὐτὸν ἕως πρωῒ θλίβεσθαι· ὕστερον δὲ ἀνοίξας αὐτῷ, λέγει· Ἄνθρωπος εἶ, χρείαν ἔχεις πάλιν ἐργάζεσθαι ἵνα τραφῇς. Καὶ ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι.

γʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβὸς, ὅτι ἐὰν θελήσῃ βασιλεὺς πόλιν παραλαβεῖν ἐχθρῶν, τὸ ὕδωρ πρῶτον κρατεῖ καὶ τὴν τροφὴν, καὶ οὕτως οἱ ἐχθροὶ ἐκ τοῦ λιμοῦ ἀπολλύμενοι ὑποτάσσονται αὐτῷ. Οὕτως καὶ τὰ πάθη τῆς σαρκός· ἐὰν ἐν νηστείᾳ καὶ λιμῷ πολιτεύσηται ἄνθρωπος, οἱ ἐχθροὶ ἐξασθενοῦσι ἀπὸ τῆς ψυχῆς αὐτοῦ.

δʹ. Εἶπε πάλιν, ὅτι ὁ χορταζόμενος καὶ λαλῶν μετὰ παιδίου, ἤδη ἐπόρνευσε τῷ λογισμῷ μετ’ αὐτοῦ.

εʹ. Εἶπε πάλιν, ὅτι Ἀνερχόμενός ποτε τὴν ὁδὸν τῆς Σκήτεως μετὰ τῆς σειρᾶς, εἶδον τὸν καμηλίτην λαλοῦντα, καὶ κινοῦντά με εἰς ὀργήν· καὶ ἐάσας τὰ σκεύη, ἔφυγον.

ϛʹ. Ἄλλοτε πάλιν εἰς τὸ θέρος, ἤκουσεν ἀδελφοῦ λαλοῦντος τῷ πλησίον μετ’ ὀργῆς, καὶ λέγοντος, Αἶ, καὶ σύ; Καὶ ἐάσας τὸν θερισμὸν, ἔφυγεν.

ζʹ. Εὐκαίρησάν τινες γέροντες εἰς Σκῆτιν ἐσθίοντες μετ’ ἀλλήλων· ἦν δὲ μετ’ αὐτῶν καὶ ὁ ἀββᾶς Ἰωάννης. Καὶ ἀνέστη τις πρεσβύτερος μέγας δοῦναι τὸ καυκάλιον τοῦ νεροῦ· καὶ οὐδεὶς κατεδέξατο λαβεῖν αὐτὸ παρ’ αὐτοῦ, εἰ μὴ μόνος Ἰωάννης ὁ κολοβός. Ἐθαύμασαν οὖν, καὶ εἶπον αὐτῷ· Πῶς σὺ μικρότερος ὅλως ὢν, ἐτόλμησας ὑπηρετηθῆναι παρὰ τοῦ πρεσβυτέρου; Καὶ λέγει αὐτοῖς· Ἐγὼ ὅτε ἐγείρομαι δοῦναι τὸ βαυκάλιον, χαίρω ἐὰν πάντες λάβωσιν, ἵνα ἔχω μισθόν· κἀγὼ οὖν διὰ τοῦτο ἐδεξάμην, ἵνα ποιήσω αὐτῷ μισθόν· μήπως λυπηθῇ, ὡς μηδενὸς δεξαμένου παρ’ αὐτοῦ. Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἐθαύμασαν, καὶ ὠφελήθησαν ἐπὶ τῇ διακρίσει αὐτοῦ.

ηʹ. Καθημένου αὐτοῦ ποτε ἔμπροσθεν τῆς ἐκκλησίας, ἐκύκλωσαν αὐτὸν οἱ ἀδελφοὶ, καὶ ἐξήταζον αὐτὸν τοὺς λογισμοὺς αὐτῶν. Καὶ ἰδών τις τῶν γερόντων, καὶ πολεμηθεὶς εἰς φθόνον, λέγει αὐτῷ· Τὸ βαυκάλιόν σου, Ἰωάννη, φάρμακον γέμει. Λέγει αὐτῶ ὁ ἀββᾶς Ἰωάννης· Οὕτως ἐστὶν, ἀββᾶ· καὶ τοῦτο εἶπας, ὅτι τὰ ἔξω βλέπεις μόνον· εἰ δὲ ἔβλεπες τὰ ἔσω, τί εἶχες εἰπεῖν;

θʹ. Ἔλεγον οἱ Πατέρες, ὅτι ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν ἐν ἀγάπῃ, ἐγέλασεν εἷς ἀδελφὸς ἐπὶ τῆς τραπέζης. Καὶ ἰδὼν αὐτὸν ὁ ἀββᾶς Ἰωάννης, ἔκλαυσε, λέγων· Τί ἄρα ἔχει ὁ ἀδελφὸς οὗτος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ἐγέλασεν, ὀφείλων μᾶλλον κλαῦσαι, ὅτι ἀγάπην ἐσθίει;

ιʹ. Ἦλθόν ποτέ τινες τῶν ἀδελφῶν πειράσαι αὐτόν· ὅτι οὐκ ἤφιε τὸν λογισμὸν αὐτοῦ ῥεμβασθῆναι, οὐδὲ ἐλάλει πρᾶγμα τοῦ αἰῶνος τούτου· καὶ λέγουσιν αὐτῷ· Εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι ἔβρεξεν ἐπ’ ἔτος πολλὰ, καὶ ἔπιον οἱ φοίνικες, καὶ ἐκβάλλουσι λευκάδας, καὶ εὑρίσκουσιν οἱ ἀδελφοὶ τὸ ἐργόχειρον αὐτῶν. Λέγει αὐτοῖς ὁ ἀββᾶς Ἰωάννης· Οὕτως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὅταν καταβῇ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, ἀνανεοῦνται, καὶ ἐκβάλλουσι λευκάδας ἐν τῷ φόβῳ τοῦ Θεοῦ.

ιαʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ἔπλεξέ ποτε σειρὰν δύο σπυρίδων, καὶ ἔῤῥαψεν αὐτὴν μίαν σπυρίδα, καὶ οὐκ ἐνόησεν, ἕως προσήγγισε τῷ τοίχῳ. Ἦν γὰρ ὁ λογισμὸς αὐτοῦ σχολάζων τῇ θεωρίᾳ.

ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι Ὅμοιός εἰμι ἀνθρώπῳ καθημένῳ ὑποκάτω δένδρου μεγάλου, καὶ θεωροῦντι θηρία πολλὰ καὶ ἑρπετὰ ἐρχόμενα πρὸς αὐτόν· καὶ ὅταν μὴ δυνηθῇ στῆναι κατ’ αὐτῶν, τρέχει ἄνω εἰς τὸ δένδρον, καὶ σώζεται. Οὕτως κἀγώ· καθέζομαι ἐν τῷ κελλίῳ μου, καὶ θεωρῶ τοὺς πονηροὺς λογισμοὺς ἐπάνω μου· καὶ ὅτε μὴ ἰσχύσω πρὸς αὐτοὺς, καταφεύγω πρὸς τὸν Θεὸν διὰ τῆς προσευχῆς, καὶ σώζομαι ἐκ τοῦ ἐχθροῦ.

ιγʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι παρεκάλεσε τὸν Θεὸν, καὶ ἤρθη τὰ πάθη ἀπ’ αὐτοῦ, καὶ γέγονεν ἀμέριμνος. Καὶ ἀπελθὼν, εἶπέ τινι γέροντι· Ὁρῶ ἐμαυτὸν ἀναπαυόμενον, καὶ μηδένα πόλεμον ἔχοντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, παρακάλεσον τὸν Θεὸν, ὥστε τὸν πόλεμόν σοι ἐλθεῖν, καὶ ἣν εἶχες πρότερον συντριβὴν καὶ ταπείνωσιν· διὰ γὰρ τῶν πολέμων προκόπτει ἡ ψυχή. Παρεκάλεσεν οὖν, καὶ ἐλθόντος τοῦ πολέμου, οὐκ ἔτι εὔξατο ἀρθῆναι αὐτὸν ἀπ’ αὐτοῦ, ἀλλ’ ἔλεγε· Δός μοι, Κύριε, ὑπομονὴν ἐν τοῖς πολέμοις.

ιδʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι εἶδέ τις τῶν γερόντων ἐν ἐκστάσει· Καὶ ἰδοὺ τρεῖς μοναχοὶ ἕστηκαν πέραν τῆς θαλάσσης· καὶ ἐγένετο φωνὴ πρὸς αὐτοὺς ἐκ τοῦ ἄλλου πέραν, λέγουσα· Λάβετε πτερὰ πυρὸς, καὶ δεῦτε πρὸς μέ. Καὶ οἱ μὲν δύο ἔλαβον, καὶ ἐπετάσθησαν εἰς τὸ ἄλλο πέραν· ὁ δὲ ἄλλος ἔμεινε, καὶ ἔκλαιε σφόδρα καὶ ἔκραζεν. Ὕστερον δὲ ἐδόθησαν καὶ αὐτῷ πτερὰ, οὐ μέντοι πυρὸς, ἀλλ’ ἀσθενῆ καὶ ἀδύναμα· καὶ μετὰ καμάτου καταποντιζόμενος καὶ ἀνιστάμενος, μετὰ θλίψεως πολλῆς ἦλθεν εἰς τὸ πέραν. Οὕτως καὶ ἡ γενεὰ αὕτη, εἰ καὶ λαμβάνει πτερὰ, οὐ μέντοι πυρὸς, ἀλλὰ μόλις ἀσθενῆ καὶ ἀδύναμα λαμβάνει.

ιεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἰωάννην, λέγων· Πῶς ἡ ψυχή μου ἔχουσα τραύματα, οὐκ αἰσχύνεται καταλαλεῖν τοῦ πλησίον; Λέγει αὐτῷ ὁ γέρων παραβολὴν διὰ τὴν καταλαλιάν· Ἄνθρωπός τις ἦν πτωχὸς, καὶ εἶχε γυναῖκα· εἶδε δὲ καὶ ἄλλην πειθανὴν, καὶ ἔλαβε ταύτην· ἦσαν δὲ ἀμφότεραι γυμναί. Γενομένης δὲ πανηγύρεως ἐν τινὶ τόπῳ, παρεκάλεσαν αὐτὸν λέγουσαι· Ἆρον ἡμᾶς μετὰ σοῦ. Καὶ λαβὼν τὰς δύο, ἔβαλεν εἰς πίθον· καὶ ἐμβὰς εἰς πλοῖον, ἦλθεν εἰς τὸν τόπον. Ὅτε δὲ γέγονε καῦμα, καὶ ἡσύχασαν οἱ ἄνθρωποι, ἀναβλέψασα ἡ μία, καὶ μηδένα ἰδοῦσα, ἐξεπήδησεν εἰς τὴν κοπρίαν, καὶ συνάξασα παλαιὰ ῥάκη, ἐποίησεν ἑαυτῇ περίζωμα, καὶ λοιπὸν μετὰ παῤῥησίας περιεπάτει. Ἡ δὲ ἄλλη ἔσω καθημένη γυμνὴ, ἔλεγεν· Ἰδοὺ αὕτη ἡ πόρνη οὐκ αἰσχύνεται περιπατοῦσα γυμνή. Διαπονηθεὶς δὲ ὁ ἀνὴρ αὐτῆς εἶπεν· Ὦ θαῦμα· αὕτη κἂν σκέπει τὴν ἀσχημοσύνην αὐτῆς· σὺ δὲ ὅλη γυμνὴ εἶ, καὶ ταῦτα οὐκ αἰσχύνῃ λαλοῦσα; Οὕτως ἐστὶ καὶ τὸ τῆς καταλαλιᾶς.

ιϛʹ. Ἔλεγε δὲ πάλιν τῷ ἀδελφῷ ὁ γέρων περὶ τῆς ψυχῆς τῆς θελούσης μετανοῆσαι· Πόρνη ἦν ὡραῖα ἐν τινὶ πόλει, καὶ πολλοὺς φίλους εἶχεν. Ἐλθὼν δὲ πρὸς αὐτὴν εἷς ἄρχων, εἶπεν αὐτῇ· Σύνθου μοι σωφρονεῖν, κἀγώ σε λαμβάνω εἰς γυναῖκα. Ἡ δὲ συνέθετο αὐτῷ. Καὶ λαβὼν αὐτὴν ἀπήγαγεν εἰς τὸν οἶκον αὐτοῦ. Οἱ δὲ φίλοι αὐτῆς, ζητοῦντες αὐτὴν, ἔλεγον· Ὁ δεῖνα ὁ ἄρχων ἔλαβεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ· ἐὰν οὖν ἀπέλθωμεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ μάθῃ, τιμωρεῖται ἡμᾶς. Ἀλλὰ δεῦτε ὀπίσω τῆς οἰκίας, καὶ συρίσωμεν αὐτῇ· καὶ γνωρίζουσα τὴν φωνὴν τοῦ συριγμοῦ, καταβαίνει πρὸς ἡμᾶς, καὶ ἡμεῖς ἀναίτιοι εὑρισκόμεθα. Ἀκούσασα οὖν τοῦ συριγμοῦ, ἐσφράγισε τὰ ὦτα αὐτῆς, καὶ εἰσεπήδησεν εἰς τὸν ἐνδότερον κοιτῶνα, καὶ ἔκλεισε τὰς θύρας. Ἔλεγε δὲ, τὴν πόρνην εἶναι τὴν ψυχήν· οἱ δὲ φίλοι αὐτῆς εἰσι τὰ πάθη καὶ οἱ ἄνθρωποι· ὁ δὲ ἄρχων ἐστὶν ὁ Χριστός· ἡ δὲ οἰκία ἡ ἐσωτέρα ἐστὶν ἡ αἰωνία μονή. Οἱ δὲ συρίζοντες αὐτῇ εἰσιν οἱ πονηροὶ δαίμονες· αὐτὴ δὲ διαπαντὸς φεύγει πρὸς τὸ Κύριον.

ιζʹ. Ἀναβαίνοντός ποτε τοῦ ἀββᾶ Ἰωάννου ἀπὸ Σκήτεως μετ’ ἄλλων ἀδελφῶν, ἐπλανήθη ὁ ὁδηγῶν αὐτούς· ἦν γὰρ νύξ. Καὶ λέγουσιν οἱ ἀδελφοὶ τῷ ἀββᾶ Ἰωάννῃ· Τί ποιήσομεν, ἀββᾶ, ὅτι ἐπλανήθη ὁ ἀδελφὸς τὴν ὁδὸν, μήπως ἀποθάνωμεν πλανώμενοι; Λέγει αὐτοῖς ὁ γέρων· Ἐὰν εἴπωμεν αὐτῷ, λυπεῖται καὶ αἰσχύνεται. Ἀλλ’ ἰδοὺ ποιῶ ἐμαυτὸν ἀσθενοῦντα, καὶ λέγω, Οὐ δύναμαι ὁδεῦσαι, ἀλλὰ μένω ὧδε ἕως πρωΐ. Καὶ ἐποίησεν οὕτως. Οἱ δὲ λοιποὶ εἶπον· Οὐδὲ ἡμεῖς ὑπάγομεν, ἀλλὰ καθήμεθα μετὰ σοῦ. Καὶ ἐκάθισαν ἕως πρωΐ· καὶ τὸν ἀδελφὸν οὐκ ἐσκανδάλισαν.

ιηʹ. Γέρων τις ἦν ἐν Σκήτει, πονικὸς μὲν ἐν τῷ σωματικῷ, οὐκ ἀκριβὴς δὲ ἐν τοῖς λογισμοῖς. Ἀπῆλθεν οὖν πρὸς τὸν ἀββᾶν Ἰωάννην, ἐρωτῆσαι αὐτὸν περὶ τῆς λήθης· καὶ ἀκούσας παρ’ αὐτοῦ λόγον, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ, καὶ ἐπελάθετο ὃ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ἰωάννης. Καὶ ἀπῆλθε πάλιν ἐρωτῆσαι αὐτόν· ἀκούσας δὲ παρ’ αὐτοῦ ὁμοίως τὸν λόγον, ὑπέστρεψεν. Ὡς δὲ ἔφθασε τὸ ἴδιον κελλίον πάλιν ἐπελάθετο, καὶ οὕτω δὲ πλειστάκις ἀπερχόμενος, ἐν τῷ ὑποστρέφειν κατακυριεύετο ὑπὸ τῆς λήθης. Μετὰ δὲ ταῦτα ἀπαντήσας τῷ γέροντι, εἶπεν· Οἶδας, ἀββᾶ, ὅτι ἐπελαθόμην πάλιν ὅ μοι εἴρηκας; ἀλλ’ ἵνα μὴ ὀχλήσω σοι, οὐκ ἦλθον. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἰωάννης· Ὕπαγε, ἅψον λύχνον. Καὶ ἧψεν. Εἶπε καὶ αὐτῷ πάλιν· Φέρε ἄλλους λύχνους, καὶ ἅψον ἐξ αὐτοῦ. Ἐποίησε δὲ ὁμοίως. Καὶ εἶπεν ἀββᾶς Ἰωάννης τῷ γέροντι· Μή τί ποτε ἐβλάβη ὁ λύχνος, ὅτι ἀνήψας ἐξ αὐτοῦ τοὺς ἄλλους λύχνους; Λέγει· Οὐχί. Εἶπε δὲ ὁ γέρων· Οὕτως οὐδὲ Ἰωάννης· ἐὰν ἡ Σκῆτις ἔρχηται πρὸς μὲ ὅλη, οὐ μή με ἐμποδίσει ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Τοίνυν, ὅτε θέλεις, ἔρχου, μηδὲν διακρινόμενος. Καὶ οὕτω δι’ ὑπομονῆς ἀμφοτέρων, ἦρε τὴν λήθην ὁ Θεὸς ἀπὸ τοῦ γέροντος. Αὕτη δὲ ἦν ἐργασία τῶν Σκητιωτῶν, διδόναι προθυμίαν τοῖς πολεμουμένοις· καὶ βιαζομένου ἑαυτοὺς εἰς τὸ κερδῆσαι ἀλλήλους εἰς τὸ ἀγαθόν.

ιθʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ἰωάννην, λέγων· Τί ποιήσω; ὅτι πολλάκις ἔρχεται ἀδελφὸς λαβεῖν με εἰς ἔργον, καὶ ἐγὼ ταλαίπωρός εἰμι καὶ ἀσθενὴς, καὶ κοπιῶ εἰς τὸ πρᾶγμα· τί οὖν ποιήσω διὰ τὴν ἐντολήν; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Χάλεβ εἶπε τῷ Ἰησοῦ υἱῷ Ναυῆ· Τεσσαράκοντα ἐτῶν ἤμην, ὅτε ἀπέστειλε Μωϋσῆς ὁ δοῦλος Κυρίου ἐκ τῆς ἐρήμου ἐμὲ καὶ σὲ εἰς τὴν γῆν ταύτην· καὶ νῦν εἰμι ἐτῶν ὀγδοήκοντα πέντε. Ὡς τότε ἤμην, καὶ νῦν ἰσχύω εἰσελθεῖν καὶ ἐξελθεῖν εἰς τὸν πόλεμον· ὥστε οὖν καὶ σὺ, εἰ δύνασαι ἵνα ὡς ἐξέρχῃ οὕτως καὶ εἰσέρχῃ, ὕπαγε· εἰ δὲ οὐ δύνασαι οὕτως ποιῆσαι, κάθου εἰς τὸ κελλίον σου κλαίων τὰς ἁμαρτίας σου· καὶ ἐὰν εὑρῶσί σε πενθοῦντα, οὐκ ἀναγκάζουσί σε ἐξελθεῖν.

κʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Τίς πέπρακε τὸν Ἰωσήφ; Καὶ ἀπεκρίθη τις ἀδελφὸς, λέγων· Οἱ ἀδελφοὶ αὐτοῦ. Λέγει αὐτῷ ὁ γέρων· Οὐχί· ἀλλ’ ἡ ταπείνωσις αὐτοῦ πέπρακεν αὐτόν. Ἠδύνατο γὰρ εἰπεῖν, ὅτι Ἀδελφὸς αὐτῶν εἰμι, καὶ ἀντιλέξαι· ἀλλὰ σιωπῶν, τῇ ταπεινώσει ἑαυτὸν πέπρακε· καὶ ἡ ταπείνωσις κατέστησεν αὐτὸν ἡγούμενον εἰς Αἴγυπτον.

καʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Τὸ ἐλαφρὸν φορτίον ἐάσαντες, τουτέστι τὸ ἑαυτοὺς μέμφεσθαι, τὸ βαρὺ ἐβαστάσαμεν, τουτέστι τὸ δικαιοῦν ἑαυτούς.

κβʹ. Ὁ αὐτὸς εἶπεν· Ἡ ταπεινοφροσύνη καὶ ὁ φόβος τοῦ Θεοῦ, ὑπεράνω εἰσὶ πασῶν τῶν ἀρετῶν.

κγʹ. Ὁ αὐτὸς ἐκάθητό ποτε εἰς τὴν ἐκκλησίαν, καὶ ἐστέναξεν, ἀγνοῶν ὅτι ἐστί τις ὄπισθεν αὐτοῦ. Γνοὺς οὖν, ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ· οὔπω γὰρ κατηχήθην.

κδʹ. Ὁ αὐτὸς ἔλεγε τῷ μαθητῇ αὐτοῦ· Τιμήσωμεν τὸν ἕνα, καὶ πάντες τιμῶσιν ἡμᾶς· ἐὰν δὲ καταφρονήσωμεν τοῦ ἑνὸς, ὅς ἐστι Θεὸς, καταφρονοῦσιν ἡμῶν πάντες, καὶ εἰς ἀπώλειαν ὑπάγομεν.

κεʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι ἦλθεν εἰς τὴν ἐκκλησίαν εἰς Σκῆτιν· καὶ ἀκούσας ἀντιλογίας τινῶν ἀδελφῶν, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ· καὶ κυκλεύσας αὐτὴν τρίτον, οὕτως εἰσῆλθεν. Ἀδελφοὶ δέ τινες ἰδόντες αὐτὸν, ἠπόρησαν διατί τοῦτο ἐποίησε, καὶ ἐλθόντες ἠρώτων αὐτόν. Ὁ δὲ λέγει αὐτοῖς· Τὰ ὦτά μου εἶχον ἀπὸ τῆς ἀντιλογίας μεστά· ἐκύκλωσα οὖν, ἵνα καθαρίσω αὐτὰ, καὶ οὕτως εἰσέλθω ἐν ἡσυχίᾳ τοῦ νοός μου εἰς τὸ κελλίον μου.

κϛʹ. Ἦλθέ ποτε ἀδελφὸς εἰς τὴν κέλλαν τοῦ ἀββᾶ Ἰωάννου ὀψὲ, σπουδάζων ἀπελθεῖν· καὶ λαλούντων αὐτῶν περὶ ἀρετῶν, γέγονε πρωῒ, καὶ οὐκ ἔγνωσαν. Καὶ ἐξῆλθε προπέμψαι αὐτόν· καὶ ἔμειναν λαλοῦντες ἕως ἕκτης ὥρας. Καὶ εἰσήνεγκεν· καὶ γευσάμενος, οὕτως ἀπῆλθεν.

κζʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι φυλακή ἐστι, τὸ καθίσαι ἐν τῷ κελλίῳ, καὶ μνημονεύειν τοῦ Θεοῦ πάντοτε. Καὶ τοῦτό ἐστι τὸ, Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ.

κηʹ. Εἶπε πάλιν· Τίς ἰσχυρὸς ὡς ὁ λέων; καὶ διὰ τὴν κοιλίαν αὐτοῦ ἐμπίπτει εἰς παγίδα, καὶ ὅλη ἡ ἰσχὺς αὐτοῦ ταπεινοῦται.

κθʹ. Ἔλεγε πάλιν, ὅτι ἐσθίοντες οἱ Πατέρες τῆς Σκήτεως ἄρτον καὶ ἅλας, ἕλεγον· Μὴ ἀναγκάσωμεν ἑαυτοὺς εἰς ἅλας καὶ ἄρτον. Καὶ οὕτως ἰσχυροὶ ἦσαν πρὸς τὸ ἔργον τοῦ Θεοῦ.

λʹ. Ἦλθεν ἀδελφός τις λαβεῖν σπυρίδας παρὰ τοῦ ἀββᾶ Ἰωάννου. Καὶ ἐξελθὼν λέγει αὐτῷ· Τί θέλεις, ἀδελφέ; Ὁ δὲ εἶπε· Σπυρίδας, ἀββᾶ. Εἰσελθὼν δὲ ἐκβαλεῖν, ἐπελάθετο· καὶ ἐκάθισε ῥάπτων. Πάλιν ἔκρουσε· καὶ ὡς ἐξῆλθε, λέγει αὐτῷ· Φέρε τὴν σπυρίδα, ἀββᾶ. Εἰσελθὼν δὲ πάλιν ἐκάθισε ῥάπτειν. Καὶ πάλιν ἐκεῖνος ἔκρουσε. Καὶ ἐξελθὼν λέγει αὐτῷ· Τί θέλεις, ἀδελφέ; Ὁ δὲ εἶπε· Τὴν σπυρίδα, ἀββᾶ. Καὶ κρατήσας αὐτοῦ τὴν χεῖρα, εἰσήνεγκεν αὐτὸν ἔσω, λέγων· Εἰ σπυρίδας θέλεις, λάβε καὶ περιπάτει· ἐγὼ γὰρ οὐ σχολάζω.

λαʹ. Ἦλθέ ποτε καμηλίτης, ἵνα λάβῃ τὰ σκεύη αὐτοῦ, καὶ ἀπέλθῃ εἰς ἄλλον τόπον. Ὁ δὲ εἰσελθὼν ἐνέγκαι αὐτῷ τὴν σειρὰν, ἐπελάθετο, τεταμένην ἔχων τὴν διάνοιαν πρὸς τὸν Θεόν. Πάλιν οὖν ὤχλησεν ὁ καμηλίτης κρούων τὴν θύραν, καὶ πάλιν ὁ ἀββᾶς Ἰωάννης εἰσερχόμενος, ἐπελάθετο. Τὸ δὲ τρίτον κρούσαντος τοῦ καμηλίτου, εἰσερχόμενος ἔλεγε· Σειρὰ κάμηλος, σειρὰ κάμηλος.

λβʹ. Ὁ αὐτὸς γέγονε ζέων τῷ πνεύματι. Παραβαλὼν οὖν τις αὐτῷ, ἐπῄνεσεν αὐτοῦ τὸ ἔργον· εἰργάζετο δὲ σειράν· καὶ ἐσιώπησε. Πάλιν ἐκεῖνος ἐκίνησεν αὐτῷ λόγον· καὶ πάλιν ἐσιώπα. Τὸ τρίτον, λέγει τῷ παραβαλόντι· Ἀφ’ οὗ εἰσῆλθες ἐνταῦθα, ἔβαλες τὸν Θεὸν ἀπ’ ἐμοῦ.

λγʹ. Ἦλθέ τις γέρων εἰς τὴν κέλλαν τοῦ ἀββᾶ Ἰωάννου, καὶ εὗρεν αὐτὸν καθεύδοντα, καὶ ἄγγελον παριστάμενον καὶ ῥιπίζοντα αὐτόν. Καὶ ἀνεχώρησεν ἰδών. Ὡς δὲ ἀνέστη, λέγει τῷ μαθητῇ αὐτοῦ· Ἦλθέ τις ὧδε κοιμωμένου μου; Λέγει· Ναί· ὁ δεῖνα ὁ γέρων. Καὶ ἔγνω ὁ ἀββᾶς Ἰωάννης, ὅτι τῶν μέτρων αὐτοῦ ἦ ὁ γέρων, καὶ εἶδε τὸν ἄγγελον.

λδʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Ἐγὼ θέλω μεταλαβεῖν τὸν ἄνθρωπον, μικρὸν ἐκ πασῶν τῶν ἀρετῶν. Τοίνυν ἐφ’ ἑκάστης ἡμέρας, διανιστάμενος τῷ πρωῒ, ἐπιλαβοῦ ἀρχὴν εἰς πᾶσαν ἀρετὴν, καὶ ἐντολὴν Θεοῦ, ἐν μεγίστῃ ὑπομονῇ, μετὰ φόβου καὶ μακροθυμίας, ἐν ἀγάπῃ Θεοῦ, μετὰ πάσης προθυμίας ψυχῆς καὶ σώματος, καὶ ταπεινώσεως πολλῆς, ἐν ὑπομονῇ θλίψεως καρδίας καὶ φυλακῆς, ἐν προσευχῇ πολλῇ καὶ πρεσβείαις, μετὰ στεναγμοῦ, ἐν ἁγνείᾳ γλώσσης, καὶ φυλακῇ ὀφθαλμῶν ἀτιμαζόμενος, καὶ μὴ ὀργιζόμενος· εἰρηνεύων, καὶ μὴ ἀνταποδιδοὺς κακὸν ἀντὶ κακοῦ· μὴ προσέχων πταίσμασιν ἑτέρων· μὴ ἑαυτὸν μετρῶν, ὑποκάτω πάσης τῆς κτίσεως ὤν· ἐν ἀποταξίᾳ ὕλης καὶ τῶν κατὰ σάρκα, ἐν σταυρῷ, ἐν ἀγῶνι, ἐν πτωχείᾳ πνεύματος, ἐν προαιρέσει καὶ ἀσκήσει πνευματικῇ, ἐν νηστείᾳ, ἐν μετανοίᾳ καὶ κλαυθμῷ, ἐν ἀγῶνι πολέμου, ἐν διακρίσει, ἐν ἁγνείᾳ ψυχῆς, ἐν μεταλήψει χρηστῇ· ἐν ἡσυχίᾳ τὸ ἐργόχειρον· ἐν ταῖς νυκτεριναῖς ἀγρυπνίαις, ἐν πείνῃ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι, ἐν πόνοις· ἀποκλείων σου τὸν τάφον, ὡς ἤδη τελευτήσας· ὡς νομίζειν εἶναί σου τὸν θάνατον ἐγγὺς πᾶσαν τὴν ὥραν.

λεʹ. Ἔλεγον περὶ αὐτοῦ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι ὡς ἤρχετο ἐκ τοῦ θέρους, ἢ παραβάλλων γέρουσιν, εἰς τὴν εὐχὴν καὶ εἰς τὴν μελέτην καὶ εἰς τὴν ψαλμωδίαν ἐσχόλαζεν, ἕως οὗ ἀποκατεστάθη ὁ λογισμὸς αὐτοῦ εἰς τὴν τάξιν τὴν ἀρχαίαν.

λϛʹ. Εἶπέ τις τῶν Πατέρων περὶ αὐτοῦ, ὅτι Τίς ἐστιν ὁ Ἰωάννης, ὅτι διὰ τῆς ταπεινώσεως αὐτοῦ, ἐκρέμασεν ὅλην τὴν Σκῆτιν ἐν τῷ μικρῷ αὐτοῦ δακτύλῳ;

λζʹ. Ἐρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Ἰωάννην τὸν κολοβὸν, τί ἐστι μοναχός; Ὁ δὲ εἶπε· Κόπος Ὅτι ὁ μοναχὸς εἰς πᾶν ἔργον κοπιᾷ. Οὕτως ὁ μοναχός.

ληʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβὸς, ὅτι γέρων τις πνευματικὸς, ἀπέκλεισεν ἑαυτὸν, καὶ ἦν ἐπίσημος ἐν τῇ πόλει, καὶ δόξαν πολλὴν ἔχων. Ἐδηλώθη δὲ τούτῳ, ὅτι Μέλλει τις τῶν ἁγίων ἀναλύειν, δεῦρο, ἄσπασαι αὐτὸν πρὶν κοιμηθῇ. Καὶ ἐνεθυμήθη ἐν ἑαυτῷ, ὅτι Ἐὰν ἐξέλθω ἡμέρας, ἐπιτρέχουσιν οἱ ἄνθρωποι, καὶ πολλή μοι δόξα γίνεται, καὶ οὐκ ἀναπαύομαι εἰς ταῦτα. Ἀπέρχομαι οὖν ὀψὲ τῇ σκοτία, καὶ λανθάνω πάντας. Ὀψὲ οὖν ἐξελθὼν ἐκ τοῦ κελλίου ὡς θέλων λαθεῖν· καὶ ἰδοὺ ἐκ τοῦ Θεοῦ καταπέμπονται δύο ἄγγελοι μετὰ λαμπάδων, παραφαίνοντες αὐτῷ· καὶ λοιπὸν πᾶσα ἡ πόλις κατέδραμε βλέπουσα τὴν δόξαν. Καὶ ὅσον ἔδοξε φεύγειν τὴν δόξαν, πλέον ἐδοξάσθη. Ἐν τούτοις πληροῦται τὸ γεγραμμένον· Πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.

λθʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβός· Οὐ δυνατὸν οἰκοδομῆσαι τὸν οἶκον ἄνωθεν ἐπὶ τὸ κάτω, ἀλλ’ ἐκ τοῦ θεμελίου ἐπὶ τὸ ἄνω. Λέγουσιν αὐτῷ· Τίς ἐστιν ὁ λόγος οὗτος; Λέγει αὐτοῖς· Ὁ θεμέλιος, ὁ πλησίον ἐστὶν, ἵνα αὐτὸν κερδάνῃς· καὶ ὀφείλει πρῶτον. Εἰς αὐτὸν γὰρ κρέμανται πᾶσαι αἱ ἐντολαὶ τοῦ Χριστοῦ.

μʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι τινὸς νεωτέρας ἐτελεύτησαν οἱ γονεῖς, καὶ ὑπελείφθη ὀρφανή· ὄνομα δὲ αὐτῇ, Παησία. Ἐλογίσατο οὖν ποιῆσαι τὸν οἶκον αὐτῆς ξενοδοχεῖον, εἰς λόγον τῶν Πατέρων τῆς Σκήτεως. Ἔμεινεν οὖν οὕτως ξενοδοχοῦσα ἐπὶ χρόνον ἱκανὸν, καὶ θεραπεύουσα τοὺς Πατέρας. Μετὰ δὲ χρόνον, ὡς ἀνηλώθη τὰ πράγματα, ἀρχὴν ἐποίησεν ὑστερεῖσθαι. Ἐκολλήθησαν οὖν αὐτῇ διάστροφοι ἄνθρωποι, καὶ μετέστησαν αὐτὴν ἀπὸ τοῦ σκοποῦ τοῦ ἀγαθοῦ· καὶ λοιπὸν ἤρξατο διάγειν κακῶς, ὥστε φθάσαι αὐτὴν εἰς τὸ πορνεύειν. Ἥκουσαν δὲ οἱ Πατέρες, καὶ πάνυ ἐλυπήθησαν, καὶ προσκαλεσάμενοι τὸν ἀββᾶν Ἰωάννην τὸν κολοβὸν, λέγουσιν αὐτῷ ὅτι, Ἠκούσαμεν περὶ τῆς ἀδελφῆς ἐκείνης, ὅτι διάγει κακῶς καὶ αὐτὴ ὅτε ἠδύνατο, τὴν ἀγάπην αὐτῆς εἰς ἡμᾶς ἐνεδείξατο· καὶ νῦν ἡμεῖς ἐπιδειξώμεθα εἰς αὐτὴν τὴν ἀγάπην, καὶ βοηθήσωμεν αὐτῇ. Σκύλθητι οὖν πρὸς αὐτήν· καὶ κατὰ τὴν σοφίαν ἢν ἔδωκέ σοι ὁ Θεὸς, οἰκονόμησον τὰ κατ’ αὐτήν. Ἦλθεν οὖν ὁ ἀββᾶς Ἰωάννης πρὸς αὐτὴν, καὶ λέγει τῇ γραΐδι τῆ θυρωρῷ· Μήνυσόν με πρὸς τὴν κυρίαν σου. Ἡ δὲ ἀπεπέμψατο αὐτὸν λέγουσα· Ὑμεῖς ἐξ ἀρχῆς κατεφάγετε τὰ αὐτῆς, καὶ ἥδε πτωχή ἐστι. Λέγει αὐτῇ ὁ ἀββᾶς Ἰωάννης· Εἰπὲ αὐτῇ. Πάνυ γὰρ ἔχω αὐτὴν ὠφελῆσαι. Οἱ δὲ παῖδες αὐτῆς ὑπομειδιῶντες λέγουσιν αὐτῷ· Τί γὰρ ἔχεις δοῦναι αὐτῇ, ὅτι θέλεις αὐτῇ συντυχεῖν; Ὁ δὲ ἀπεκρίθη λέγων· Πόθεν γὰρ οἴδατε τί μέλλω αὐτῇ παρασχεῖν; Ἀνελθοῦσα οὖν ἡ γραῦς, εἶπεν αὐτῇ περὶ αὐτοῦ. Καὶ λέγει αὐτῇ ἡ νεωτέρα· Οὗτοι οἱ μοναχοὶ ἀεὶ διακινοῦσι παρὰ τὴν Ἐρυθρὰν θάλασσαν, καὶ εὑρίσκουσι μαργαρίτας. Κοσμήσασα οὖν ἑαυτὴν λέγει, Θέλησον ἀνενέγκαι πρὸς μέ. Ὡς οὖν ἀνῆλθε, προλαβοῦσα ἐκαθέσθη εἰς τὴν κλίνην. Ἐλθὼν δὲ ὁ ἀββᾶς Ἰωάννης, ἐκαθέσθη ἐγγὺς αὐτῆς. Προσχὼν δὲ εἰς τὸ πρόσωπον αὐτῆς, λέγει αὐτῇ· Τί κατέγνως τοῦ Ἰησοῦ, ὅτι εἰς τοῦτο ἦλθες; Ἀκούσασα δὲ, ἀπεπάγη ὅλη. Καὶ κλίνας κάτω τὴν κεφαλὴν αὐτοῦ ὁ ἀββᾶς Ἰωάννης, ἤρξατο κλαίειν σφοδρῶς. Λέγει αὐτῷ αὐτή· Ἀββᾶ, τί κλαίεις; Ὡς δὲ ἀνένευσε, πάλιν ἔκλινεν ἑαυτὸν κλαίων, καὶ λέγει αὐτῇ· Βλέπω ὅτι ὁ Σατανᾶς παίζει εἰς τὴν ὄψιν σου, καὶ οὐ μὴ κλαύσω; Ἀκούσασα δὲ λέγει αὐτῷ· Ἔνι μετάνοια, ἀββᾶ; λέγει αὐτῇ· Ναί. Λέγει αὐτῷ· Λάβε με ὅπου θέλεις. Λέγει αὐτῇ· Ἄγωμεν. Καὶ ἀνέστη ἀκολουθῆσαι αὐτῷ. Προσέσχε δὲ ὁ ἀββᾶς Ἰωάννης ὅτι οὐδὲν διετάξατο ἢ

ἐλάλησε περὶ τοῦ οἴκου αὐτῆς, καὶ ἐθαύμασεν. Ὡς οὖν ἔφθασαν εἰς τὴν ἔρημον, βράδιον ἐγένετο. Καὶ ποιήσας ἐκ τῆς ἄμμου μικρὸν προσκέφαλα αὐτῆς, καὶ σφραγισάμενος, λέγει αὐτῇ· Καθεύδησον ἐνταῦθα. Ποιήσας δὲ καὶ ἑαυτῷ ἀπὸ μικροῦ διαστήματος, καὶ πληρώσας τὰς εὐχὰς αὐτοῦ, ἀνεκλίθη. Περὶ δὲ τὸ μεσονύκτιον διϋπνισθεὶς, βλέπει ὁδόν τινα φωτεινὴν ἀπὸ τοῦ οὐρανοῦ ἕως αὐτῆς ἐστηριγμένην· καὶ εἶδε τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναφέροντας τὴν ψυχὴν αὐτῆς. Ἀναστὰς οὖν καὶ ἀπελθὼν, ἔνυξεν αὐτὴν τῷ ποδί. Ὡς δὲ εἶδεν ὅτι ἀπέθανεν, ἔῤῥιψεν ἑαυτὸν ἐπὶ πρόσωπον δεόμενος τοῦ Θεοῦ. Καὶ ἤκουσεν, ὅτι ἡ μία ὥρα τῆς μετανοίας αὐτῆς, προσεδέχθη ὑπὲρ μετάνοιαν πολλῶν χρονιζόντων, καὶ μὴ ἐνδεικνυμένων τὸ θερμὸν τῆς τοιαύτης μετανοίας.

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ ἐν κοινοβίῳ.

Ἀδελφὸς ἦν οἰκῶν ἐν κοινοβίῳ, καὶ πάνυ κρατῶν ἄσκησιν. Ἀκούσαντες δὲ ἀδελφοὶ εἰς Σκῆτιν περὶ αὐτοῦ, ἦλθον ἰδεῖν αὐτόν. Καὶ εἰσῆλθον εἰς τὸν τόπον ὅπου αὐτὸς εἰργάζετο. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐπιστραφεὶς ἤρξατο ἐργάζεσθαι. Ἰδόντες δὲ οἱ ἀδελφοὶ ὃ ἐποίησε, λέγουσιν αὐτῷ· Ἰωάννη, τίς ἔβαλέ σοι τὸ σχῆμα; ἢ τίς ἐποίησέ σε μοναχόν; καὶ οὐκ ἐδίδαξέ σε λαβεῖν ἀπὸ τῶν ἀδελφῶν τὸ μηλωτάριον, καὶ λέγειν αὐτοῖς· Εὔξασθε, ἢ Καθίσατε. Λέγει αὐτοῖς· Ἰωάννης ἁμαρτωλὸς οὐ σχολάζει εἰς ταῦτα.

Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου.

αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου τῆς Σκήτεως, ὅτι εἴ τις εἶχεν ἀδελφὸν ἀσθενῆ, ἢ ὀλίγωρον, ἢ ὑβριστὴν, καὶ ἤθελε βαλεῖν αὐτὸν ἔξω, ἔλεγε· Φέρε μοι αὐτὸν ὧδε. Καὶ ἐλάμβανεν αὐτὸν, καὶ διὰ τῆς μακροθυμίας αὐτοῦ ἔσωσεν αὐτόν.

βʹ. Ἀδελφὸς ἠρώτησεν αὐτὸν, λέγων· Διατί οἱ δαίμονες οὕτως σε φοβοῦνται σφόδρα; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι ἀφ’ ἧς ἐγενόμην μοναχὸς, ἀσκῶ, μὴ συγχωρῶν τὴν ὀργὴν προαναβῆναι τῷ λάρυγγί μου.

γʹ. Ἔλεγε πάλιν, τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ’ οὗ αἰσθάνεται τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέποτε δὲ συγκαταθέσθαι, μήτε ἐπιθυμίας, μήτε θυμοῦ.

δʹ. Εἶπε πάλιν· Ἐγὼ ὅτε ἤμην νεώτερος, καὶ ἐκαθήμην εἰς τὸ κελλίον μου, μέτρον συνάξεως οὐκ εἶχον· ἡ νύξ μοι καὶ ἡμέρα, σύναξις ἦν.

εʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ἔπλεκε δέμα θαλλίων κατὰ νύκτα· καὶ παρεκάλουν αὐτὸν οἱ ἀδελφοὶ, λέγοντες· Ἀνάπαυσον σεαυτὸν ὀλίγον, ὅτι λοιπὸν ἐγήρασας. Καὶ ἔλεγεν αὐτοῖς, ὅτι Ἐὰν καύσωσιν Ἰσίδωρον, καὶ τὴν σποδὸν αὐτοῦ ἀνέμῳ σκορπίσωσιν, οὐδὲ μία μοι χάρις ἀκμὴν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ὧδε ἦλθε δι’ ἡμᾶς.

ϛʹ. Ὁ αὐτὸς εἶπε περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ἔλεγον αὐτῷ οἱ λογισμοί· Μέγας εἶ ἄνθρωπος. Καὶ ἔλεγε πρὸς αὐτούς· Μή εἰμι κατὰ τὸν ἀββᾶν Ἀντώνιον; ἢ ἐγενόμην ὅλως κατὰ τὸν ἀββᾶν Παμβὼ, ἢ ὡς οἱ λοιποὶ Πατέρες οἱ τῷ Θεῷ εὐαρεστήσαντες! Ὅτε ταῦτα παρεισήνεγκεν, ἀνεπαύετο. Ὅτε δὲ ἡ ἔχθρα ἐποίει αὐτὸν ὀλιγοψυχῆσαι, ὡς ὅτι μετὰ ταῦτα πάντα εἰς τὴν κόλασιν, ἔλεγεν αὐτὸς πρὸς αὐτοὺς ὅτι, Κἂν εἰς κόλασιν ἐμβληθῶ, ὑμᾶς ὑποκάτω εὑρίσκω.

ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος ὅτι, Ἀπῆλθόν ποτε ἐν τῇ ἀγορᾷ πωλῆσαι σκεύη μικρά· καὶ ἰδὼν τὴν ὀργὴν ἐγγίζουσάν μοι, ἐάσας τὰ σκεύη ἔφυγον.

ηʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἰσίδωρος πρὸς τὸν ἀββᾶν Θεόφιλον τὸν ἀρχιεπίσκοπον Ἀλεξανδρείας· καὶ ὡς ὑπέστρεψεν εἰς Σκῆτιν, ἠρώτησαν αὐτὸν οἱ ἀδελφοί· Πῶς ἡ πόλις; Ὁ δὲ εἶπε· Φύσει, ἀδελφοὶ, ἐγὼ πρόσωπον ἀνθρώπου οὐκ εἶδον, εἰ μὴ μόνον τοῦ ἀρχιεπισκόπου. Οἱ δὲ ἀκούσαντες ἐταράχθησαν, λέγοντες· Ἆρα ἐχαώθησαν, ἀββᾶ; Ὁ δὲ εἶπεν· Οὐχ οὕτως· ἀλλ’ οὐκ ἐνίκησέ με ὁ λογισμὸς τοῦ ἰδεῖν τινα. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν, καὶ ἐστηρίχθησαν ἵνα φυλάττωσιν ἀπὸ μετεωρισμοῦ τοὺς ὀφθαλμοὺς αὐτῶν.

θʹ. Ὁ αὐτὸς ἀββᾶς Ἰσίδωρος εἶπεν· Ἡ σύνεσις τῶν ἁγίων αὕτη ἐστὶ, τὸ ἐπιγνῶναι τὸ θέλημα τοῦ Θεοῦ. Πάντων γὰρ περιγίνεται ὁ ἄνθρωπος ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ὅτι εἰκὼν καὶ ὁμοίωμα τοῦ Θεοῦ ἐστι. Πάντων δὲ πνευμάτων δεινόν ἐστι τὸ ἀκολουθεῖν τῇ ἑαυτοῦ καρδίᾳ, τουτέστι τῷ ἰδίῳ λογισμῷ, καὶ μὴ τῷ νόμῳ τοῦ Θεοῦ· καὶ ὕστερον γίνεται αὐτῷ εἰς πένθος, ὅτι οὐκ ἔγνω τὸ μυστήριον, οὐδὲ εὗρε τὴν ὁδὸν τῶν ἁγίων ἐργάζεσθαι ἐν αὐτῇ. Νῦν οὖν καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, ὅτι σωτηρία ἐν καιρῷ θλίψεως· ὅτι γέγραπται· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ Πηλουσιώτου.

αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰσίδωρος ὁ Πηλουσιώτης, ὅτι Βίος ἄνευ λόγου μᾶλλον ὠφελεῖν πέφυκεν, ἢ λόγος ἄνευ βίου. Ὁ μὲν γὰρ, καὶ σιγῶν ὠφελεῖ· ὁ δὲ καὶ βοῶν ἐνοχλεῖ. Εἰ δὲ καὶ λόγος καὶ βίος συνδράμοι, ἓν φιλοσοφίας ἁπάσης ἀποτελοῦσιν ἄγαλμα.

βʹ. Ὁ αὐτὸς ἔλεγε· Τὰς ἀρετὰς τίμα· μὴ τὰς εὐημερίας θεράπευε· αἱ μὲν γὰρ ἀθάνατόν εἰσι χρῆμα· αἱ δὲ ῥᾳδίως σβέννυνται.

γʹ. Εἶπε πάλιν, ὅτι Πολλοὶ τῶν ἀνθρώπων ὀρέγονται μὲν ἀρετῆς, τὴν δὲ ἐπ’ αὐτὴν φέρουσαν ὁδὸν ὀκνοῦσιν ἰέναι· ἄλλοι δὲ οὐδὲ ἀρετὴν εἶναι ἡγοῦνται. Χρὴ οὖν τοὺς μὲν πεῖσαι, τὸν ὄκνον ἀποθέσθαι· τοὺς δὲ διδάξαι ὅτι ὄντως ἀρετή ἐστιν ἡ ἀρετή.

δʹ. Εἶπε πάλιν, ὅτι ἡ κακία, καὶ Θεοῦ τοὺς ἀνθρώπους ἀπέστησε, καὶ ἀλλήλων διέστησε. Ταύτην οὖν προτροπάδην φεύγειν χρὴ, καὶ διώκειν τὴν ἀρετὴν, τὴν καὶ Θεῷ προσάγουσαν καὶ ἀλλήλοις συνάπτουσαν. Ἀρετῆς δὲ καὶ φιλοσοφίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον.

εʹ. Ἔλεγε πάλιν· Ἐπειδὴ μέγα τῆς ταπεινοφροσύνης τὸ ὕψος, καὶ τῆς ἀλαζονείας τὸ πτῶμα, συμβουλεύω ὑμῖν, ἐκεῖνο μὲν ἀσπάσασθαι, τούτῳ δὲ μὴ περιπεσεῖν.

ϛʹ. Εἶπε πάλιν· Ὁ δεινὸς καὶ πάντολμος τῆς φιλοχρηματίας ἔρως, κόρον οὐκ εἰδὼς, ἐπὶ τὸ ἔσχατον τῶν κακῶν, τὴν ἁλοῦσαν ψυχὴν ἐλαύνει. Οὐκοῦν μάλιστα αὐτὸν ἐν προοιμίοις ἐλάσωμεν. Κρατήσας γὰρ, ἀχείρωτος ἔσται.

Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ πρεσβυτέρου τῶν Κελλίων.

αʹ. Ἦλθόν ποτε τὸν ἀββᾶν Ἰσαὰκ πρεσβύτερον ποιῆσαι. Καὶ ἀκούσας, ἔφυγεν εἰς Αἴγυπτον· καὶ ἀπῆλθεν εἰς ἀγρὸν, καὶ ἐκρύβη ἀνὰ μέσον τοῦ χόρτου. Κατεδίωξαν οὖν οἱ Πατέρες ὀπίσω αὐτοῦ· καὶ φθάσαντες εἰς αὐτὸν τὸν ἀγρὸν, κατέλυσαν ἀναπαῆναι μικρὸν ἐκεῖ· ἦν γὰρ νύξ. Καὶ τὸν ὄνον ἀπέλυσαν βόσκεσθαι. Ὁ δὲ ὄνος ἀπελθὼν, ἔστη κατὰ τοῦ γέροντος. Καὶ πρωῒ ζητοῦντες τὸν ὄνον, εὗρον καὶ τὸν ἀββᾶν Ἰσαάκ· καὶ ἐθαύμασαν. Θέλοντες δὲ αὐτὸν δῆσαι, οὐκ ἀφῆκε, λέγων· Οὐκ ἔτι φεύγω. Θέλημα γὰρ τοῦ Θεοῦ ἐστι, καὶ ὅπου δ’ ἂν φύγω, εἰς αὐτὸ ἔρχομαι.

βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ· Ὅτε ἤμην νεώτερος, ἐκαθήμην μετὰ τοῦ ἀββᾶ Κρονίου· καὶ οὐδέποτε εἶπέ μοι ποιῆσαι ἔργον, καίπερ γέρων ὢν καὶ τρέμων· ἀλλὰ δι’ ἑαυτοῦ ἠγείρετο καὶ παρεῖχε τὸ βαυκάλιον ἐμοὶ καὶ πᾶσιν ὁμοίως. Καὶ μετὰ τοῦ ἀββᾶ Θεοδώρου τῆς Φέρμης ἐκάθισα, καὶ οὐδὲ αὐτὸς ἔλεγέ μοι ποιῆσαί τίποτε· ἀλλὰ καὶ τὴν τράπεζαν δι’ ἑαυτοῦ ἐτίθει, καὶ ἔλεγεν· Ἀδελφὲ, ἐὰν θέλῃς, δεῦρο φάγε. Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· Ἀββᾶ, ἦλθον πρὸς σὲ ἵνα ὠφεληθῶ· καὶ πῶς οὐ λέγεις μοί τίποτε ποιῆσαι; Ὁ δὲ γέρων πάντα ἐσιώπα. Καὶ ἀπῆλθον, καὶ ἀνήγγειλα τοῖς γέρουσι. Καὶ ἐλθόντες οἱ γέροντες πρὸς αὐτὸν, εἶπον αὐτῷ· Ἀββᾶ, ἦλθεν ὁ ἀδελφὸς πρὸς τὴν ἁγιωσύνην σου, ὠφεληθῆναι, καὶ διατί οὐ λέγεις αὐτῷ ἵνα ποιήσῃ τί ποτε; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Μὴ γὰρ κοινοβιάρχης εἰμὶ, ἵνα διατάξω αὐτῷ; Ἐγὼ τέως, οὐδὲν λέγω αὐτῷ· ἀλλ’ ἐὰν θέλῃ, ὃ βλέπει με ποιοῦντα, ποιήσει καὶ αὐτός. Ἀπὸ τότε οὖν, προελάμβανον καὶ ἐποίουν, εἴ τι ἔμελλεν ὁ γέρων ποιεῖν. Αὐτὸς δὲ εἴ τι ἐποίει, σιωπῶν ἐποίει· καὶ τοῦτό με ἐδίδαξε, τὸ ποιεῖν σιωπῶντα.

γʹ. Ὁ ἀββᾶς Ἰσαὰκ, καὶ ὁ ἀββᾶς Ἀβραὰμ, ἦσαν ὅμου οἰκοῦντες· καὶ εἰσελθὼν ὁ ἀββᾶς Ἀβραὰμ, εὗρε τὸν ἀββᾶν Ἰσαὰκ κλαίοντα· καὶ λέγει αὐτῷ· Τί κλαίεις; Καὶ εἶπεν ὁ γέρων· Καὶ διατί μὴ κλαύσωμεν; Ποῦ γὰρ ἔχομεν ἀπελθεῖν; ἐκοιμήθησαν οἱ Πατέρες ἡμῶν. Οὐκ ἤρκει γὰρ ἡμῖν τὸ ἐργόχειρον εἰς τὰ ναῦλα τῶν πλοίων, ἃ παρείχομεν ἀπερχόμενοι παραβαλεῖν τοῖς γέρουσι. Νῦν οὖν ἀπωρφανίσθημεν. Διὰ τοῦτο κἀγὼ κλαίω.

δʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ· Οἶδα ἀδελφὸν θερίζοντα ἐν ἀγρῷ, καὶ ἠθέλησε φαγεῖν στάχυν σίτου· καὶ εἶπε τῷ κυρίῳ τοῦ ἀγροῦ· Θέλεις φάγω ἕνα στάχυν σίτου; Ὁ δὲ ἀκούσας, ἐθαύμασε, καὶ εἶπεν αὐτῷ· Σός ἐστιν ὁ ἀγρὸς, Πάτερ, κἀμὲ ἐρωτᾷς; Ἕως τούτου ἠκριβάζετο ὁ ἀδελφός.

εʹ. Εἶπε πάλιν τοῖς ἀδελφοῖς· Μὴ φέρετε ὧδε παιδία. Τέσσαρες γὰρ ἐκκλησίαι εἰς Σκῆτιν ἔρημοι γεγόνασι διὰ τὰ παιδία.

ϛʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσαὰκ, ὅτι τὴν σποδὸν τοῦ θυμιατηρίου τῆς προσφορᾶς, μετὰ τοῦ ἄρτου ἤσθιεν αὑτοῦ.

ζʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰσαὰκ τοῖς ἀδελφοῖς, ὅτι Οἱ Πατέρες ἡμῶν, καὶ ὁ ἀββᾶς Παμβὼ, παλαιὰ πολύῤῥαφα ἐφόρουν καὶ σεβέννια· νῦν δὲ πολύτιμα φορεῖτε. Ὑπάγετε ἔνθεν ἠρημώσατε τὰ ὧδε. Ὅτε δὲ ἔμελλεν ὑπάγειν εἰς τὸ θέρος, ἔλεγεν αὐτοῖς· Οὐκ ἔτι παρέχω ὑμῖν ἐντολάς· οὐ φυλάσσετε γάρ.

ηʹ. Διηγήσατό τις τῶν Πατέρων, ὅτι ἦλθέ ποτέ τις τῶν ἀδελφῶν φορῶν μικρὸν κουσσούλιον εἰς τὴν ἐκκλησίαν τῶν Κελλίων ἐπὶ τοῦ ἀββᾶ Ἰσαάκ· καὶ ἐδίωξεν αὐτὸν ὁ γέρων, λέγων ὅτι, Τὰ ὧδε μοναχῶν ἐστι· σὺ δὲ κοσμικὸς ὢν, οὐ δύνασαι μεῖναι ὧδε.

θʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαὰκ ὅτι, Οὐδέποτε εἰσήνεγκα εἰς τὸ κελλίον μου λογισμὸν κατὰ ἀδελφοῦ θλίψαντός με. Κἀγὼ ἐσπούδασα μὴ ἀφεῖναι ἀδελφὸν εἰς τὸ κελλίον αὐτοῦ, ἔχοντα κατ’ ἐμοῦ λογισμόν.

ιʹ. Ἠσθένησε μεγάλην ἀσθένειαν ὁ ἀββᾶς Ἰσαὰκ, καὶ ἐχρόνισεν ἐν αὐτῇ· ἐποίησε δὲ αὐτῷ ὁ ἀδελφὸς μικρὰν ἀθήραν, καὶ ἔδωκε μυξάρια εἰς αὐτήν· καὶ οὐκ ἤθελεν ὁ γέρων γεύσασθαι. Καὶ παρεκάλει ὁ ἀδελφὸς λέγων· Λάβε μικρὸν, ἀββᾶ, διὰ τὴν ἀσθένειαν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φύσει, ἀδελφὲ, ἤθελον ποιῆσαι ἐν τῇ ἀσθενείᾳ ταύτῃ τριάκοντα ἔτη.

ιαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσαὰκ, ὅτι μέλλοντος αὐτοῦ τελευτᾷν, συνῆλθον πρὸς αὐτὸν οἱ γέροντες, καὶ ἕλεγον· Τί ποιήσομεν μετὰ σὲ, Πάτερ; Ὁ δὲ εἶπεν· Ἴδετε πῶς ἐπορεύθην ἐνώπιον ὑμῶν· ἐὰν θέλητε καὶ ὑμεῖς ἀκολουθῆσαι, καὶ φυλάξαι τὰς ἐντολὰς τοῦ Θεοῦ, πέμπει τὴν χάριν αὐτοῦ, καὶ φυλάσσει τὸν τόπον τοῦτον. Ἐὰν δὲ μὴ φυλάξητε, οὐ μὴ μείνητε ἐν τῷ τόπῳ τούτῳ. Καὶ ἡμεῖς γὰρ ὅταν ἤμελλον ἀποθανεῖν οἱ Πατέρες ἡμῶν, ἐλυπούμεθα· ἀλλὰ τὰς ἐντολὰς τοῦ Κυρίου καὶ αὐτῶν τὰς παραγγελίας τηροῦντες, ἑστήκαμεν, ὡς αὐτῶν ὄντων μεθ’ ἡμῶν. Οὕτως καὶ ὑμεῖς ποιήσατε, καὶ σώζεσθε.

ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ, ὅτι Ἔλεγεν ὁ ἀββᾶς Παμβὼ, ὅτι τοιοῦτον ὀφείλει ὁ μοναχὸς φορεῖν ἱμάτιον, ὥστε βάλλειν αὐτὸ ἔξω τοῦ κελλίου ἐπὶ τρεῖς ἡμέρας, καὶ μηδεὶς λάβῃ αὐτό.

Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ εἰς Πανεφώ.

αʹ. Ἀνῆλθόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Ἰωσὴφ εἰς Πανεφὼ, ἵνα ἐρωτήσωσιν αὐτὸν περὶ τῆς ἀπαντήσεως τῶν ἀδελφῶν τῶν ξενιζομένων πρὸς αὐτοὺς, εἰ χρὴ συγκαταβαίνειν καὶ παῤῥησιάζεσθαι πρὸς αὐτούς. Καὶ πρὸ τοῦ ἐρωτηθῆναι αὐτὸν, εἶπεν ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Κατανόησον ὃ μέλλω ποιεῖν σήμερον, καὶ ὑπόμεινον. Καὶ ἔθηκεν ὁ γέρων δύο ἐμβρίμια, ἓν ἐκ δεξιῶν, καὶ ἓν ἐξ ἀριστερῶν αὐτοῦ, καὶ εἶπε· Καθίσατε. Καὶ εἰσῆλθεν εἰς τὴν κέλλαν αὐτοῦ, καὶ ἐφόρεσεν ἱμάτια ἐπαιτικά· καὶ ἐξελθὼν ἐπέρασεν ἐν μέσῳ αὐτῶν. Καὶ πάλιν εἰσελθὼν, ἐφόρεσε τὰ ἵδια ἱμάτια· καὶ ἐξελθὼν πάλιν, ἐκάθισεν ἐν μέσῳ αὐτῶν. Αὐτοὶ δὲ ἐξέστησαν ἐπὶ τῷ ἔργῳ τοῦ γέροντος. Καὶ εἶπεν αὐτοῖς· Κατενοήσατε ὃ ἐποίησα; Λέγουσι· Ναί. Μὴ ἠλλάγην ἀπὸ τοῦ ἀτίμου φορέματος; Λέγουσιν· Οὔ. Καὶ λέγει αὐτοῖς· Εἰ οὖν αὐτὸς ἐγώ εἰμι ἐν ἀμφοτέροις· ὡς τὸ πρῶτον οὐκ ἤλλαξέ με, οὕτως οὐδὲ τὸ δεύτερον ἔβλαψέ με· οὕτως οὖν ὀφείλομεν ποιεῖν εἰς τὴν ὑποδοχὴν τῶν ξένων ἀδελφῶν, κατὰ τὸ ἅγιον Εὐαγγέλιον. Δότε γὰρ, φησὶ, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ Ὅτε οὖν ἐστι παρουσία ἀδελφῶν, μετὰ παῤῥησίας δεξώμεθα αὐτούς. Ὅτε δὲ καταμόνας ἐσμὲν, χρείαν ἔχομεν τοῦ πένθους, ἵνα παραμείνῃ ἡμῖν. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν, ὅτι καὶ τὰ ἐν καρδίᾳ αὐτῶν εἶπεν αὐτοῖς πρὶν ἐρωτήσωσιν αὐτόν· καὶ ἐδόξασαν τὸν Θεόν.

βʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν τῷ ἀββᾷ Ἰωσήφ· Εἰπέ μοι πῶς γένωμαι μοναχός; Καὶ εἶπεν· Εἰ θέλεις εὑρεῖν ἀνάπαυσιν καὶ ὧδε καὶ ἐκεῖ, ἐπὶ παντὶ πράγματι λέγε· Ἐγὼ τίς εἰμι; καὶ μὴ κρίνῃς τινά.

γʹ. Ὁ αὐτὸς πάλιν ἠρώτησε τὸν ἀββᾶν Ἰωσὴφ, λέγων· Τί ποιήσω, ὅταν προσεγγίζῃ τὰ πάθη; Ἀντιστῶ αὐτοῖς, ἢ ἀφήσω εἰσελθεῖν; Λέγει αὐτῷ ὁ γέρων· Ἄφες αὐτὰ εἰσελθεῖν, καὶ πολέμησον μετ’ αὐτῶν. Ἀνακάμψας οὖν ἐν Σκήτει, ἐκάθητο· καὶ ἐλθών τις τῶν Θηβαίων ἐν Σκήτει, ἔλεγε τοῖς ἀδελφοῖς, ὅτι Ἠρώτησα τὸν ἀββᾶν Ἰωσὴφ, λέγων· Ἐὰν προσεγγίσῃ μοι πάθος, ἀντιστῶ αὐτῷ, ἢ ἀφήσω εἰσελθεῖν; Καὶ εἶπέ μοι· Μὴ ἀφήσῃς ὅλως εἰσελθεῖν τὰ πάθη, ἀλλ’ εὐθέως ἔκκοψον αὐτά. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν, ὅτι οὕτως εἶπε τῷ Θηβαίῳ ὁ ἀββᾶς Ἰωσὴφ, ἀναστὰς ἀπῆλθε πρὸς αὐτὸν εἰς Πανεφὼ, καὶ λέγει αὐτῷ· Ἀββᾶ, ἐγὼ ἐπίστευσά σοι τοὺς λογισμούς μου· καὶ ἰδοὺ ἄλλως εἶπας ἐμοὶ, καὶ ἄλλως τῷ Θηβαίῳ. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ οἶδας ὅτι ἀγαπῶ σε; Καὶ εἶπε· Ναί. Οὐ σὺ ἔλεγές μοι· Ὡς ἑαυτῷ εἰπέ μοι; Καὶ εἶπεν· Οὕτως ἔχει. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν γὰρ εἰσέλθῃ τὰ πάθη, καὶ δῷς καὶ λάβῃς μετ’ αὐτῶν, δοκιμώτερόν σε καθιστῶσιν. Ἐγὼ δὲ ὡς ἐμαυτῷ ἐλάλησά σοι. Εἰσὶ δὲ ἄλλοι, οἷς οὐδὲ προσεγγίσαι τὰ πάθη συμφέρει· ἀλλ’ εὐθέως ἐκκόψαι αὐτὰ χρείαν ἔχουσιν.

δʹ. Ἀδελφός τις ἠρώτησε ἀββᾶν Ἰωσὴφ, λέγων Τί ποιήσω, ὅτι οὔτε κακοπαθῆσαι δύναμαι, οὐδὲ ἐργάσασθαι καὶ δοῦναι ἀγάπην; Λέγει αὐτῷ ὁ γέρων· Εἰ οὐ δύνασαι τούτων οὐδὲ ἓν ποιῆσαι, κἂν τήρησον τὴν συνείδησίν σου ἀπὸ τοῦ πλησίον σου ἀπὸ παντὸς κακοῦ· καὶ σώζῃ.

εʹ. Ἔλεγέ τις τῶν ἀδελφῶν, ὅτι Παρέβαλόν ποτε εἰς Ἡρακλέος τὴν κάτω πρὸς τὸν ἀββᾶν Ἰωσήφ· καὶ εἶχεν ἐν τῷ μοναστηρίῳ συκάμινον ὡραῖον πάνυ. Καὶ λέγει μοι ἀπὸ πρωΐ· Ὕπαγε, φάγε· ἦν δὲ παρασκευὴ, καὶ οὐκ ἀπῆλθον διὰ τὴν νηστείαν. Καὶ παρακαλέσας αὐτὸν εἶπον· Διὰ τὸν Θεὸν, εἰπέ μοι τὸν λογισμὸν τοῦτον· ἰδοὺ σὺ ἔλεγές μοι· Ὕπαγε, φάγε· ἐγὼ δὲ διὰ τὴν νηστείαν οὐκ ἀπῆλθον, καὶ ἤμην αἰσχυνόμενος τὴν σὴν ἐντολὴν λογιζόμενος, Ποίῳ λογισμῷ ἔλεγέ μοι ὁ γέρων; Τί οὖν εἶχον ποιῆσαι; ὅτι ἐλεγές μοι, Ὕπαγε. Ὁ δὲ εἶπεν· Οἱ Πατέρες ἐξ ἀρχῆς οὐ λαλοῦσι τοῖς ἀδελφοῖς τὸ ὀρθὸν, ἀλλὰ μᾶλλον τὰ στρεβλά· καὶ ἐὰν ἴδωσιν ὅτι ποιοῦσι τὰ στρεβλὰ, οὐκ ἔτι λαλοῦσιν αὐτοῖς τὰ στρεβλὰ, ἀλλὰ τὴν ἀλήθειαν· εἰδότες, ὅτι εἰς πάντα ὑπήκοοί εἰσιν.

ϛʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ τῷ ἀββᾷ Λώτ· Οὐ δύνασαι γενέσθαι μοναχὸς, ἐὰν μὴ γένῃ ὡς πῦρ φλογιζόμενος ὅλος.

ζʹ. Παρέβαλεν ὁ ἀββᾶς Λὼτ τῷ ἀββᾷ Ἰωσὴφ, καὶ λέγει αὐτῷ· Ἀββᾶ κατὰ δύναμίν μου ποιῶ τὴν μικράν μου σύναξιν, καὶ τὴν μικρὰν νηστείαν μου, καὶ τὴν εὐχὴν, καὶ τὴν μελέτην, καὶ τὴν ἡσυχίαν, καὶ τὸ κατὰ δύναμίν μου καθαρεύω τοῖς λογισμοῖς. Τί οὖν ἔχω ποιῆσαι λοιπόν; Ἀναστὰς οὖν ὁ γέρων, ἥπλωσε τὰς χεῖρας εἰς τὸν οὐρανόν· καὶ γεγόνασιν οἱ δάκτυλοι αὐτοῦ, ὡς δέκα λαμπάδες πυρός· καὶ λέγει αὐ ῷ· Εἰ θέλεις, γενοῦ ὅλος ὡς πῦρ.

ηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἰωσὴφ, λέγων ὅτι, Θέλω ἐξελθεῖν ἀπὸ τοῦ κοινοβίου, καὶ καθίσαι καταμόνας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὅπου βλέπεις τὴν ψυχήν σου ἀναπαυομένην καὶ μὴ βλαπτομένην, κάθισον. Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ εἰς κοινόβιον ἀναπαύομαι, καὶ καταμόνας· τί οὖν θέλεις ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Εἰ ἀναπαύῃ εἰς τὸ κοινόβιον καὶ καταμόνας, στῆσον τοὺς δύο λογισμούς σου ὡς ἐν ζυγῷ· καὶ ὅπου βλέπεις ὅτι μᾶλλον ἐκεῖ ὠφελεῖται καὶ κατάγει ὁ λογισμός σου, τοῦτο ποίησον.

θʹ. Παρέλαβέ τις τῶν γερόντων πρὸς τὸν ἑταῖρον αὐτοῦ, ἵνα ἀπελθόντες ἐπισκέψωνται τὸν ἀββᾶν Ἰωσήφ· καὶ λέγει· Εἰπὲ τῷ μαθητῇ σου, ἵνα στρώσῃ ἡμῖν τὸν ὄνον. Καὶ λέγει· Φώνησον αὐτόν· καὶ εἴ τι θέλεις ποιεῖ. Λέγει· Τίς καλεῖται; Ὁ δὲ ἔφη· Οὐκ οἶδα, Καὶ λέγει αὐτῷ· Πόσον χρόνον ἔχει μετὰ σοῦ, ὅτι οὐκ οἶδας τὸ ὄνομα αὐτοῦ; Καὶ εἶπεν· Ἔχει δύο ἔτη. Ὁ δὲ ἔφη· Εἰ σὺ δύο ἔτη οὐκ οἶδας τὸ ὄνομα τοῦ μαθητοῦ σου, ἐγὼ εἰς μίαν ἡμέραν τί ἔχω χρείαν μαθεῖν αὐτό;

ιʹ. Συνήχθησαν ἀδελφοί ποτε πρὸς τὸν ἀββᾶν Ἰωσήφ· καὶ καθημένων αὐτῶν, καὶ ἐπερωτώντων αὐτὸν, ἔχαιρε· καὶ προθυμούμενος ἔλεγεν αὐτοῖς· Ἐγὼ βασιλεύς εἰμι σήμερον· ἐβασίλευσα γὰρ ἐπὶ τὰ πάθη.

ιαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τῆς Πανεφὼ, ὅτι μέλλοντος αὐτοῦ τελευτᾷν, καθημένων γερόντων, προσχὼν πρὸς τὴν θυρίδα, εἶδε τὸν διάβολον καθήμενον πρὸς τῇ θυρίδι· καὶ φωνήσας τῷ μαθητῇ αὐτοῦ, ἔλεγε· Φέρε τὴν ῥάβδον· νομίζει γὰρ οὗτος ὅτι ἐγήρασα, καὶ οὐκ ἔτι δύναμαι πρὸς αὐτόν. Καὶ ὡς κατέσχε τὴν ῥάβδον, εἶδον οἱ γέροντες ὅτι ἐχάλασεν ἑαυτὸν ὡς κύων διὰ τῆς θυρίδος, καὶ ἀφανὴς ἐγένετο.

Περὶ τοῦ ἀββᾶ Ἰακώβου.

αʹ. Εἶπεν ὁ ἀββᾶς Ἰάκωβος ὅτι, Μεῖζόν ἐστι τὸ ξενιτεῦσαι παρὰ τὸ ξενοδοχεῖν.

βʹ. Ἔλεγε πάλιν, ὅτι ἐπαινούμενον, δεῖ λογίζεσθαι τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἐννοεῖν ὅτι οὐκ ἔστιν ἄξιος τῶν λεγομένων.

γʹ. Εἶπε πάλιν, ὅτι Ὥσπερ λύχνος ἐν σκοτεινῷ κοιτῶνι φωτίζει, οὕτως καὶ ὁ φόβος τοῦ Θεοῦ, ὅταν ἔλθῃ εἰς καρδίαν ἀνθρώπου, φωτίζει αὐτὸν, καὶ διδάσκει πάσας τὰς ἀρετὰς καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ.

δʹ. Εἶπε πάλιν· Οὐκ ἔστι χρεία λόγων μόνον· εἰσὶ γὰρ πολλοὶ λόγοι ἐν τοῖς ἀνθρώποις ἐν τῷ καιρῷ τούτῳ. Ἀλλὰ χρεία ἐστὶν ἔργου· αὐτὸ γάρ ἐστι τὸ ζητούμενον, καὶ οὐ λόγοι, οἵτινες οὐκ ἔχουσι καρπόν.

Περὶ τοῦ ἀββᾶ Ἱέρακος.

αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἱέρακα, λέγων· Εἰπέ μοι λόγον, πῶς σωθῶ; Λέγει αὐτῷ ὁ γέρων· Κάθου εἰς τὸ κελλίον σου· ἐὰν πεινᾷς, φάγε· ἐὰν διψᾷς, πίε· καὶ μὴ κακολογήσῃς τινά· καὶ σώζῃ.

βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Οὐδέποτε κοσμικὸν λόγον ἢ εἶπον, ἢ ἠθέλησα ἀκοῦσαι.

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ εὐνούχου.

αʹ. Ὁ ἀββᾶς Ἰωάννης ὁ εὐνοῦχος, νεώτερος ὢν ἠρώτησε γέροντα, λέγων· Πῶς ὑμεῖς ἠδυνήθητε ποιῆσαι τὸ ἔργον τοῦ Θεοῦ ἐν ἀναπαύσει· ἡμεῖς δὲ οὐδὲ μετὰ κόπου ποιῆσαι δυνάμεθα; Καὶ λέγει ὁ γέρων· Ἡμεῖς ἡδυνήθημεν, ἐπειδὴ κεφάλαιον ἔχομεν τὸ ἔργον τοῦ Θεοῦ, τὴν δὲ χρείαν τὴν σωματικὴν ἐλάχιστον· ὑμεῖς δὲ κεφάλαιον ἔχετε τὴν σωματικὴν χρείαν, τὸ δὲ ἔργον τοῦ Θεοῦ οὐκ ἀναγκαιότερον. Διὰ τοῦτο κάμνετε, καὶ διὰ τοῦτο ὁ Σωτὴρ εἶπε τοῖς μαθηταῖς· Ὀλιγόπιστοι, ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι ὁ Πατὴρ ἡμῶν ὁ ἀββᾶς Ἀντώνιος εἶπεν, ὅτι Οὐδέποτε τὸ ἑαυτοῦ συμφέρον προέκρινα τῆς τοῦ ἀδελφοῦ μου ὠφελείας.

γʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κίληξ ὁ ἡγούμενος τῆς Ῥαϊθοῦ, τοῖς ἀδελφοῖς· Τέκνα, ὡς ἐφύγομεν τὸν κόσμον, φύγωμεν καὶ τὰς ἐπιθυμίας τῆς σαρκός!

δʹ. Εἶπε πάλιν· Μιμησώμεθα τοὺς Πατέρας ἡμῶν· μετὰ ποίας σκληραγωγίας, καὶ ἡσυχίας ἐκάθισαν ὧδε.

εʹ. Εἶπε πάλιν· Μὴ ῥυπώσωμεν, τέκνα, τὸν τόπον τοῦτον, ὃν οἱ Πατέρες ἡμῶν ἐκαθάρισαν ἀπὸ δαιμόνων.

ϛʹ. Εἶπε πάλιν· Ὁ τόπος οὗτος ἀσκητῶν ἐστιν, οὐ πραγματευτῶν.

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τῶν Κελλίων.

αʹ. Διηγήσατο ὁ ἀββᾶς Ἰωάννης τῶν Κελλίων, λέγων, ὅτι Μία πόρνη ἦν ἐν Αἰγύπτῳ, εὐμορφωτάτη καὶ πλουσία σφόδρα· καὶ οἱ ἄρχοντες ἤρχοντο πρὸς αὐτήν. Μιᾷ οὖν τῶν ἡμερῶν εὐκαίρησεν ἐπὶ τὴν ἐκκλησίαν, καὶ ἠθέλησεν εἰσελθεῖν ἔσω. Ὁ δὲ ὑποδιάκονος, ὁ στήκων εἰς τὰς θύρας, οὐκ εἴασεν αὐτὴν, λέγων· Οὐκ εἶ ἀξία εἰσελθεῖν εἰς οἶκον Θεοῦ, ὅτι ἀκάθαρτος εἶ. Ὡς δὲ ἐμάχοντο, ἤκουσεν ὁ ἐπίσκοπος τοῦ θορύβου, καὶ ἐξῆλθε. Λέγει οὖν αὐτῷ ἡ πόρνη· Οὐκ ἀφίει με εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. Καὶ λέγει αὐτῇ ὁ ἐπίσκοπος· Οὐκ ἔξεστί σοι εἰσελθεῖν, ὅτι ἀκάθαρτος εἶ. Ἡ δὲ κατανυγεῖσα λέγει αὐτῷ· Οὐκ ἔτι πορνεύω. Λέγει αὐτῇ ὁ ἐπίσκοπος· Ἐὰν φέρῃς ὧδε τὰ χρήματά σου, οἶδα ὅτι οὐ πορνεύεις ἔτι. Ὡς δὲ ἤνεγκε, λαβὼν ἔκαυσεν αὐτὰ πυρί. Καὶ εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, κλαίουσα καὶ λέγουσα· Εἰ ὧδε οὕτως μοι γέγονεν, ἐκεῖ τί ἔχω παθεῖν; Καὶ μετενόησε, καὶ γέγονε σκεῦος ἐκλογῆς.

βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης τῆς Θηβαΐδος· Ὀφείλει ὁ μοναχὸς πρὸ πάντων τὴν ταπεινοφροσύνην κατορθῶσαι. Αὕτη γάρ ἐστιν ἡ πρώτη ἐντολὴ τοῦ Σωτῆρος, λέγοντος· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου.

αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου, ὅτι ἦλθέ ποτέ τις ἀδελφὸς, ἵνα καλέσῃ αὐτὸν εἰς ἄριστον. Ὁ δὲ γέρων οὐκ ἠνέσχετο ἀπελθεῖν, λέγων, Ὅτι Ἀδὰμ, τῷ βρώματι ἀπατηθεὶς, ἔξω τοῦ παραδείσου ηὐλίσθη. Λέγει αὐτῷ ὁ ἀδελφός· Σὺ ὅλως φοβῇ ἐξελθεῖν τοῦ κελλίου σου; Ὁ δὲ πάλιν εἶπε· Τέκνον, φοβοῦμαι, ὅτι ὁ διάβολος ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ. Πολλάκις δὲ ἔλεγεν, ὅτι Ἐάν τις δῷ ἑαυτὸν εἰς οἰνοποσίαν, οὐ μὴ ἐκφύγῃ τὴν τῶν λογισμῶν ἐπιβουλήν. Καὶ γὰρ ὁ Λὼτ, ἀναγκασθεὶς ὑπὸ τῶν θυγατέρων αὐτοῦ, ἐμεθύσθη ἐκ τοῦ οἴνου, καὶ διὰ τῆς μέθης εὐχερῶς ὁ διάβολος εἰς ἄνομον πορνείαν αὐτὸν παρεσκεύασεν.

βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος· Εἰ βασιλείας οὐρανῶν ἐρᾷς, χρημάτων καταφρόνει, καὶ τῆς θείας ἀμοιβῆς ἀντιποιοῦ.

γʹ. Εἶπε πάλιν· Ζῆσαί σε κατὰ Θεὸν, ἀδύνατον, φιλήδονον ὄντα καὶ φιλάργυρον.

δʹ. Εἶπε πάλιν· Εἰ νομίμως ἀσκεῖτε νηστεύοντες, μὴ τυφοῦσθε· εἰ δὲ ἐπὶ τοῦτο αὐχεῖτε, μᾶλλον κρεωφαγεῖτε. Συμφέρει γὰρ ἀνθρώπῳ μᾶλλον κρέα ἐσθίειν, ἢ τυφοῦσθαι καὶ μεγαλαυχεῖν.

εʹ. Εἶπε πάλιν· Χρὴ τοὺς μαθητευομένους καὶ ὡς πατέρας φιλεῖν τοὺς ὄντως διδασκάλους, καὶ ὡς ἄρχοντας φοβεῖσθαι· καὶ μήτε διὰ τὴν ἀγάπην ἐκλύειν τὸν φόβον, μήτε διὰ τὸν φόβον ἀμαυροῦν τὴν ἀγάπην.

ϛʹ. Εἶπε πάλιν· Εἰ σωτηρίας ἐρᾷς, πάντα ποίει τὰ εἰς αὐτὴν ἄγοντά σε.

ζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ὡς ὑπῆγεν ἀδελφὸς πρὸς αὐτὸν, ἔφευγεν ἐσώτερον τοῦ κελλίου. Καὶ ἔλεγον αὐτῷ οἱ ἀδελφοί· Ἀββᾶ, τί ἐστιν ὃ σὺ ποιεῖς; Καὶ ἔλεγεν, ὅτι Καὶ τὰ θηρία φεύγοντα εἰς τὰς κοίτας αὐτῶν σώζονται. Ταῦτα δὲ ἔλεγε διὰ τὴν ὠφέλειαν τῶν ἀδελφῶν.

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου.

αʹ. Ἦλθέ ποτε παιδίον θεραπευθῆναι ἀπὸ δαίμονος· καὶ παρέβαλον ἀδελφοὶ ἀπὸ κοινοβίου τῆς Αἰγύπτου. Καὶ ἐξελθὼν ὁ γέρων εἶδε τὸν ἀδελφὸν ἁμαρτάνοντα μετὰ τοῦ παιδίου, καὶ οὐκ ἤλεγξεν αὐτὸν, λέγων· Εἰ ὁ Θεὸς ὁ πλάσας αὐτοὺς βλέπων οὐ καίει αὐτοὺς, ἐγὼ τίς εἰμι ἵνα ἐλέγξω αὐτούς;

βʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου, ὅτι ἐκ τῆς πολλῆς αὐτοῦ χάριτος εἰς βαθυτάτην ἤλασεν ἀκακίαν. Οὗτος δὲ ἔμενεν ἐν Ἀραβίᾳ τῆς Αἰγύπτου. Ἐχρήσατο δέ ποτε παρὰ ἀδελφοῦ ἓν χρύσινον, καὶ ἠγόρασε λινάρια, ἵνα ἐργάσηται. Καὶ ἦλθεν ἀδελφὸς παρακαλῶν αὐτὸν, καὶ λέγων· Χάρισαί μοι, ἀββᾶ, ὀλίγα λινάρια, ἵνα ποιήσω ἐμαυτῷ λεβίτωνα. Καὶ ἔδωκεν αὐτῷ μετὰ χαρᾶς. Ὁμοίως δὲ καὶ ἄλλος ἦλθε παρακαλῶν αὐτόν· Δός μοι ὀλίγα λινάρια, ἵνα ποιήσω μου λέντιον. Ἔδωκε δὲ καὶ αὐτῷ ὁμοίως. Καὶ ἄλλων αἰτησάντων, ἐδίδου ἁπλῶς μετὰ χαρᾶς. Ὕστερον ἔρχεται ὁ κύριος τοῦ ὁλοκοτίνου θέλων αὐτό. Λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ ὑπάγω καὶ φέρω σοι αὐτό. Καὶ μὴ ἔχων πόθεν ἀποδοῦναι, ἀνέστη ἀπελθεῖν πρὸς τὸν ἀββᾶν Ἰάκωβον τὸν τῆς διακονίας, παρακαλέσαι αὐτὸν δοῦναι αὐτῷ τὸ νόμισμα, ἵνα ἀποδώσει τῷ ἀδελφῷ. Καὶ ὑπάγων εὗρεν ὁλοκοτίνην κείμενον χαμαὶ, καὶ οὐχ ἥψατο αὐτοῦ. Ποιήσας δὲ εὐχὴν, ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ ἦλθεν ὁ ἀδελφὸς πάλιν ὀχλῶν τῷ διὰ τὸ νόμισμα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ πάντως φροντίζω. Καὶ ἀπελθὼν πάλιν, εὗρε τὸ νόμισμα χαμαὶ ὅπου ἦν· καὶ ποιήσας εὐχὴν πάλιν, ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ ἰδοὺ ὁμοίως ἦλθεν ὁ ἀδελφὸς ὁ ὀχλῶν αὐτόν. Καὶ λέγει ὁ γέρων, ὅτι Πάντως τὸ ἅπαξ τοῦτο φέρω αὐτό. Καὶ ἀναστὰς πάλιν, ἦλθε κατ’ ἐκείνου τοῦ τόπου· καὶ εὗρεν αὐτὸ ἐκεῖ κείμενον. Καὶ ποιήσας εὐχὴν, ἔλαβεν αὐτό. Καὶ ἦλθε πρὸς τὸν ἀββᾶν Ἰάκωβον, καὶ λέγει αὐτῷ· Ἀββᾶ, ἐρχόμενος πρὸς σὲ εὗρον τὸ νόμισμα τοῦτο ἐν τῇ ὁδῷ· ποίησον οὖν ἀγάπην, καὶ κήρυξον ἐν τῇ ἐνορίᾳ, μήτις ἀπώλεσεν αὐτό· καὶ ἐὰν εὑρεθῇ ὁ κύριος αὐτοῦ, δὸς αὐτό. Ἀπελθὼν οὖν ὁ γέρων, ἐπὶ τρεῖς ἡμέρας ἐκήρυξε· καὶ οὐδεὶς εὑρέθη ὁ ἀπολέσας τὸ νόμισμα. Τότε λέγει ὁ γέρων τῷ ἀββᾷ Ἰακώβῳ· Εἰ οὖν οὐδεὶς αὐτὸ ἀπώλεσε, δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ· χρεωστῶ γὰρ αὐτῷ· καὶ ἐρχόμενος λαβεῖν παρὰ σοῦ ἀγάπην καὶ ἀποδοῦναι τὸ χρέος, εὗρον αὐτό. Καὶ ἐθαύμασεν ὁ γέρων, πῶς χρεωστῶν καὶ εὑρὼν οὐκ εὐθέως ἔλαβε καὶ ἔδωκεν αὐτό. Καὶ τοῦτο δὲ ἦν αὐτοῦ τὸ θαυμαστὸν, ὅτι εἰ ἤρχετό τις χρήσασθαι παρ’ αὐτοῦ τί ποτε, οὐ δι’ ἑαυτοῦ παρεῖχεν, ἀλλ’ ἔλεγε τῷ ἀδελφῷ· Ὕπαγε, σεαυτῷ ἆρον εἴ τι χρῄζεις· καὶ εἰς ἔφερεν, ἔλεγεν αὐτῷ· Ἀπόθου αὐτὸ πάλιν εἰς τὸν τόπον αὐτοῦ. Εἰ δὲ οὐδὲ ἔφερεν ὁ λαμβάνων, οὐδὲν ἔλεγεν αὐτῷ.

γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου, ὅτι κακούργων αὐτῷ ἐπιστάντων, νιπτῆρα προσέφερε, καὶ ἠξίου τοὺς πόδας αὐτῶν νίπτειν· κἀκεῖνοι αἰδεσθέντες μετανοεῖν ἤρξαντο.

δʹ. Εἶπέ τις τῷ ἀββᾷ Ἰωάννῃ τῷ Πέρσῃ, ὅτι Τοσοῦτον κόπον ἐποιήσαμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ἆρα κληρονομῆσαι αὐτὴν ἔχομεν; Καὶ εἶπεν ὁ γέρων· Ἐγὼ πιστεύω κληρονομῆσαι τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἀπογεγραμμένην ἐν τοῖς οὐρανοῖς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Διατί δὲ ἀπιστήσω; Φιλόξενος ὡς ὁ Ἀβραὰμ γέγονα, πραῢς ὡς ὁ Μωϋσῆς, ἅγιος ὡς ὁ Ἀαρὼν, ὑπομονητικὸς ὡς ὁ Ἰὼβ, ταπεινόφρων ὡς ὁ Δαβὶδ, ἐρημίτης ὡς ὁ Ἰωάννης πενθικὸς ὡς ὁ Ἱερεμίας, διδάσκαλος ὡς ὁ Παῦλος πιστὸς ὡς ὁ Πέτρος, σοφὸς ὡς ὁ Σολωμών. Καὶ πιστεύω ὡς ὁ λῃστὴς, ὅτι ὁ ταῦτά μοι χαρισάμενος δι’ οἰκείαν ἀγαθότητα, καὶ τὴν βασιλείαν παράσχῃ.

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Θηβαίου.

Ἔλεγον περὶ τοῦ μικροῦ Ἰωάννου τοῦ Θηβαίου, τοῦ μαθητοῦ τοῦ ἀββᾶ Ἀμμώη, ὅτι δεκαδύο ἔτη ἐποίησεν ὑπηρετῶν τῷ γέροντι ὅτε ἠσθένει· καὶ μετ’ αὐτοῦ ἦν εἰς τὸ χαράδριον καθήμενος. Καὶ ὁ γέρων ὀλιγώρει ἐπάνω αὐτοῦ· καὶ πολλὰ κοπιάσαντα μετ’ αὐτοῦ, οὐδέποτε εἶπεν αὐτῷ, Σωθείης. Ὅτε δὲ ἤμελλε τελευτᾷν, καθεζομένων τῶν γερόντων, ἐκράτησε τὴν χεῖρα αὐτοῦ, καὶ λέγει αὐτῷ· Σωθείης, σωθείης, σωθείης· καὶ παρέδωκεν αὐτὸν τοῖς γέρουσι, λέγων· Οὗτος ἄγγελός ἐστι, καὶ οὐκ ἄνθρωπος.

Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ μαθητοῦ τοῦ ἀββᾶ Παύλου.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ μαθητοῦ τοῦ ἀββᾶ Παύλου, ὅτι εἶχε μεγάλην ὑπακοήν. Ἦν δὲ ἔν τινι τόπῳ μνημεῖα, καὶ ᾤκει ὕαινα ἐκεῖ. Ὁ δὲ γέρων εἶδε περὶ τὸν τόπον βόλβιτα· καὶ λέγει τῷ Ἰωάννῃ ἀπελθεῖν καὶ ἐνεγκεῖν αὐτά. Ὁ δὲ εἶπεν αὐτῷ· Καὶ τί ποιήσω, ἀββᾶ, διὰ τὴν ὕαιναν; Ὁ δὲ γέρων χαριεντιζόμενος εἶπεν· Ἐὰν ἔλθῃ ἐπάνω σου, δῆσον αὐτὴν, καὶ φέρε αὐτὴν ὧδε. Ἀπῆλθεν οὖν ὁ ἀδελφὸς ἐκεῖ ὀψέ. Καὶ ἰδοὺ ἦλθεν ἡ ὕαινα ἐπάνω αὐτοῦ. Ὁ δὲ, κατὰ τὸν λόγον τοῦ γέροντος, ὥρμησε κρατῆσαι αὐτήν. Καὶ ἔφυγεν ἡ ὕαινα. Καὶ διώκων αὐτὴν ἕλεγεν· Ὁ ἀββᾶς μου εἶπεν ἵνα σε δεσμήσω. Καὶ κρατήσας αὐτὴν ἔδησεν. Ἐθλίβετο δὲ ὁ γέρων, καὶ ἐκάθητο περιμένων αὐτόν. Καὶ ἰδοὺ ἦλθεν ἔχων τὴν ὕαιναν δεδεμένην. Καὶ ἰδὼν ὁ γέρων ἐθαύμασε. Καὶ θέλων ταπεινῶσαι αὐτὸν, ἔτυψεν αὐτὸν λέγων· Σαλέ· κύνα σαλὸν ἤνεγκάς μοι ὧδε; Ἔλυσε δὲ αὐτὴν εὐθὺς ὁ γέρων, καὶ ἀπέλυσεν ἀπελθεῖν.

Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ Θηβαίου.

αʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἰσαὰκ ὁ Θηβαῖος εἰς κοινόβιον, καὶ εἶδεν ἀδελφὸν σφαλέντα, καὶ κατέκρινεν αὐτόν. Ὡς δὲ ἐξῆλθεν εἰς τὴν ἔρημον, ἦλθεν ἄγγελος Κυρίου, καὶ ἔστη ἔμπροσθεν τῆς θύρας τοῦ κελλίου αὐτοῦ, λέγων· Οὐκ ἀφῶ σε εἰσελθεῖν. Ὁ δὲ παρεκάλει, λέγων· Τί ἐστι τὸ πρᾶγμα; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ὁ Θεὸς ἀπέστειλέ με, λέγων· Εἰπὲ αὐτῷ, Ποῦ κελεύεις βάλω τὸν σφαλέντα ἀδελφὸν ὃν ἔκρινας; Καὶ εὐθέως μετενόησε, λέγων· Ἡμάρτηκα, συγχώρησόν μοι. Καὶ εἶπεν ὁ ἄγγελος· Ἐγείρου, συνεχώρησέ σοι ὁ Θεός. Φύλαξαι δὲ τοῦ λοιποῦ μὴ κρῖναί τινα πρὶν ἢ ὁ Θεὸς κρίνῃ αὐτόν.

βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀπολλὼ, ὅτι εἶχε μαθητὴν ὀνόματι Ἰσαὰκ, πεπαιδευμένον εἰς ἄκρον πρὸς πᾶν ἔργον ἀγαθόν· καὶ ἐκτήσατο τὴν τῆς ἁγίας προσφορᾶς ἡσυχίαν. Καὶ ὅταν ἐξήρχετο εἰς τὴν ἐκκλησίαν, οὐ συνεχώρει τινὰς ἐλθεῖν εἰς συντυχίαν ἑαυτοῦ. Ἦν γὰρ ὁ λόγος αὐτοῦ οὗτος, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν· Καιρὸς γὰρ τῷ παντὶ πράγματι. Καὶ ὅταν ἀπέλυεν ἡ σύναξις, ὡς ἀπὸ πυρὸς ἦν διωκόμενος, ζητῶν καταλαβεῖν τὸ κελλίον ἑαυτοῦ. Πολλάκις δὲ ἐδίδοτο τοῖς ἀδελφοῖς ἀπὸ συνάξεως, παξαμάτης καὶ ποτήριον οἵνου· αὐτὸς δὲ οὐκ ἐλάμβανεν· οὐκ ἀπωθούμενος τὴν εὐλογίαν τῶν ἀδελφῶν, ἀλλὰ τὴν τῆς συνάξεως ἐπικρατῶν ἡσυχίαν. Ἐγένετο δὲ αὐτὸν ἐν ἀῤῥωστίᾳ κατακεῖσθαι· καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ἦλθον τοῦ ἐπισκέψασθαι αὐτόν. Καθεζόμενοι δὲ οἱ ἀδελφοὶ ἠρώτησαν αὐτὸν, λέγοντες· Ἀββᾶ Ἰσαὰκ, διατί ἀπὸ συνάξεως φεύγεις τοὺς ἀδελφούς; Καὶ εἶπε πρὸς αὐτοὺς, ὅτι Τοὺς ἀδελφοὺς οὐ φεύγω, ἀλλὰ τὴν τῶν δαιμόνων κακοτεχνίαν. Καὶ γὰρ ἐάν τις κατέχῃ λαμπάδιον φωτὸς, καὶ βραδύνῃ εἰς τὸν ἀέρα ἱστάμενος, σβέννυται ἀπ’ αὐτοῦ. Οὕτως καὶ ἡμεῖς φωτιζόμενοι ὑπὸ τῆς ἁγίας προσφορᾶς, ἐὰν βραδύνωμεν ἔξω τοῦ κελλίου, σκοτίζεται ἡμῶν ὁ νοῦς. Αὕτη ἡ πολιτεία τοῦ ὁσίου ἀββᾶ Ἰσαάκ.

Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ Θηβαίου.

Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ ὁ Θηβαῖος, ὅτι τρία πράγματά ἐστιν ἔντιμα ἐνώπιον Κυρίου· ὅταν ἄνθρωπος ἀσθενῇ, καὶ προστίθενται αὐτῷ πειρασμοὶ, καὶ μετ’ εὐχαριστείας δέχεται αὐτούς. Τὸ δὲ δεύτερόν ἐστιν, ὅταν τις ποιῇ πάντα τὰ ἔργα αὐτοῦ καθαρὰ ἐνώπιον τοῦ Θεοῦ, καὶ μηδὲν ἔχοντα ἀνθρώπινον. Τὸ δὲ τρίτον, ὅταν τις ἐν ὑποταγῇ καθέζηται πατρὸς πνευματικοῦ, καὶ πᾶσιν ἀποτάσσηται τοῖς ἰδίοις θελήμασιν. Ἔχει δὲ οὗτος ἕνα στέφανον περισσόν. Ἐγὼ δὲ τὴν ἀσθένειαν ᾑρησάμην.

Περὶ τοῦ ἀββᾶ Ἱλαρίωνος.

Παρέβαλεν ὁ ἀββᾶς Ἱλαρίων ἀπὸ Παλαιστίνης εἰς τὸ ὄρος, πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Καλῶς ἦλθες, ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων. Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ἱλαρίων· Εἰρήνη σοι, ὁ στύλος τοῦ φωτὸς, ὁ τὴν οἰκουμένην φωτίζων.

Περὶ τοῦ ἀββᾶ Ἰσχυρίωνος.

Οἱ ἅγιοι Πατέρες προεφήτευσαν περὶ τῆς ἐσχάτης γενεᾶς. Τί εἰργασάμεθα ἡμεῖς; φασί. Καὶ ἀποκριθεὶς εἷς ἐξ αὐτῶν μέγας ἀββᾶς Ἰσχυρίων, εἶπεν· Ἡμεῖς τὰς ἐντολὰς τοῦ Θεοῦ ἐποιήσαμεν. Καὶ ἀποκριθέντες εἶπον· Οἱ δὲ μεθ’ ἡμᾶς, ἄρα τί ποιοῦσιν; Καὶ εἶπε· Μέλλουσιν εἰς τὸ ἥμισυ τοῦ ἔργου ἡμῶν ἔρχεσθαι. Καὶ εἶπον· Οἱ δὲ μετ’ αὐτοὺς, τί; Εἶπεν· Οὐκ ἔχουσιν ὅλως ἔργον οἱ τῆς γενεᾶς ἐκείνης· μέλλει δὲ ἔρχεσθαι αὐτοῖς πειρασμός· καὶ οἱ εὑρισκόμενοι δόκιμοι ἐν τῷ καιρῷ ἐκείνῳ, μείζονες καὶ ἡμῶν καὶ τῶν Πατέρων ἡμῶν εὑρεθήσονται.

 

Ἀρχὴ τοῦ Κ στοιχείου.

Περὶ τοῦ ἀββᾶ Κασιανοῦ.

αʹ. Διηγήσατο ὁ ἀββᾶς Κασιανὸς, ὅτι Παρεβάλομεν ἐγώ τε καὶ ὁ ἅγιος Γερμανὸς εἰς Αἴγυπτον, πρός τινα γέροντα. Καὶ φιλοξενήσας ἡμᾶς ἠρωτήθη παρ’ ἡμῶν· Τίνος ἕνεκεν ἐν τῷ καιρῷ τῆς ὑποδοχῆς τῶν ξένων ἀδελφῶν, τὸν κανόνα τῆς νηστείας ἡμῶν, ὡς ἐν Παλαιστίνῃ παρελάβομεν, οὐ φυλάττετε; Καὶ ἀπεκρίθη λέγων· Ἡ νηστεία πάντοτε μετ’ ἐμοῦ ἐστιν· ὑμᾶς δὲ κατέχειν πάντοτε μεθ’ ἑαυτοῦ οὐ δύναμαι· καὶ ἡ μὲν νηστεία καὶ χρήσιμόν ἐστι πρᾶγμα καὶ ἀναγκαῖον, τῆς ἡμετέρας δέ ἐστι προαιρέσεως· τὴν δὲ τῆς ἀγάπης πλήρωσιν ἐξ ἀνάγκης ἀπαιτεῖ ὁ τοῦ Θεοῦ νόμος. Ἐν ὑμῖν οὖν δεχόμενος τὸν Χριστὸν, χρεωστῶ μετὰ πάσης θεραπεῦσαι σπουδῆς. Ἐπὰν δὲ ὑμᾶς προπέμψω, τὸν κανόνα τῆς νηστείας δύναμαι ἀνακτήσασθαι. Οὐ δύνανται γὰρ οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον χρόνον ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν· ὅταν δὲ ἀρθῇ ὁ νυμφίος, τότε μετ’ ἐξουσίας νηστεύσουσιν.

βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Ἦν τις γέρων, καὶ ὑπηρετεῖτο ὑπὸ ἁγίας παρθένου· καὶ οἱ ἄνθρωποι ἔλεγον· Οὐκ εἰσὶ καθαροί. Καὶ ἤκουσεν ὁ γέρων. Ὅταν δὲ ἤμελλε τελευτᾷν, εἶπε τοῖς Πατράσιν· Ὅταν τελευτήσω, φυτεύσατε τὴν ῥάβδον μου εἰς τάφον· καὶ ἐὰν βλαστήσῃ καὶ ποιήσῃ καρπὸν, μάθετε ὅτι καθαρός εἰμι ἀπ’ αὐτῆς· εἰ δὲ μὴ βλαστήσῃ, γινώσκετε ὅτι πέπτωκα μετ’ αὐτῆς. Καὶ ἐφυτεύθη ἡ ῥάβδος, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐβλάστησε, καὶ ἐποίησε καρπόν. Καὶ πάντες ἐδόξασαν τὸν Θεόν.

γʹ. Εἶπε πάλιν, ὅτι Παρεβάλομεν ἑτέρῳ γέροντι· καὶ ἐποίησεν ἡμᾶς γεύσασθαι. Προετρέπετο δὲ ἡμᾶς κορεσθέντας, ἔτι μεταλαβεῖν τροφῆς. Ἐμοῦ δὲ εἰρηκότος μηκέτι δύνασθαι, ἀπεκρίθη· Ἐγὼ ἑξάκις παραγενομένων ἀδελφῶν τράπεζαν ἔθηκα, καὶ προτρεπόμενος ἕνα ἕκαστον συνήσθιον, καὶ ἀκμὴν πεινῶ. Τοῦτο δὲ σὺ ἅπαξ φαγὼν οὕτως ἐκορέσθης, ὥστε μηκέτι φαγεῖν δύνασθαι.

δʹ. Διηγήσατο πάλιν ὁ αὐτὸς, ὅτι Παρέβαλεν ὁ ἀββᾶς Ἰωάννης ἄνθρωπος κοινοβίου ἡγούμενος μεγάλου, τῷ ἀββᾷ Παησίῳ, ἐν ἀκροτάτῃ ἐρήμῳ διάγοντι ἐπὶ ἔτη τεσσαράκοντα, καὶ ὡς ἔχων πρὸς αὐτὸν πολλὴν ἀγάπην, καὶ τὴν ἐκ ταύτης παῤῥησίαν εἶπεν αὐτῷ· Τί ἐν τοσούτῳ χρόνῳ οὕτως ἀναχωρῶν, καὶ ὑπὸ μηδενὸς ἀνθρώπου ταχέως ὀχλούμενος κατώρθωσας; Ὁ δέ φησιν· Ἀφ’ οὗ ἐμόνασα, οὐδέ ποτέ με εἶδεν ὁ ἥλιος ἐσθίοντα. Εἶπε δὲ καὶ ὁ ἀββᾶς Ἰωάννης· Οὐδὲ ἐμὲ ὀργιζόμενον.

εʹ. Τοῦτον τὸν ἀββᾶν Ἰωάννην περὶ τὴν τελευτὴν ὄντα, καὶ ἐκδημοῦντα προθύμως καὶ ἱλαρῶς πρὸς τὸν Θεὸν, ἐκύκλωσαν οἱ ἀδελφοὶ, ἀξιοῦντες λόγον τινὰ σύντομον καὶ σωτήριον ἐν κλήρου τάξει καταλιπεῖν αὐτοῖς, δι’ οὗ δυνήσονται ἐπιβῆναι τῆς ἐν Χριστῷ τελειότητος. Ὁ δὲ στενάξας ἔφη· Οὐδέποτε ἐποίησα τὸ ἴδιον θέλημα· οὐδέ τινα ἐδίδαξα, ὅπερ πρότερον οὐκ ἐποίησα.

ϛʹ. Διηγήσατο πάλιν περὶ ἑτέρου γέροντος ἐν ἐρήμῳ καθεζομένου, ὅτι παρεκάλεσε τὸν Θεὸν χαρίσασθαι αὐτῷ, ὥστε μηδέποτε νυστάξαι αὐτὸν κινουμένης ὁμιλίας πνευματικῆς· εἰ δέ τις καταλαλιᾶς ἢ ἀργολογίας λόγους ἐπιφέρει, εὐθὺς εἰς ὕπνον καταφέρεσθαι, ἵνα μὴ ἰοῦ τοιούτου γεύωνται αἱ ἀκοαὶ αὐτοῦ. Οὗτος δὲ ἔλεγε, τὸν διάβολον σπουδαστὴν εἶναι τῆς ἀργολογίας, πολέμιον δὲ πάσης διδασκαλίας πνευματικῆς· τοιούτῳ χρώμενος ὑποδείγματι· Λαλοῦντος γάρ μου, φησὶ, περὶ ὠφελείας πρός τινας ἀδελφοὺς, τοσούτῳ ὕπνῳ βαθεῖ κατεσχέθησαν, ὥστε μήτε τὰ βλέφαρα κινεῖν δύνασθαι. Ἐγὼ οὖν θέλων δεῖξαι τοῦ δαίμονος τὴν ἐνέργειαν, λόγον ἀργολογίας παρεισήνεγκα· ἐφ’ ᾧ χαρέντες παραχρῆμα διένηψαν. Στενάξας δὲ εἶπον· Μέχρι τοίνυν περὶ οὐρανίων πραγμάτων διελεγόμεθα, πάντων ὑμῶν οἱ ὀφθαλμοὶ τῷ ὕπνῳ συνείχοντο· ἡνίκα δὲ λόγος ἀργὸς ἐῤῥύη, πάντες μετὰ προθυμίας διανέστητε. Διὸ, ἀδελφοὶ, παρακαλῶ, ἐπίγνωτε τοῦ πονηροῦ δαίμονος τὴν ἐνέργειαν, καὶ ἑαυτοῖς προσέχετε, φυλαττόμενοι τὸν νυσταγμὸν, ἡνίκα τι ποιεῖτε πνευματικὸν, ἢ ἀκούετε.

ζʹ. Εἶπε πάλιν, ὅτι Συγκλητικός τις ἀποταξάμενος, καὶ τὰ ἑαυτοῦ ὑπάρχοντα πένησι διαδοὺς, παρακατέσχε τινὰ εἰς ἰδίαν ἀπόλαυσιν, μὴ βουλόμενος τὴν ἐκ τῆς τελείας ἀποταγῆς ἀναδέξασθαι ταπεινοφροσύνην, καὶ τὴν γνησίαν ὑποταγὴν τοῦ κοινοβιακοῦ κανόνος. Πρὸς ὃν ὁ ἐν ἁγίοις Βασίλειος λόγον ἀπεφθέγξατο τοιοῦτον· Καὶ τὸν συγκλητικὸν ἀπώλεσας, καὶ μοναχὸν οὐκ ἐποίησας.

ηʹ. Εἶπε πάλιν, ὅτι Ἦν τις μοναχὸς οἰκῶν ἐν σπηλαίῳ ἐν ἐρήμῳ· καὶ ἐδηλώθη αὐτῷ ὑπὸ τῶν συγγενῶν κατὰ σάρκα, ὅτι Ὁ πατήρ σου ἰσχυρῶς ἐνοχλεῖται, καὶ μέλλει τελευτᾷν, ἐλθὲ ἵνα κληρονομήσῃς αὐτόν. Ὁ δὲ ἀπεκρίθη πρὸς αὐτούς· Ἐγὼ πρὸς ἐκείνου ἀπέθανον τῷ κόσμῳ· νεκρὸς ζῶντα οὐ κληρονομεῖ.

Περὶ τοῦ ἀββᾶ Κρονίου.

αʹ. Ἀδελφὸς ἔφη τῷ ἀββᾷ Κρονίῳ· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ, ὅτι Ἐν τῷ ἐλθεῖν τὸν Ἐλισσαῖον πρὸς τὴν Σωμανῆτιν, εὗρεν αὐτὴν μὴ ἔχουσαν πρᾶγμα μετά τινος· συνέλαβεν οὖν, καὶ ἔτεκε διὰ τῆς παρουσίας Ἐλισσαίου. Λέγει δὲ αὐτῷ ὁ ἀδελφός· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Καὶ λέγει ὁ γέρων, ὅτι Ἡ ψυχὴ ἐὰν νήψῃ, καὶ συστείλῃ ἑαυτὴν ἀπὸ τοῦ περισπασμοῦ, καὶ καταλείψῃ τὰ θελήματα ἑαυτῆς, τότε τὸ Πνεῦμα τοῦ Θεοῦ παραβάλλει αὐτῇ· καὶ δύναται λοιπὸν γεννῆσαι, ἐπειδὴ στεῖρά ἐστιν.

βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Κρόνιον· Τί ποιήσω τῇ λήθῃ τῇ αἰχμαλωτιζούσῃ τὸν νοῦν μου, καὶ οὐκ ἐώσῃ με αἰσθάνεσθαι, μέχρι με ἐνέγκῃ κατ’ αὐτῆς τῆς ἁμαρτίας; Καὶ λέγει ὁ γέρων· Ὅτε ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν διὰ τὴν κακὴν πρᾶξιν τῶν υἱῶν Ἰσραὴλ, ἔσυρον αὐτὴν ἕως οὗ ἤνεγκαν αὐτὴν εἰς τὸν οἶκον Δαγὼν τοῦ θεοῦ αὐτῶν· καὶ τότε ἔπεσεν ἐπὶ προσώπου αὐτοῦ. Καὶ λέγει ὁ ἀδελφός· Τί ἐστι τοῦτο; Ὁ δὲ γέρων εἶπεν, ὅτι Ἐὰν φθάσωσιν αἰχμαλωτίσαι τὸν νοῦν τοῦ ἀνθρώπου διὰ τῶν ἰδίων αὐτοῦ ἀφορμῶν, οὕτως ὑποσύρωσιν αὐτὸν, ἕως ἂν ἐνέγκωσιν αὐτὸν ἐπάνω τοῦ ἀοράτου πάθους. Ἐν ἐκείνῳ οὖν τῷ τόπῳ ἐὰν στραφῇ ὁ νοῦς, καὶ ζητήσῃ τὸν Θεὸν, καὶ μνημονεύσῃ τῆς αἰωνίου κρίσεως, εὐθὺς τὸ πάθος πίπτει καὶ ἀφανὲς γίνεται. Γέγραπται γάρ· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα.

γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Κρόνιον· Ποίῳ τρόπῳ ἔρχεται ἄνθρωπος εἰς ταπεινοφροσύνην; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Διὰ τοῦ φόβου τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ διὰ ποίου πράγματος ἔρχεται εἰς τὸν φόβον τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ κατ’ ἐμὲ, ἵνα συστείλῃ ἑαυτὸν ἀπὸ παντὸς πράγματος, καὶ δώσει ἑαυτὸν εἰς κόπον σωματικὸν, καὶ ὅσην ἔχει ἰσχὺν, μνημονεύσῃ τῆς ἐκ τοῦ σώματος ἐξόδου, καὶ τῆς κρίσεως τοῦ Θεοῦ.

δʹ. Εἶπεν ὁ ἀββᾶς Κρόνιος, ὅτι Εἰ μὴ ἤγαγε Μωϋσῆς τὰ πρόβατα ὑπὸ τὸ ὄρος Σινᾶ, οὐκ ἂν ἔβλεπε τὸ πῦρ ἐν τῇ βάτῳ. Ἠρώτησεν ὁ ἀδελφὸς τὸν γέροντα· Εἰς τί λαμβάνεται ἡ βάτος; Καὶ λέγει αὐτῷ, ὅτι Ἡ βάτος λαμβάνεται εἰς τὴν σωματικὴν πρᾶξιν. Γέγραπται γὰρ, ὅτι Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Οὐκοῦν ἐκτὸς καμάτου σωματικοῦ οὐ προκόπτει ἄνθρωπος εἴς τινα τιμήν; Λέγει αὐτῷ ὁ γέρων· Τέως γέγραπται· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν. Καὶ πάλιν Δαβὶδ λέγει· Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν· καὶ τὰ ἑξῆς.

εʹ. Εἶπεν ὁ ἀββᾶς Κρόνιος, ὅτι Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἰωσὴφ ὁ τοῦ Πηλουσίου, ὅτι Καθημένου μου εἰς τὸ Σινᾶ, ἦν ἐκεῖ ἀδελφὸς καλὸς καὶ ἀσκητὴς, ἀλλὰ καὶ κατὰ τὸ σῶμα εὐειδής· καὶ ἤρχετο εἰς τὴν ἐκκλησίαν εἰς τὴν σύναξιν, φορῶν πολύῤῥαφον καὶ μικρὸν μαφόριον παλαιόν. Καὶ θεωρῶν αὐτὸν καθάπαξ οὔτως εἰς τὴν σύναξιν ἐρχόμενον, λέγω αὐτῷ· Ἀδελφὲ, οὐ βλέπεις τοὺς ἀδελφοὺς, πῶς εἰσιν ὡς ἄγγελοι εἰς τὴν σύναξιν ἐν τῇ ἐκκλησίᾳ; πῶς σὺ πάντοτε οὕτως ἔρχῃ ὧδε; Ὁ δὲ ἔφη· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι οὐκ ἔχω ἄλλα. Ἔλαβον οὖν αὐτὸν ἐν τῷ κελλίῳ μου, καὶ ἔδωκα αὐτῷ λεβίτωνα καὶ εἴ τι ἄλλο ἔχρῃζε· καὶ ἐφόρει λοιπὸν ὡς καὶ οἱ λοιποὶ ἀδελφοὶ, καὶ ἦν ἰδεῖν αὐτὸν ὡς ἄγγελον. Ἐγένετο δέ ποτε χρεία τοῖς Πατράσιν, ἀποστεῖλαι δέκα ἀδελφοὺς πρὸς τὸν βασιλέα διά τινα χρείαν· καὶ ἐψηφίσαντο καὶ αὐτὸν μετὰ τῶν ὑπαγόντων. Ὡς δὲ ἤκουσεν, ἔβαλε μετάνοιαν τοῖς Πατράσι, λέγων· Διὰ τὸν Κύριον συγχωρήσατέ μοι, ὅτι δοῦλός εἰμί τινος μεγάλου τῶν ἐκεῖ· καὶ ἐὰν γνωρίσῃ με, ἀποσχηματίζει με, καὶ φέρει πάλιν εἰς τὸ δουλεύειν αὐτῷ. Μετὰ οὖν τὸ πεισθῆναι τοὺς Πατέρας, καὶ ἀφεῖναι αὐτὸν, ἔμαθον ὕστερον παρά τινος ἀκριβῶς ἐπισταμένου αὐτὸν, ὅτι ὅτε ἦν ἐν τῷ κόσμῳ, ἔπαρχος πραιτωρίων ὑπῆρχε· καὶ ἵνα μὴ γνωσθῇ, καὶ ὄχλησιν εὕρῃ ἐκ τῶν ἀνθρώπων, τοῦτο προεφασίσατο. Τοσαύτη ἦν σπουδὴ τοῖς Πατράσι, φεύγειν τὴν δόξαν καὶ τὴν ἀνάπαυσιν τοῦ κόσμου τούτου.

Περὶ τοῦ ἀββᾶ Καρίωνος.

αʹ. Εἶπεν ὁ ἀββᾶς Καρίων, ὅτι Πολλοὺς κόπους ἐποίησα, πλέον τοῦ υἱοῦ μου Ζαχαρίου, καὶ οὐκ ἔφθασα εἰς τὰ μέτρα αὐτοῦ, ἐν τῇ ταπεινώσει καὶ ἐν τῇ σιωπῇ αὐτοῦ.

βʹ. Γέγονέ τις ἐν τῇ Σκήτει μοναχὸς, ἀββᾶς Καρίων λεγόμενος. Οὗτος ἐσχηκὼς δύο τέκνα, ἐάσας αὐτὰ τῇ ἰδίᾳ γυναικὶ, ἀνεχώρησε. Μετὰ δὲ καιρὸν, λιμοῦ γενομένου ἐν τῇ Αἰγύπτῳ, στενωθεῖσα ἡ γυνὴ αὐτοῦ, ἦλθεν ἐν τῇ Σκήτει φέρουσα τὰ δύο παιδία μεθ’ ἑαυτῆς (ἦν δὲ τὸ ἓν ἀῤῥενικὸν λεγόμενον Ζαχαρίας, καὶ τὸ ἓν θηλυκὸν), καὶ καθίσασα πόῤῥωθεν τοῦ γέροντος ἐν τῷ ἕλει· ἕλος γὰρ παράκειται ἐν τῇ Σκήτει, ἔνθα καὶ αἱ ἐκκλησίαι ᾠκοδόμηνται, καὶ αἱ πηγαὶ τῶν ὑδάτων εἰσί. Συνήθεια δὲ τοιαύτη ἦν ἐν τῇ Σκήτει, ἵνα ἔλθῃ γυνὴ, λαλῆσαι ἀδελφῷ αὐτῆς, ἢ ἄλλῳ διαφέροντι αὐτῇ, ἀπὸ μακρόθεν καθεζομένων αὐτῶν ἀπ’ ἀλλήλων ὁμιλῶσιν ἀλλήλοις. Τότε λέγει ἡ γυνὴ τῷ ἀββᾷ Καρίωνι· Ἰδοὺ γέγονας μοναχὸς, καὶ λιμός ἐστι· τίς οὖν τρέφει τὰ τέκνα σου; Λέγει αὐτῇ ὁ ἀββᾶς Καρίων· Καὶ ἀπόστειλόν μοι αὐτὰ ὧδε. Λέγει ἡ γυνὴ τοῖς τέκνοις· Ἀπέλθετε πρὸς τὸν πατέρα ὑμῶν. Ἐρχομένων οὖν αὐτῶν πρὸς τὸν πατέρα αὐτῶν, τὸ θηλυκὸν ὑπέστρεψε πρὸς τὴν μητέρα αὐτοῦ, τὸ δὲ ἀῤῥενικὸν ἦλθε πρὸς τὸν ἴδιον πατέρα. Τότε λέγει αὐτῇ· Ἰδοὺ καλῶς ἐγένετο· λάβε σὺ τὸ θηλυκὸν καὶ ἄπελθε, κἀγὼ τὸ ἀῤῥενικόν. Ἀνέτρεφεν οὖν αὐτὸ ἐν τῇ Σκήτει, πάντων εἰδότων ὅτι τέκνον αὐτοῦ ἐστιν. Ὡς δὲ ἡλικίας γέγονε, γογγυσμὸς ἐγένετο ἐν τῇ ἀδελφότητι περὶ αὐτοῦ. Καὶ ἀκούσας ὁ ἀββᾶς Καρίων, λέγει τῷ τέκνῳ αὐτοῦ· Ζαχαρία, ἔγειρε, ἄγωμεν ἐντεῦθεν, ὅτι γογγύζουσιν οἱ Πατέρες. Λέγει αὐτῷ ὁ μικρός· Ἀββᾶ, πάντες οἴδασιν ἐνταῦθα ὅτι υἱός σού εἰμι· ἐὰν δὲ ἄλλῃ ἀπέλθωμεν, οὐκ ἔχουσι λέγειν ὅτι υἱός σού εἰμι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἔγειρε, ἄγωμεν ἐντεῦθεν. Καὶ ἀπῆλθον ἐν τῇ Θηβαΐδι. Ὡς δὲ λαβόντες κελλίον ἐκάθισαν ὀλίγας ἡμέρας, κἀκεῖ ὁ αὐτὸς γογγυσμὸς γέγονε περὶ τοῦ παιδίου. Τότε λέγει αὐτῷ ὁ πατὴρ αὐτοῦ· Ζαχαρία, ἔγειρε, ἄγωμεν ἐν τῇ Σκήτει. Καὶ ἐλθόντων αὐτῶν ἐν τῇ Σκήτει, καὶ ὀλίγων ἡμερῶν παρελθουσῶν, πάλιν γογγυσμὸς ἐγένετο περὶ αὐτοῦ. Τότε Ζαχαρίας ὁ παῖς, ἐλθὼν εἰς τὴν λίμνην τοῦ νίτρου, καὶ ἀποδυσάμενος, κατῆλθε κάτω μέχρι τῆς ῥινὸς αὐτοῦ καταβαπτίσας ἑαυτόν· καὶ μείνας ἐπὶ πολλὴν ὥραν, ὅσην ἠδύνατο, ἠφάνισε τὸ ἑαυτοῦ σῶμα· γέγονε γὰρ ὡς λελωβημένος. Καὶ ἀνελθὼν ἐφόρεσε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπῆλθε πρὸς τὸν ἴδιον πατέρα· καὶ μόλις ἐπέγνω αὐτόν. Ἀπελθόντος δὲ αὐτοῦ εἰς τὴν ἁγίαν κοινωνίαν κατὰ τὸ ἔθος, ἀπεκαλύφθη τῷ ἁγίῳ Ἰσιδώρῳ τῷ πρεσβυτέρῳ τῆς Σκήτεως, ὅπερ ἐποίησε· καὶ ἰδὼν αὐτὸν καὶ θαυμάσας, εἶπε· Ζαχαρίας ὁ παῖς τῇ Κυριακῇ παρελθούσῃ ἦλθε καὶ ἐκοινώνησεν ὡς ἄνθρωπος, νῦν δὲ ὡς ἄγγελος ἐγένετο.

Περὶ τοῦ ἀββᾶ Κόπρι.

αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ποιμὴν διὰ τὸν ἀββᾶν Κόπριν, ὅτι εἰς τοσοῦτον ἦλθε μέτρον, ὅτι ἠσθένει καὶ κλινήρης ἦν, καὶ εὐχαρίστει, καὶ ἐκώλυε τὸ ἴδιον θέλημα.

βʹ. Εἶπεν ὁ ἀββᾶς Κόπρις· Μακάριος ὁ ὑπομένων κόπον μετ’ εὐχαριστίας.

γʹ. Συνήχθησάν ποτε οἱ ἐν τῇ Σκήτει περὶ τοῦ Μελχισεδὲκ, καὶ ἐπελάθοντο καλέσαι τὸν ἀββᾶν Κόπριν· ὕστερον δὲ καλέσαντες αὐτὸν, ἠρώτων περὶ τούτου. Ὁ δὲ, τύψας τὸ στόμα αὐτοῦ ἐπὶ τρεῖς, εἶπεν· Οὐαί σοι, Κόπρι! ὅτι ἃ ὁ Θεὸς ἐνετείλατό σοι ποιῆσαι ἐγκατέλειπες, καὶ ἃ οὐ ζητεῖ παρὰ σοῦ ἐρευνᾷς. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ταῦτα, ἔφυγον εἰς τὰ κελλία αὐτῶν.

Περὶ τοῦ ἀββᾶ Κύρου.

Πρὸς τὸν λογισμὸν τῆς πορνείας, ἐπερωτηθεὶς ὁ ἀββᾶς Κῦρος ὁ Ἀλεξανδρεὺς, ἀπεκρίνατο οὕτως· Ἐὰν λογισμὸν οὐκ ἔχῃς, ἐλπίδα οὐκ ἔχεις· ἐὰν λογισμοὺς οὐκ ἔχῃς, πρᾶξιν ἔχεις. Τοῦτο δέ ἐστιν, ὅτι ὁ κατὰ διάνοιαν πρὸς τὴν ἁμαρτίαν μὴ πολεμῶν, μηδὲ ἀντιλέγων, σωματικῶς πράττει αὐτήν. Ὁ γὰρ ἔχων πράξεις διὰ λογισμῶν οὐκ ὀχλεῖται. Ἠρώτησε δὲ ὁ γέρων τὸν ἀδελφὸν, λέγων· Μὴ συνήθειαν ἔχεις εἰς ὁμιλίαν γυναικός; Καὶ εἶπεν ὁ ἀδελφός· Οὔ· παλαιοὶ καὶ νέοι ζωγράφοι εἰσὶν οἱ λογισμοί μου· μνῆμαί εἰσιν ὀχλοῦσαί μοι, καὶ γυναικῶν εἴδωλα. Ὁ δὲ γέρων πρὸς αὐτόν· Νεκροὺς μὴ φοβοῦ· ἀλλὰ τοὺς ζῶντας φεῦγε, καὶ ἐπεκτείνου μᾶλλον εἰς προσευχήν.

 

Ἀρχὴ τοῦ Λ στοιχείου.

Περὶ τοῦ ἀββᾶ Λουκίου.

Παρέβαλόν ποτέ τινες τῷ ἀββᾷ Λουκίῳ εἰς τὸ Ἔνατον, οἱ λεγόμενοι Εὐκτῖται, μοναχοί· καὶ ἠρώτησεν αὐτοὺς ὁ γέρων· Τί τὸ ἐργόχειρον ὑμῶν; Οἱ δὲ εἶπον· Ἡμεῖς οὐ ψηλαφῶμεν ἐργόχειρον· ἀλλὰ, καθὼς λέγει ὁ Ἀπόστολος, ἀδιαλείπτως προσευχόμεθα. Καὶ λέγει ὁ γέρων· Οὐκ ἐσθίετε; Καὶ εἶπον· Ναί. Καὶ λέγει αὐτοῖς· Ὅτε οὖν ἐσθίετε, τίς εὔχεται ὑπὲρ ὑμῶν; Πάλιν οὖν εἶπεν αὐτοῖς· Οὐ κοιμᾶσθε; Καὶ εἶπον· Ναί. Καὶ λέγει ὁ γέρων· Ὅτε οὖν κοιμᾶσθε, τίς εὔχεται περὶ ὑμῶν; Καὶ οὐχ εὗρον πρὸς ταῦτα ἀποκρίνασθαι αὐτῷ. Καὶ εἶπεν αὐτοῖς· Συγχωρήσατέ μοι, ἰδοὺ οὐ ποιεῖτε καθὼς λέγετε. Ἐγὼ δὲ δεικνύω ὑμῖν, ὅτι ἐργαζόμενος τὸ ἐργόχειρόν μου ἀδιαλείπτως προσεύχομαι. Καθέζομαι σὺν Θεῷ βρέξας τὰ μικρά μου θαλλία· καὶ πλέκων αὐτὰ σειρὰν, λέγω· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ λέγει αὐτοῖς· Οὐκ ἔστιν εὐχὴ τοῦτο; Καὶ εἶπον· Ναί. Καὶ εἶπεν αὐτοῖς· Ὅταν οὖν ἐμμείνω δι’ ὅλης ἡμέρας ἐργαζόμενος καὶ εὐχόμενος, ποιῶ πλεῖον ἢ ἔλαττον δεκαὲξ νουμία· καὶ παρέχω ἐξ αὐτῶν εἰς τὴν θύραν δύο, καὶ τὰ λοιπὰ ἐσθίω· καὶ εὔχεται ὑπὲρ ἐμοῦ ὁ λαβὼν τὰ δύο νουμία ὅτε ἐσθίω ἢ ὅτε κοιμῶμαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ πληροῦταί μοι τὸ ἀδιαλείπτως προσεύχεσθαι.

Περὶ τοῦ ἀββᾶ Λώτ.

αʹ. Ἦλθέ τις τῶν γερόντων πρὸς τὸν ἀββᾶν Λὼτ, πρὸς τὸ μικρὸν ἕλος τοῦ Ἀρσενοΐτου, καὶ παρεκάλεσεν αὐτὸν διὰ κελλίον, καὶ ἔδωκεν αὐτῷ. Ἦν δὲ ὁ γέρων ἀσθενής· καὶ ἀνέπαυσεν αὐτὸν ὁ ἀββᾶς Λώτ· καὶ εἰ ἤρχοντό τινες παραβαλεῖν τῷ ἀββᾷ Λὼτ, ἐποίει αὐτοὺς παραβαλεῖν καὶ τῷ γέροντι τῷ ἀσθενεῖ. Καὶ ἤρξατο λαλεῖν αὐτοῖς λόγους τοῦ Ὠριγένους· καὶ ἐθλίβετο ὁ ἀββᾶς Λὼτ, λέγων· Μὴ καὶ νομίσωσιν οἱ Πατέρες, ὅτι καὶ ἡμεῖς οὕτως ἐσμέν· καὶ ἐκβαλεῖν αὐτὸν ἐκ τοῦ τόπου ἐφοβεῖτο διὰ τὴν ἐντολήν. Καὶ ἀναστὰς ὁ ἀββᾶς Λὼτ, ἦλθε πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ διηγήσατο αὐτῷ περὶ τοῦ γέροντος. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Μὴ διώξῃς αὐτὸν, ἀλλ’ εἰπὲ αὐτῷ· Ἰδοὺ ἐκ τῶν τοῦ Θεοῦ φάγε, πίε, ὡς θέλεις, μόνον τὸν λόγον τοῦτον μὴ λαλήσῃς· καὶ ἐὰν θέλῃ, διορθοῦται· εἰ δὲ μὴ θέλῃ διορθώσασθαι, ἀφ’ ἑαυτοῦ μέλλει παρακαλεῖν τοῦ ἀναχωρῆσαι ἐκ τοῦ τόπου· καὶ οὐκ ἀπὸ σοῦ γίνεται ἡ ἀφορμή. Ἀπελθὼν οὖν ὁ ἀββᾶς Λὼτ ἐποίησεν οὕτως. Καὶ ὁ γέρων ὡς ἤκουσε ταῦτα, οὐκ ἤθελε διορθώσασθαι· ἀλλ’ ἔβαλε παρακαλεῖν λέγων· Διὰ τὸν Κύριον πέμψατέ με ἐντεῦθεν, ὅτι οὐκ ἔτι δύναμαι βαστάξαι τὴν ἔρημον. Καὶ οὕτως ἀναστὰς ἐξῆλθε, προπεμπόμενος μετὰ ἀγάπης.

βʹ. Διηγήσατό τις περί τινος ἀδελφοῦ ἐμπεσόντος εἰς ἁμαρτίαν, ὅτι παραβάλλων τῷ ἀββᾷ Λὼτ, ἐταράσσετο εἰσερχόμενος καὶ ἐξερχόμενος, μὴ δυνάμενος καθίσαι. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Λώτ· Τί ἔχεις, ἀδελφέ; Ὁ δὲ εἶπεν· Ἁμαρτίαν μεγάλην ἐποίησα, καὶ οὐ δύναμαι ἐξειπεῖν τοῖς Πατράσι. Λέγει ὁ γέρων· Ὁμολόγησόν μοι αὐτὴν, κἀγὼ βαστάζω αὐτήν. Τότε εἶπεν αὐτῷ· Εἰς πορνείαν ἔπεσον, καὶ ἔθυσα τοῦ τυχεῖν τοῦ πράγματος. Καὶ λέγει αὐτῷ ὁ γέρων· Θάρσει ὅτι ἔστι μετάνοια· ὕπαγε, κάθου εἰς τὸ σπήλαιον, καὶ νήστευσον δύο δύο, κἀγὼ βαστάζω μετὰ σοῦ τὸ ἥμισυ τῆς ἁμαρτίας. Πληρωθεισῶν οὖν τῶν τριῶν ἑβδομάδων, ἐπληροφορήθη ὁ γέρων ὅτι ἐδέξατο ὁ Θεὸς τὴν μετάνοιαν τοῦ ἀδελφοῦ. Καὶ ἔμεινεν ὑποτασσόμενος τῷ γέροντι ἕως τοῦ θανάτου αὐτοῦ.

Περὶ τοῦ ἀββᾶ Λογγίνου.

αʹ. Ἠρώτησεν ὁ ἀββᾶς Λογγῖνος τὸν ἀββᾶν Λούκιόν ποτε τρεῖς λογισμοὺς λέγων· Θέλω ξενιτεῦσαι. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ κρατήσῃς τῆς γλώσσης σου, οὐκ εἶ ξένος, ὅπου ἐὰν ἀπέλθῃς. Καὶ ὧδε οὖν κράτησον τῆς γλώσσης σου, καὶ ξένος εἶ. Λέγει αὐτῷ πάλιν· Θέλω νηστεῦσαι. Ἀπεκρίθη ὁ γέρων· Εἶπεν Ἡσαΐας ὁ προφήτης· Ἐὰν κάμψῃς ὡς κλοιὸν καὶ κρίκον τὸν τράχηλόν σου, οὐδὲ οὕτως κληθήσεται νηστεία δεκτή· ἀλλὰ μᾶλλον κράτησον τῶν πονηρῶν λογισμῶν. Λέγει αὐτῷ τὸ τρίτον· Θέλω φυγεῖν τοὺς ἀνθρώπους. Ἀπεκρίθη ὁ γέρων· Ἐὰν μὴ πρῶτον κατορθώσῃς μετὰ τῶν ἀνθρώπων, οὐδὲ καταμόνας δύνασαι κατορθῶσαι.

βʹ. Εἶπεν ὁ ἀββᾶς Λογγῖνος· Ἅπαξ κακωθεὶς λέγε, Καὶ κακώθητι, καὶ ἀπόθανον· ἐὰν δὲ ἀπαιτήσῃς με παρὰ καιρὸν φαγεῖν οὐδὲ τὴν καθημερινήν σοι τροφὴν προσφέρω.

γʹ. Γυνή τις ἔχουσα πάθος κατὰ τοῦ μασθοῦ αὐτῆς, τὸ λεγόμενον καρκίνον, ἀκούσασα περὶ τοῦ ἀββᾶ Λογγίνου, ἐζήτησε συντυχεῖν αὐτῷ. Ἐκάθητο οὖν οὗτος ἐν τῷ ἐνάτῳ σημείῳ Ἀλεξανδρείας. Ἐπιζητούσης δὲ τῆς γυναικὸς, συνέβη τὸν μακάριον ἐκεῖνον συλλέγειν ξύλα παρὰ τὴν θάλασσαν. Καὶ εὑροῦσα αὐτὸν, λέγει αὐτῷ· Ἀββᾶ, ποῦ μένει ὁ ἀββᾶς Λογγῖνος ὁ δοῦλος τοῦ Θεοῦ; μὴ εἰδυῖα ὅτι αὐτός ἐστιν. Ὁ δέ φησι· Τί θέλεις τὸν ἐπιθέτην ἐκεῖνον; μὴ ἀπέλθῃς πρὸς αὐτόν· ἐπιθέτης γάρ ἐστι. Τί δέ ἐστιν ὃ ἔχεις; Ἡ δὲ γυνὴ ἔδειξε τὸ πάθος. Ὁ δὲ σφραγίσας τὸν τόπον, ἀπέλυσεν αὐτὴν, εἰπών· Ἄπελθε, καὶ ὁ Θεός σε θεραπεύει· Λογγῖνος γὰρ οὐδέν σε δύναται ὠφελῆσαι. Ἀπῆλθε δὲ ἡ γυνὴ πιστεύσασα τῷ λόγῳ, καὶ ἐθεραπεύθη παραχρῆμα. Μετὰ ταῦτα διηγησαμένη τισὶ τὸ πρᾶγμα, καὶ τὰ σημεῖα εἰποῦσα τοῦ γέροντος, μανθάνει ὅτι αὐτός ἐστιν ὁ ἀββᾶς Λογγῖνος.

δʹ. Ἄλλοτε πάλιν φέρουσιν αὐτῷ τινες δαιμονιῶντα. Ὁ δέ φησιν πρὸς αὐτούς· Ἐγώ τι ποιῆσαι ὑμῖν οὐκ ἔχω· ἀλλὰ μᾶλλον ἀπέλθετε πρὸς τὸν ἀββᾶν Ζήνωνα. Εἶτα ὁ ἀββᾶς Ζήνων ἤρξατο ἐπικεῖσθαι τῷ δαίμονι ἐκδιώκων αὐτόν. Καὶ ἤρξατο βοᾷν ὁ δαίμων· Ἄρτι νομίζεις, ἀββᾶ Ζήνων, ὅτι διὰ σὲ ἐξέρχομαι· ἰδοὺ ὁ ἀββᾶς Λογγῖνος ἐκεῖ προσεύχεται, κατ’ ἐμοῦ ἐντυγχάνων· καὶ φοβούμενος τὰς εὐχὰς αὐτοῦ ἐξέρχομαι, ἐπεὶ οὐκ ἐδίδουν σοι ἀπόκρισιν.

εʹ. Εἶπεν ὁ ἀββᾶς Λογγῖνος τῷ ἀββᾷ Ἀκακίῳ· Ἡ γυνὴ τότε γινώσκει ὅτι συνέλαβεν, ὅταν σταλῇ τὸ αἷμα αὐτῆς. Οὕτως οὖν καὶ ἡ ψυχὴ, τότε γινώσκει ὅτι συνέλαβε Πνεῦμα ἅγιον, ὅταν σταλῇ τὰ ῥέοντα ἀπ’ αὐτῆς κάτωθεν πάθη. Ἐν ὅσῳ δὲ ἐνέχεται ἐν αὐτοῖς, πῶς δύναται κενοδοξεῖν ὡς ἀπαθής; Δὸς αἷμα, καὶ λάβε πνεῦμα.

 

Ἀρχὴ τοῦ Μ στοιχείου.

Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου.

αʹ. Διηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· Ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελλίον εἰς Αἴγυπτον, ἐκράτησάν με καὶ ἐποίησαν κληρικὸν εἰς τὴν κώμην. Καὶ μὴ θέλων καταδέξασθαι, ἔφυγον εἰς ἕτερον τόπον. Καὶ ἦλθε πρὸς μὲ εὐλαβὴς κοσμικὸς, καὶ ἐλάμβανε τὸ ἐργόχειρόν μου, καὶ διηκόνει μοι. Συνέβη δὲ ἀπὸ πειρασμοῦ παρθένον τινὰ εἰς τὴν κώμην ἐκπεσεῖν. Καὶ λαβοῦσα κατὰ γαστρὸς ἠρωτᾶτο τίς εἴη ὁ τοῦτο πεποιηκώς. Ἡ δὲ ἔλεγεν· Ὁ ἀναχωρητής. Καὶ ἐξελθόντες συνέλαβόν με εἰς τὴν κώμην, καὶ ἐκρέμασαν ἐν τῷ τραχήλῳ μου ἠσβολωμένας χύτρας καὶ ὠτία κούφων, καὶ περιεπόμπευσάν με ἐν τῇ κώμῃ κατὰ ἄμφοδον, τύπτοντές με, καὶ λέγοντες· Οὗτος ὁ μοναχὸς ἔφθειρεν ἡμῶν τὴν παρθένον, λάβετε αὐτὸν, λάβετε. Καὶ ἔτυψάν με παρὰ μικρὸν τοῦ ἀποθανεῖν. Ἐλθὼν δέ τις τῶν γερόντων εἶπεν· Ἕως πότε τύπτετε τὸν ξένον μοναχόν; Ὁ δὲ διακονῶν μοι ἠκολούθει ὀπίσω μου αἰδούμενος. Ἦσαν γὰρ ὑβρίζοντες αὐτὸν πολλὰ, καὶ λέγοντες· Ἰδοὺ ὁ ἀναχωρητὴς ὃν σὺ ἐμαρτύρεις, τί ἐποίησε; Καὶ λέγουσιν οἱ γονεῖς αὐτῆς· Οὐκ ἀπολύομεν αὐτὸν, ἕως δῷ ἐγγυητὴν τοῦ τρέφειν αὐτήν. Καὶ εἶπον τῷ διακονητῇ μου· καὶ ἐνηγγυήσατό με. Καὶ ἀπελθὼν εἰς τὸ κελλίον μου, ἔδωκα αὐτῷ ὅσα εἶχον σπυρίδια, λέγων· Πώλησον, καὶ δὸς τῇ γυναικί μου φαγεῖν. Καὶ ἔλεγον τῷ λογισμῷ μου· Μακάριε, ἰδοὺ εὗρες ἑαυτῷ γυναῖκα· χρὴ ἐργάζεσθαι μικρὸν περισσὸν, ἵνα τρέφῃς αὐτήν· καὶ εἰργαζόμην νύκτα καὶ ἡμέραν, καὶ ἔπεμπον αὐτῇ. Καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῇ ἀθλίᾳ τεκεῖν, ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας βασανιζομένη, καὶ οὐκ ἔτικτε. Καὶ λέγουσιν αὐτῇ· Τί ἐστι τοῦτο; Ἡ δὲ εἶπεν· Ἐγὼ οἶδα· ὅτι τὸν ἀναχωρητὴν ἐσυκοφάντησα, καὶ ψευσαμένη ᾐτιασάμην· καὶ οὗτος οὐκ ἔχει πρᾶγμα, ἀλλ’ ὁ δεῖνα ὁ νεώτερος. Καὶ ἐλθὼν ὁ διακονῶν μοι χαίρων ἔλεγεν, ὅτι οὐκ ἠδυνήθη τεκεῖν ἡ παρθένος ἐκείνη, ἕως οὗ ὡμολόγησε, λέγουσα, ὅτι Οὐκ ἔχει πρᾶγμα ὁ ἀναχωρητὴς, ἀλλ’ ἐψευσάμην κατ’ αὐτοῦ· καὶ ἰδοὺ πᾶσα ἡ κώμη θέλει ἐλθεῖν ὧδε μετὰ δόξης, καὶ μετανοῆσαί σοι. Ἐγὼ δὲ ἀκούσας ταῦτα, ἵνα μὴ θλίψωσί με οἱ ἄνθρωποι, ἀνέστην καὶ ἔφυγον ὧδε εἰς Σκῆτιν. Αὕτη ἐστὶν ἡ ἀρχὴ τῆς αἰτίας, δι’ ἣν ἦλθον ὧδε.

βʹ. Ἦλθέ ποτε Μακάριος ὁ Αἰγύπτιος ἀπὸ Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας εἰς τὴν προσφορὰν τοῦ ἀββᾶ Παμβώ· καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Εἰπὲ ῥῆμα τοῖς ἀδελφοῖς, Πάτερ. Ὁ δὲ εἶπεν· Ἐγὼ οὔπω γέγονα μοναχὸς, ἀλλ’ εἶδον μοναχούς. Καθημένῳ γάρ μοί ποτε ἐν τῷ κελλίῳ εἰς Σκῆτιν, ὤχλησάν μοι οἱ λογισμοὶ λέγοντες· Ἄπελθε εἰς τὴν ἔρημον, καὶ ἴδε τί βλέπεις ἐκεῖ. Ἔμεινα δὲ πολεμῶν τῷ λογισμῷ πέντε ἔτη, λέγων, Μήπως ἀπὸ δαιμόνων ἐστίν. Καὶ ὡς ἐπέμενεν ὁ λογισμὸς, ἀπῆλθον εἰς τὴν ἔρημον· καὶ ηὗρον ἐκεῖ λίμνην ὑδάτων, καὶ νῆσον ἐν μέσῳ αὐτῆς· καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς. Καὶ εἶδον ἐν μέσῳ αὐτῶν δύο ἀνθρώπους γυμνούς· καὶ ἐδειλίασε τὸ σῶμά μου· ἐνόμισα γὰρ ὅτι πνεύματά εἰσιν. Αὐτοὶ δέ με ὡς εἶδον δειλιῶντα, ἐλάλησαν πρὸς μέ· Μὴ φοβοῦ· καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν. Καὶ εἶπον αὐτοῖς· Πόθεν ἐστὲ, καὶ πῶς ἤλθετε εἰς τὴν ἔρημον ταύτην; Καὶ εἶπον· Ἀπὸ κοινοβίου ἐσμέν· καὶ γέγονεν ἡμῖν συμφωνία, καὶ ἐξήλθομεν ὧδε· ἰδοὺ τεσσαράκοντα ἔτη· καὶ ὁ μὲν εἷς Αἰγύπτιος, ὁ δὲ ἕτερος Λιβυκὸς ὑπάρχει. Καὶ ἐπερώτησάν με καὶ αὐτοὶ, λέγοντες· Πῶς ὁ κόσμος; καὶ εἰ ἔρχεται τὸ ὕδωρ κατὰ καιρὸν αὐτοῦ, καὶ εἰ ἔχει ὁ κόσμος τὴν εὐθηνίαν αὐτοῦ; Καὶ εἶπον αὐτοῖς· Ναί. Κἀγὼ αὐτοὺς ἠρώτησα· Πῶς δύναμαι γενέσθαι μοναχός; Καὶ λέγουσί μοι· Ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός. Καὶ εἶπον αὐτοῖς· Ἐγὼ ἀσθενής εἰμι, καὶ οὐ δύναμαι ὡς ὑμεῖς. Καὶ εἶπόν μοι καὶ αὐτοί· Καὶ ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου. Καὶ ἠρώτησα αὐτούς· Ὅταν γίνηται χειμὼν, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμα, οὐ καίεται τὰ σώματα; Οἱ δὲ εἶπον· Ὁ Θεὸς ἐποίησεν ἡμῖν τὴν οἰκονομίαν ταύτην· καὶ οὔτε τῷ χειμῶνι ῥιγῶμεν, οὔτε τῷ θέρει τὸ καῦμα ἡμᾶς ἀδικεῖ. Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι οὔπω γέγονα μοναχὸς, ἀλλ’ εἶδον μοναχούς. Συγχωρήσατέ μοι, ἀδελφοί.

γʹ. Ὁ ἀββᾶς Μακάριος ὅτε ᾤκει ἐν τῇ πανερήμῳ· ἦν δὲ μόνος ἐν αὐτῇ ἀναχωρῶν, παρακάτω δὲ ἄλλη ἔρημος ἦν πλειόνων ἀδελφῶν. Παρετήρει δὲ ὁ γέρων τὴν ὁδόν· καὶ ὁρᾷ τὸν σατανᾶν ἀνερχόμενον ἐν σχήματι ἀνθρώπου, παρελθεῖν δι’ αὐτοῦ· ἐφαίνετο δὲ ὡς στιχάριον φορῶν λινοῦν τρωγλωτόν· καὶ κατὰ τρυμαλίαν ἐκρέματο ληκύνθιον. Καὶ λέγει αὐτῷ ὁ γέρων ὁ μέγας· Ποῦ πορεύῃ; Καὶ εἶπεν αὐτῷ· Ἀπέρχομαι ὑπομνῆσαι τοὺς ἀδελφούς. Ὁ δὲ γέρων εἶπε· Καὶ ἵνα τί σοι τὰ ληκύνθια ταῦτα; Καὶ εἶπε· Γεύματα ἀποφέρω τοῖς ἀδελφοῖς. Ὁ δὲ γέρων εἶπε· Καὶ ταῦτα ὅλα; Ἀπεκρίθη· Ναί· ἐὰν μὴ τὸ ἓν ἀρέσῃ τινὶ, φέρω ἄλλο· ἐὰν δὲ μὴ καὶ τοῦτο, διδῶ ἄλλο· πάντως δὲ ἐξ αὐτῶν κἂν ἓν ἀρέσει αὐτῷ. Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν. Ὁ δὲ γέρων ἔμεινε παρατηρούμενος τὰς ὁδοὺς, ἕως πάλιν ἐκεῖνος ἐπανῆλθε. Καὶ ὡς εἶδεν αὐτὸν ὁ γέρων, λέγει αὐτῷ· Σωθείης. Ὁ δὲ ἀπεκρίθη· Ποῦ ἔνι μοι σωθῆναι; Λέγει αὐτῷ ὁ γέρων· Διατί; Ὁ δὲ λέγει· Ὅτι πάντες ἄγριοί μοι ἐγένοντο, καὶ οὐδείς μου ἀνέχεται. Λέγει αὐτῷ ὁ γέρων· Οὐδένα οὖν φίλον ἔχεις ἐκεῖ; Ὁ δὲ ἀπεκρίθη· Ναὶ, ἕνα μοναχὸν ἔχω ἐκεῖ φίλον, καὶ κἂν αὐτός μοι πείθεται· καὶ ὅτε ὁρᾷ με, στρέφεται ὡς ἀνέμη. Λέγει αὐτῷ ὁ γέρων· Καὶ τίς καλεῖται ὁ ἀδελφός; Ὁ δὲ λέγει· Θεόπεμπτος. Εἰπὼν δὲ ταῦτα ἀπῆλθε. Καὶ ἀναστὰς ὁ ἀββᾶς Μακάριος ἀπέρχεται ἐπὶ τὴν παρακάτω ἔρημον. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ, λαβόντες βαΐα ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ. Καὶ λοιπὸν ἕκαστος ηὐτρεπίζετο, νομίζων ὅτι παρ’ αὐτῷ ἔμελλε καταλύειν ὁ γέρων. Ὁ δὲ ἐζήτει τίς εἴη ὁ καλούμενος Θεόπεμπτος ἐν τῷ ὄρει. Καὶ εὑρὼν, εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ. Ὁ δὲ Θεόπεμπτος ὑπεδέξατο αὐτὸν χαίρων. Ὡς δὲ ἤρξατο ἰδιάζειν αὐτὸν, ὁ γέρων λέγει· Πῶς τὰ κατὰ σὲ, ἀδελφέ; Ὁ δὲ εἶπεν· Εὐχαῖς σου, καλῶς. Εἶπε δὲ ὁ γέρων· Μὴ πολεμοῦσί σε οἱ λογισμοί; Ὁ δὲ εἶπε· Τέως καλῶς εἰμι· ᾐδεῖτο γὰρ εἰπεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἰδοὺ πόσα ἔτη ἀσκῶ, καὶ τιμῶμαι παρὰ πάντων, καὶ ἐμοὶ τῷ γέροντι ὀχλεῖ τὸ πνεῦμα τῆς πορνείας. Ἀπεκρίθη λέγων καὶ ὁ Θεόπεμπτος· Πίστευε, ἀββᾶ, καὶ ἐμοί. Ὁ δὲ γέρων προεφασίζετο καὶ ἑτέρους λογισμοὺς πολεμεῖν αὐτῷ, ἕως ποιήσει αὐτὸν ὁμολογῆσαι. Εἶτα λέγει αὐτῷ· Πῶς νηστεύεις; Ὁ δὲ λέγει αὐτῷ· Τὴν ἐνάτην. Λέγει αὐτῷ ὁ γέρων· Νήστευε ἕως ὀψὲ, καὶ ἄσκει· καὶ ἀποστήθιζε τοῦ Εὐαγγελίου καὶ τῶν ἄλλων Γραφῶν· καὶ ἐάν σοι ἀναβῇ λογισμὸς, μηδέποτε πρόσχῃς κάτω, ἀλλὰ πάντοτε ἄνω· καὶ εὐθέως σοι ὁ Κύριος βοηθεῖ. Καὶ τυπώσας ὁ γέρων τὸν ἀδελφὸν ἐξῆλθεν εἰς τὴν ἰδίαν ἔρημον. Καὶ παρατηρῶν πάλιν ὁρᾷ ἐκεῖνον τὸν δαίμονα, καὶ λέγει αὐτῷ· Ποῦ πάλιν ἀπέρχῃ; Ὁ δὲ λέγει· Ὑπομνῆσαι τοὺς ἀδελφούς. Καὶ ἀπῆλθεν. Ὡς δὲ πάλιν ἐπανῆλθε, λέγει αὐτῷ ὁ ἅγιος· Πῶς οἱ ἀδελφοί; Ὁ δὲ λέγει· Κακῶς. Ὁ δὲ γέρων λέγει· Διατί; Ὁ δὲ εἶπεν· Ἄγριοί εἰσιν ὅλοι καὶ τὸ μεῖζον κακὸν, ὅτι καὶ ὃν εἶχον φίλον ὑπακούοντά μοι, καὶ αὐτὸς οὐκ οἶδα πόθεν διεστράφη, καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἀγριώτερος ἐγένετο· καὶ ὤμοσα μηκέτι τὰ ἐκεῖ πατῆσαι, εἰ μὴ μετὰ χρόνον. Καὶ οὕτως εἰπὼν ἀπῆλθεν, ἐάσας τὸν γέροντα. Καὶ ὁ ἅγιος εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ.

δʹ. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος ὁ μέγας τῷ ἀββᾷ Ἀντωνίῳ, εἰς τὸ ὄρος· καὶ κρούσαντος αὐτοῦ τὴν θύραν, ἐξῆλθε πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ· Σὺ τίς εἶ; ὁ δὲ ἔφη· Ἐγώ εἰμι Μακάριος. Καὶ κλείσας τὴν θύραν εἰσῆλθε καὶ ἀφῆκεν αὐτόν. Καὶ ἰδὼν τὴν ὑπομονὴν αὐτοῦ, ἤνοιξεν αὐτῷ, καὶ χαριεντιζόμενος μετ’ αὐτοῦ, ἔλεγεν· Ἀπὸ πολλοῦ χρόνου ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. Καὶ φιλοξενήσας αὐτὸν ἀνέπαυσεν· ἦν γὰρ ἀπὸ καμάτου πολλοῦ. Ὀψίας δὲ γενομένης, ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Κέλευσον ἵνα κἀγὼ βρέξω ἐμαυτῷ. Ὁ δὲ εἶπε· Βρέξον. Καὶ ποιήσας δεσμὸν μέγαν, ἔβρεξε. Καὶ καθήμενοι ἀπὸ ὀψὲ, λαλοῦντες περὶ σωτηρίας ψυχῶν ἔπλεκον· καὶ ἡ σειρὰ διὰ τῆς θυρίδος εἰς τὸ σπήλαιον κατέβαινε. Καὶ εἰσελθὼν πρωῒ ὁ μακάριος Ἀντώνιος εἶδε τὸ πλῆθος τῆς σειρᾶς τοῦ ἀββᾶ Μακαρίου, καὶ ἔλεγε· Πολλὴ δύναμις ἐκ τῶν χειρῶν τούτων ἐξέρχεται.

εʹ. Ἔλεγεν ὁ ἀββᾶς Μακάριος περὶ τῆς ἐρημώσεως τῆς Σκήτεως τοῖς ἀδελφοῖς· Ὅταν ἴδητε κελλίον οἰκοδομούμενον ἐγγὺς τοῦ ἕλους, μάθετε ὅτι ἐγγύς ἐστιν ἡ ἐρήμωσις αὐτῆς· ὅταν ἴδητε δένδρα, ἐπὶ θυρῶν ἐστιν· ὅταν δὲ ἴδητε παιδία, ἄρατε τὰ μηλωτάρια ὑμῶν, καὶ ἀναχωρήσατε.

ϛʹ. Ἔλεγε πάλιν, παρηγορῆσαι θέλων τοὺς ἀδελφούς· Ἦλθεν ὧδε παιδίον δαιμονιζόμενον μετὰ τῆς μητρὸς αὐτοῦ, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ· Ἔγειρε, γραῖα, ἄγωμεν ἔνθεν. Ἡ δὲ εἶπεν· Οὐ δύναμαι πεζεῦσαι. Καὶ εἶπεν αὐτῇ τὸ παιδίον· Ἐγώ σε βαστάζω. Καὶ ἐθαύμασα τὴν πονηρίαν τοῦ δαίμονος, πῶς ἠθέλησεν αὐτοὺς φυγαδεῦσαι.

ζʹ. Ἔλεγεν ὁ ἀββᾶς Σισόης· Ὅτε ἤμην εἰς Σκῆτιν μετὰ τοῦ Μακαρίου, ἀνέβημεν θερίσαι μετ’ αὐτοῦ ἐπτὰ ὀνόματα· καὶ ἰδοὺ μία χήρα καλαμωμένη ἦν ὀπίσω ἡμῶν, καὶ οὐκ ἐπαύετο κλαίουσα. Ἐφώνησεν οὖν ὁ γέρων τὸν κύριον τοῦ χωρίου, καὶ εἶπεν αὐτῷ· Τί ἔχει ἡ γραῦς αὕτη, ὅτι πάντοτε κλαίει; Λέγει αὐτῷ· Ὅτι ὁ ἀνὴρ αὐτῆς εἶχε παραθήκην τινὸς, καὶ ἀπέθανεν ἄφνω, καὶ οὐκ εἶπε ποῦ ἔθηκεν αὐτήν· καὶ θέλει ὁ κύριος τῆς παραθήκης λαβεῖν αὐτὴν καὶ τὰ τέκνα αὐτῆς εἰς δούλους. Λέγει αὐτῷ ὁ γέρων· Εἰπὲ αὐτῇ ἵνα ἔλθῃ πρὸς ἡμᾶς, ὅπου ἀναπαυόμεθα τὸ καῦμα. Καὶ ἐλθούσης τῆς γυναικὸς, εἶπεν αὐτῇ ὁ γέρων· Τί πάντα οὕτως κλαίεις; Καὶ εἶπεν· Ὁ ἀνήρ μου ἀπέθανε λαβὼν παραθήκην τινὸς, καὶ οὐκ εἶπεν ἀποθνήσκων ποῦ ἔθηκεν αὐτήν. Καὶ εἶπεν ὁ γέρων πρὸς αὐτήν· Δεῦρο, δεῖξόν μοι ποῦ ἔθηκας αὐτόν. Καὶ λαβὼν τοὺς ἀδελφοὺς μεθ’ ἑαυτοῦ, ἐξῆλθε σὺν αὐτῇ. Καὶ ἐλθόντων ἐπὶ τὸν τόπον, εἶπεν αὐτῇ ὁ γέρων· Ἀναχώρησον εἰς τὸν οἶκόν σου. Καὶ προσευξαμένων αὐτῶν, ἐφώνησεν ὁ γέρων τὸν νεκρὸν, λέγων· Ὁ δεῖνα, ποῦ ἔθηκας τὴν ἀλλοτρίαν παραθήκην; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Εἰς τὸν οἶκόν μου κέκρυπται, ὑπὸ τὸν πόδα τῆς κλίνης. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κοιμῶ πάλιν ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως. Ἰδόντες δὲ οἱ ἀδελφοὶ, ἀπὸ τοῦ φόβου ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Οὐ δι’ ἐμὲ γέγονε τοῦτο· οὐδὲν γάρ εἰμι· ἀλλὰ διὰ τὴν χήραν καὶ τὰ ὀρφανὰ ὁ Θεὸς ἐποίησε τὸ πρᾶγμα· τοῦτο δέ ἐστι τὸ μέγα, ὅτι ἀναμάρτητον θέλει ὁ Θεὸς τὴν ψυχήν· καὶ εἴ τι ἂν αἰτήσηται λαμβάνει. Ἐλθὼν δὲ, ἀνήγγειλε τῇ χήρᾳ ποῦ κεῖται ἡ παραθήκη. Ἡ δὲ λαβοῦσα αὐτὴν, ἔδωκε τῷ κυρίῳ αὐτῆς, καὶ ἠλευθέρωσε τὰ τέκνα αὐτῆς. Καὶ πάντες οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.

ηʹ. Ἔλεγεν ὁ ἀββᾶς Πέτρος περὶ τοῦ γίου Μακαρίου, ὅτι παραγενόμενός ποτε πρός τινα ἀναχωρητὴν, καὶ εὑρὼν αὐτὸν κακούμενον, ἐπυνθάνετο τί βούλοιτο τραφῆναι, οὐδενὸς ὄντος ἐν τῷ κελλίῳ αὐτοῦ. Καὶ φήσαντος ἐκείνου, Πάστιλον, εἰς τὴν Ἀλεξανδρέων πόλιν οὐκ ὤκνησεν ὁ ἀνδρεῖος παραγενέσθαι, καὶ δοῦναι τῷ κάμνοντι· καὶ τὸ θαυμαστὸν μηδενὶ κατάδηλον γενόμενον.

θʹ. Εἶπε πάλιν, ὅτι ἐν ἀκακίᾳ τοῦ ἀββᾶ Μακαρίου πολιτευομένου πρὸς πάντας τοὺς ἀδελφοὺς, ἔφησαν αὐτῷ τινες· Διατί οὕτως ἑαυτὸν ποιεῖς; Ὁ δὲ εἶπε· Δώδεκα ἔτη ἐδούλευσα τῷ Κυρίῳ μου, ἵνα μοι χαρίσηται τὸ χάρισμα τοῦτο, καὶ πάντες μοι συμβουλεύετε ἀποθέσθαι αὐτό;

ιʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ εὐκαίρησε μετὰ ἀδελφῶν, ἐτίθει ἑαυτῷ ὅρον, ὅτι Ἐὰν εὑρεθῇ οἶνος, διὰ τοὺς ἀδελφοὺς πίνε, καὶ ἀντὶ ἐνὸς ποτηρίου οἴνου, μίαν ἡμέραν μὴ πίῃς ὕδωρ. Οἱ οὖν ἀδελφοὶ, χάριν ἀναπαύσεως ἐδίδουν αὐτῷ. Ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ. Ὁ δὲ μαθητὴς εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· Διὰ τὸν Κύριον, μὴ δῶτε αὐτῷ· εἰ δὲ μή γε, εἰς τὸ κελλίον μέλλει ἑαυτὸν δαμάζειν. Καὶ μαθόντες οἱ ἀδελφοὶ, οὐκ ἔτι αὐτῷ παρεῖχον.

ιαʹ. Παρερχόμενός ποτε ἀπὸ τοῦ ἕλους εἰς τὸ κελλίον ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία, καὶ ἰδοὺ ὑπήντησεν αὐτῷ ὁ διάβολος κατὰ τὴν ὁδὸν μετὰ δρεπάνου· καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε. καὶ λέγει αὐτῷ· Πολλὴ βία ἀπὸ σοῦ, Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σέ. Ἰδοὺ γὰρ εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις, κἀγώ· ἀγρυπνεῖς, κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον ἐν ᾧ νικᾷς με. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Ποῖον τοῦτο; Ὁ δὲ ἔφη· Ἡ ταπείνωσίς σου· καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ.

ιβʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Μακάριον τὸν Αἰγύπτιον, λέγοντες· Πῶς ὅτε ἐσθίεις καὶ ὅτε νηστεύεις, τὸ σῶμά σου ξηρόν ἐστι; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα, δι’ ὅλου ἐσθίεται ἐκ τοῦ πυρός. Οὕτως ἐὰν καθαρεύσῃ ἄνθρωπος τὸν νοῦν αὐτοῦ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ Θεοῦ κατεσθίει τὸ σῶμα αὐτοῦ.

ιγʹ. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Μακάριος ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν κοιμηθῆναι. Ἦσαν δὲ ἐκεῖ σκηνώματα Ἑλλήνων παλαιά· καὶ λαβὼν ἓν, ὑπέθηκε τῇ ἑαυτοῦ κεφαλῇ, ὡς ἐμβρίμιον. Οἱ οὖν δαίμονες, ὁρῶντες αὐτοῦ τὸ θαρσαλέον, ἐφθόνησαν· καὶ θέλοντες αὐτὸν πτοῆσαι, ἐφώνουν ὡς γυναικὸς ὄνομα, λέγοντες· Ἡ δεῖνα, δεῦρο μεθ’ ἡμῶν εἰς τὸ βαλανεῖον. Ὑπήκουσε δὲ ἄλλος δαίμων ὑποκάτωθεν αὐτοῦ ὡς ἐκ τῶν νεκρῶν, λέγων· Ξένον ἔχω ἐπάνω μου, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὁ δὲ γέρων οὐκ ἐπτοήθη· ἀλλὰ θαῤῥῶν ἔτυπτε τὸ σκήνωμα, λέγων· Ἔγειραι, ὕπαγε εἰς τὸ σκότος, εἰς δύνασαι. Καὶ τοῦτο ἀκούσαντες οἱ δαίμονες, ἐβόησαν φωνῇ μεγάλῃ, λέγοντες· Ἐνίκησας ἡμᾶς. Καὶ ἔφυγον καταισχυνόμενοι.

ιδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀναβαίνων ἀπὸ Σκήτεως, καὶ βαστάζων σπυρίδας, κοπιάσας ἐκαθέσθη· καὶ ηὔξατο λέγων· Ὁ Θεὸς, σὺ οἶδας ὅτι οὐκ ἰσχύω. Καὶ εὐθέως εὑρέθη ἐπὶ τὸν ποταμόν.

ιεʹ. Ἦν τις ἔχων υἱὸν παραλυτικὸν ἐν Αἰγύπτῳ· καὶ ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μακαρίου· καὶ ἀφεὶς αὐτὸν ἐπὶ τὴν θύραν κλαίοντα, ἀνεχώρησε μακράν. Παρακύψας οὖν ὁ γέρων, εἶδε τὸ παιδίον, καὶ λέγει αὐτῷ· Τίς ἤνεγκέ σε ὧδε; Καὶ λέγει· Ὁ πατήρ μου ἔῤῥιψέ με ὧδε, καὶ ἀπῆλθε. Λέγει αὐτῷ ὁ γέρων· Ἀναστὰς κατάλαβε αὐτόν. Καὶ εὐθέως ὑγιάνας, ἀνέστη, καὶ κατέλαβε τὸν πατέρα αὐτοῦ· καὶ οὕτως ἀπῆλθον εἰς τὸν οἶκον αὐτῶν.

ιϛʹ. Ὁ ἀββᾶς Μακάριος ὁ μέγας ἔλεγε τοῖς ἀδελφοῖς ἐν τῇ Σκήτει, ὡς ἀπέλυε τὴν ἐκκλησίαν· Φεύγετε, ἀδελφοί. Καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων· Ποῦ ἔχομεν φυγεῖν πλέον τῆς ἐρήμου ταύτης; Ὁ δὲ ἐτίθει τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα, λέγων· Τοῦτο φεύγετε. Καὶ εἰσήρχετο εἰς τὸ κελλίον ἑαυτοῦ, καὶ ἔκλειε τὴν θύραν, καὶ ἐκάθητο.

ιζʹ. Εἶπεν ὁ αὐτὸς ἀββᾶς Μακάριος· Ἐάν τινι ἐπιτιμῶν, εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος πληροῖς. Οὐ γὰρ ἵνα ἄλλους σώσῃς, σεαυτὸν ἀπολέσεις.

ιηʹ. Ὁ αὐτὸς ἀββᾶς Μακάριος, ἐν Αἰγύπτῳ ὢν, εὗρεν ἄνθρωπον ἔχοντα κτῆνος καὶ συλοῦντα τὰς χρείας αὐτοῦ· καὶ αὐτὸς ὡς ξένος παραστὰς τῷ συλοῦντι, συνεγέμου τὸ κτῆνος, καὶ μετὰ πολλῆς ἡσυχίας προέπεμπεν αὐτὸν, λέγων, ὅτι Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ Κύριος ἔδωκεν· ὡς αὐτὸς ἠθέλησεν, οὕτως καὶ ἐγένετο. Εὐλογητὸς Κύριος ἐπὶ πᾶσιν.

ιθʹ. Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγοντες· Πῶς ὀφείλομεν προσεύχεσθαι; Λέγει αὐτοῖς ὁ γέρων· Οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ’ κτείνειν τὰς χεῖρας, καὶ λέγειν· Κύριε, ὡς θέλεις καὶ ὡς οἶδας, ἐλέησον. Ἐὰν δὲ ἐπίκειται πόλεμος· Κύριε, βοήθει. Καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ’ ἡμῶν ἔλεος.

κʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦτος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις. Ἀμήχανον γάρ ἐστι τὸν καλῶς πιστεύοντα, καὶ ἐν εὐσεβείᾳ ἐργαζόμενον, ἐμπεσεῖν εἰς ἀκαθαρσίαν παθῶν καὶ δαιμόνων πλάνην.

καʹ. Ἔλεγον, ὅτι ἐσφάλησαν δύο ἀδελφοὶ Σκῆτιν· καὶ ἐχώρισεν αὐτοὺς ὁ ἀββᾶς Μακάριος ὁ πολιτικός· καὶ ἦλθόν τινες, καὶ εἶπον τῷ ἀββᾷ Μακαρίῳ τῷ μεγάλῳ τοῦ Αἰγυπτίῳ. Ὁ δὲ εἶπεν· Οὐκ εἰσὶν οἱ ἀδελφοὶ κεχωρισμένοι, ἀλλὰ Μακάριός ἐστι κεχωρισμένος· ἦν γὰρ ἀγαπῶν αὐτόν. Ἤκουσεν ὁ ἀββᾶς Μακάριος, ὅτι ἐχωρίσθη ὑπὸ τοῦ γέροντος, καὶ ἔφυγεν εἰς τὸ ἕλος. Ἐξῆλθεν οὖν ὁ ἀββᾶς Μακάριος ὁ μέγας, καὶ εὑρίσκει αὐτὸν τιτρωσκόμενον ὑπὸ τῶν κωνώπων, καὶ λέγει αὐτῷ· Σὺ ἐχώρισας τοὺς ἀδελφοὺς, καὶ ἰδοὺ εἶχον ἀναχωρῆσαι εἰς τὴν κώμην. Ἐγὼ δέ σε ἐχώρισα, καὶ σὺ ὡς καλὴ παρθένος εἰς τὸν ἐσώτερον κοιτῶνα ἔφυγες ὧδε. Ἐγὼ δὲ καλέσας τοὺς ἀδελφοὺς, ἔμαθον παρ’ αὐτῶν, καὶ εἶπον· Οὐδὲν τούτων γέγονε. Βλέπε οὖν καὶ σὺ, ἀδελφὲ, μὴ ἀπὸ δαιμόνων ἐχλευάσθης (οὐδὲν γὰρ ἑώρακας), ἀλλὰ βάλε μετάνοιαν ὑπὲρ τοῦ σφάλματός σου. Ὁ δὲ εἶπεν· Εἰ θέλεις, δός μοι μετάνοιαν. Ἰδὼν δὲ ὁ γέρων τὴν ταπείνωσιν αὐτοῦ, ἔλεγεν· Ὕπαγε, καὶ νήστευσον τρεῖς ἑβδομάδας, κατὰ ἑβδομάδα ἐσθίων. Αὕτη γὰρ ἦν ἡ ἐργασία αὐτοῦ πάντοτε, τὰς ἑβδομάδας νηστεύειν.

κβʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς τῷ ἀββᾷ Μακαρίῳ εἰς Σκῆτιν· Θέλω ἡσυχάσαι, καὶ οὐκ ἀφιοῦσί με οἱ ἀδελφοί. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Θεωρῶ ὅτι ἡ φύσις σου ἁπαλή ἐστι, καὶ οὐ δύνασαι ἀποστρέψαι ἀδελφόν· ἀλλ’ ἐὰν θέλῃς ἡσυχάσαι, ὕπαγε εἰς τὴν ἔρημον ἔσω εἰς τὴν Πέτραν, κἀκεῖ ἡσυχάζεις. Καὶ τοῦτο ἐποίησε, καὶ ἀνεπάη.

κγʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ τῷ Αἰγυπτίῳ, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἰπέ μοι ῥῆμα πῶς σωθῶ. Καὶ λέγει ὁ γέρων· Ὕπαγε εἰς τὸ μνη μεῖον, καὶ ὕβρισον τοὺς νεκρούς. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς, ὕβρισε καὶ ἐλίθασε· καὶ ἐλθὼν ἀπήγγειλε τῷ γέροντι. Καὶ λέγει αὐτῷ· Οὐδέν σοι ἐλάλησαν; Ὁ δὲ ἔφη· Οὐχί. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε πάλιν αὔριον, καὶ δόξασον αὐτούς. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς, ἐδόξασεν αὐτοὺς, λέγων· Ἀπόστολοι, ἅγιοι, καὶ δίκαιοι. Καὶ ἦλθε πρὸς τὸν γέροντα, καὶ εἶπεν αὐτῷ· Ἐδόξασα. Καὶ λέγει αὐτῷ· Οὐδέν σοι ἀπεκρίθησαν; Ἔφη ὁ ἀδελφός· Οὐχί. Λέγει αὐτῷ ὁ γέρων· Οἶδας πόσα ἠτίμασας αὐτοὺς, καὶ οὐδέν σοι ἀπεκρίθησαν, καὶ πόσα ἐδόξασας αὐτοὺς, καὶ οὐδέν σοι ἐλάλησαν· οὕτως καὶ σὺ, ἐὰν θέλῃς σωθῆναι, γενοῦ νεκρός· μήτε τὴν ἀδικίαν τῶν ἀνθρώπων, μήτε τὴν δόξαν αὐτῶν λογίσῃ, ὡς οἱ νεκροί· καὶ δύνασαι σωθῆναι.

κδʹ. Παρερχόμενός ποτε ὁ ἀββᾶς Μακάριος μετὰ ἀδελφῶν διὰ τῆς Αἰγύπτου, ἤκουσε παιδίου λέγοντος τῇ μητρὶ αὐτοῦ· Ἀμμᾶ, πλούσιός τις ἀγαπᾷ με, καὶ μισῶ αὐτόν· καὶ πτωχὸς μισεῖ με, καὶ ἀγαπῶ αὐτόν. Καὶ ἀκούσας ὁ ἀββᾶς Μακάριος, ἐθαύμασε. Καὶ λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Τί ἐστι τὸ ῥῆμα τοῦτο, Πάτερ, ὅτι ἐθαύμασας; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ἀληθῶς ὁ Κύριος ἡμῶν πλούσιός ἐστι καὶ ἀγαπᾷ ἡμᾶς, καὶ οὐ θέλομεν αὐτοῦ ἀκοῦσαι· ὁ δὲ ἐχθρὸς ἡμῶν διάβολος πτωχός ἐστι καὶ μισεῖ ἡμᾶς, καὶ ἀγαπῶμεν αὐτοῦ τὴν ἀκαθαρσίαν.

κεʹ. Παρεκάλεσεν ὁ ἀββᾶς Ποιμὴν αὐτὸν μετὰ πολλῶν δακρύων, λέγων· Εἰπέ μοι ῥῆμα πῶς σωθῶ. Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῷ· Τὸ πρᾶγμα ὃ ζητεῖς, ἀπῆλθε νῦν ἀπὸ τῶν μοναχῶν.

κϛʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ἀντωνίῳ· καὶ λαλήσας αὐτῷ, ὑπέστρεψεν εἰς Σκῆν. Καὶ ἦλθον οἱ Πατέρες εἰς ἀπάντησιν αὐτοῦ. Καὶ ὡς ἐλάλουν, εἶπεν αὐτοῖς ὁ γέρων· Ἔφην τῷ ἀββᾷ Ἀντωνίῳ, ὡς οὐκ ἔχομεν προσφορὰν ἐν τῷ τόπῳ ἡμῶν. Καὶ ἤρξαντο οἱ Πατέρες λαλεῖν περὶ ἄλλων, καὶ οὐκ ἠρώτησαν ἔτι μαθεῖν τὴν ἀπόκρισιν παρὰ τοῦ γέροντος, οὔτε ὁ γέρων αὐτοῖς εἶπε. Τοῦτο οὖν ἔλεγέ τις τῶν Πατέρων, ὅτι ἐὰν ἴδωσιν οἱ Πατέρες ὅτι λανθάνει τοὺς ἀδελφοὺς τῷ ἐρωτῆσαι περὶ πράγματος ὠφελοῦντος αὐτοὺς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκασθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ εὑρεθῶσιν ὡς μὴ ἐπερωτώμενοι καὶ λαλοῦντες, καὶ ὡς ἀργολογία εὑρίσκηται.

κζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἡσαΐας τὸν ἀββᾶν Μακάριον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φεῦγε τοὺς ἀνθρώπους. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἡσαΐας· Τί ἐστι τὸ φεύγειν τοὺς ἀνθρώπους; Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Τὸ καθίσαι εἰς τὸ κελλίον σου, καὶ κλαῦσαι τὰς ἁμαρτίας σου.

κηʹ. Ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι Παρεκάλεσα τὸν Πατέρα μου, λέγων· Εἰπέ μοι λόγον. Ὁ δὲ ἔφη· Μὴ κακοποιήσῃς τινὰ, μηδὲ κατακρίνῃς τινά. Ταῦτα τήρει, καὶ σώζῃ.

κθʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Μὴ κοιμηθῇς εἰς κελλίον ἀδελφοῦ ἔχοντος κακὴν φήμην.

λʹ. Παρέβαλόν ποτε τῷ ἀββᾷ Μακαρίῳ ἀδελφοὶ εἰς Σκῆτιν, καὶ οὐχ εὗρον ἐν τῷ κελλίῳ αὐτοῦ οὐδὲν, εἰ μὴ ὕδωρ σαπρόν. Καὶ λέγουσιν αὐτῷ· Ἀββᾶ, δεῦρο ἄνω εἰς τὴν κώμην, καὶ ἀναπαύομέν σε. Λέγει αὐτοῖς ὁ γέρων· Οἴδατε, ἀδελφοὶ, τὸ ἀρτοκοπεῖον τοῦ δεῖνος εἰς τὴν κώμην; Καὶ λέγουσιν αὐτῷ· Ναί. Ἔφη αὐτοῖς ὁ γέρων· Κἀγὼ οἶδα αὐτό. Οἴδατε καὶ τὸ χωρίον τοῦ δεῖνος ὅπου ὁ ποταμὸς κρούει; Λέγουσιν αὐτῷ· Ναί. Λέγει αὐτοῖς ὁ γέρων· Κἀγὼ οἶδα αὐτό. Ὅτε οὖν θέλω, οὐ χρείαν ὑμῶν ἔχω, ἀλλ’ ἐμαυτῷ ἀναβάζω.

λαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ προσήρχετο αὐτῷ ἀδελφὸς, ὡς ἁγίῳ γέροντι καὶ μεγάλῳ μετὰ φόβου, οὐδὲν ἐλάλει αὐτῷ. Εἰ δὲ ἔλεγεν αὐτῷ τις τῶν ἀδελφῶν ὡς ἐξουθενῶν αὐτόν· Ἀββᾶ, ἆρα ὅταν ἦς καμηλίτης καὶ ἔκλεπτες νίτρον καὶ ἐπώλεις αὐτὸ, οὐκ ἔδερόν σε οἱ τηρηταί; Εἰ ταῦτά τις ἔλεγεν αὐτῷ, ἐλάλει αὐτῷ μετὰ χαρᾶς, εἴ τι αὐτὸν ἠρώτα.

λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι γέγονε καθώς ἐστι γεγραμμένον θεὸς ἐπίγειος, ὅτι ὥσπερ ἐστὶν ὁ Θεὸς σκεπάζων τὸν κόσμον, οὕτως γέγονεν ὁ ἀββᾶς Μακάριος σκεπάζων τὰ ἐλαττώματα, ἃ ἔβλεπεν ὡς μὴ βλέπων, καὶ ἃ ἤκουεν ὡς μὴ ἀκούων.

λγʹ. Διηγήσατο ὁ ἀββᾶς Βιτίμιος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· Καθημένου μού ποτε εἰς Σκῆτιν, κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον, ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. Καὶ ἦλθον πρὸς μὲ λέγοντες· Ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; Κἀγὼ εἶπον· Τί θέλετε αὐτόν; Καὶ λέγουσιν· Ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως, ἤλθομεν ἰδεῖν αὐτόν. Λέγω αὐτοῖς· Ἐγώ εἰμι. Καὶ ἔβαλον μετάνοιαν, λέγοντες· Ὧδε θέλομεν μεῖναι. Ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου, λέγω αὐτοῖς· Οὐ δύνασθε καθίσαι ὧδε. Καὶ λέγει ὁ μειζότερος· Ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε, ὑπάγομεν ἀλλαχοῦ. Λέγω ἐγὼ τῷ λογισμῷ μου· Διατί διώκω αὐτοὺς, καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι’ ἑαυτῶν φυγεῖν. Καὶ λέγω αὐτοῖς· Δεῦτε, ποιήσατε ἑαυτοῖς κελλίον, εἰ δύνασθε. Καὶ λέγουσι· Δεῖξον ἡμῖν τόπον, καὶ ποιοῦμεν. Ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν, καὶ ἀναβολίδιν μεστὸν ψωμίων, καὶ ἅλας· ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν, λέγων· Λατομήσατε ὧδε, καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους, καὶ στεγάσαντες καθίσατε. Ἐνόμιζον δὲ ἐγὼ, φησὶν, ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. Ἠρώτησαν δέ με, τί ἐργάζωνται ὧδε. Λέγω αὐτοῖς· Τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους, καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς, καὶ πῶς ῥάπτειν δεῖ, καὶ εἶπον· Ποιεῖτε σπυρίδας, καὶ παρέχετε τοῖς φύλαξι καὶ φέρουσιν ὑμῖν ψωμία. Λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. Αὐτοὶ δὲ μεθ’ ὑπομονῆς πάντα ἐποίησαν, ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. Καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοὶς, λέγων· Τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν, ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; Οἱ ἀπὸ μήκοθεν ἔρχονται πρὸς μέ· καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον, οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον· εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες, λαβεῖν τὴν προσφοράν. Καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα, ἵνα δείξῃ μοι τὴν ἐργασίαν αὐτῶν. Ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν πῶς κάθηνται. Καὶ κρούσαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχὴν, ἐκάθισα. Νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν, ἐκάθισε πλέκειν τὴν σειρὰν, λαλήσας μηδέν· καὶ τῇ ὥρᾳ τῆς ἐνάτης, ἔκρουσε, καὶ ἦλθεν ὁ νεώτερος, καὶ ἐποίησε μικρὸν ἕψημα, καὶ παρέθηκε τράπεζαν, νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας, καὶ ἔστη σιωπῶν. Ἐγὼ δὲ εἶπον· Ἐγείρεσθε, φάγωμεν. Καὶ ἀναστάντες, ἐφάγομεν· καὶ ἤνεγκε τὸ βαυκάλιον, καὶ ἐπίομεν. Ὡς δὲ ἐγένετο ἑσπέρα, λέγουσί μοι· Ὑπάγεις; Ἐγὼ δὲ εἶπον· Οὐχὶ, ἀλλ’ ὧδε κοιμῶμαι. Καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος, καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος· καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους, καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου. Ὡς δὲ ἔθηκαν ἑαυτοὺς, ηὐξάμην τῷ Θεῷ, ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. Καὶ ἠνεῴχθη ἡ στέγη, καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. Καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι, νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευρὰν, καὶ ἐγείρονται, καὶ ζώνουσιν ἑαυτοὺς, καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. Καὶ ἐθεώρουν αὐτούς· αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον· καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ, οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ εἶδον ἄγγελον Κυρίου κατέχοντα ῥομφαίαν πυρὸς, καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ’ αὐτοῦ. Τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγίσαι. Καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διϋπνίσθην, καὶ αὐτοὶ ὡσαύτως. Εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· Θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; Λέγω· Ναί. Καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν Ἀλληλούϊα Καὶ κατὰ στίχον, ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. Ὡσαύτως καὶ ὁ μείζων, ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων, ὡς σχοινίον πυρὸς ἐξήρχετο, καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. Κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. Καὶ ἐξελθὼν, λέγω· Εὔξασθε περὶ ἐμοῦ. Αὐτοὶ δὲ ἔβαλον μετάνοιαν, σιωπῶντες. Ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι· τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. Μετὰ δὲ μικρὰς ἡμέρας, ἐκοιμήθη ὁ μείζων ἀδελφὸς, καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μικρότερος. Καὶ ὅτε παρέβαλόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτο
ὺς εἰς τὴν κέλλαν αὐτῶν, λέγων· Δεῦτε, ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.

λδʹ. Ἀπέστειλάν ποτε πρὸς τὸν ἀββᾶν Μακάριον ἐν τῇ Σκήτει οἱ γέροντες τοῦ ὄρους, παρακαλοῦντες αὐτόν· καί φασι πρὸς αὐτόν· Ἵνα μὴ σκυλῇ πᾶς ὁ λαὸς πρὸς σὲ, ἀξιοῦμέν σε παραγενέσθαι πρὸς ἡμᾶς, ὅπως θεασώμεθα πρὸ τοῦ σε ἐκδημῆσαι πρὸς Κύριον. Παραγενομένου δὲ αὐτοῦ ἐν τῷ ὄρει, συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν. Καὶ παρεκάλουν αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. Ὁ δὲ ἀκούσας ἔφη· Κλαύσωμεν, ἀδελφοὶ, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ σώματα ἡμῶν. Καὶ ἔκλαυσαν πάντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον· Πάτερ, εὖξαι ὑπὲρ ἡμῶν.

λεʹ. Ἄλλοτε πάλιν, δαίμων ἐπέστη τῷ ἀββᾷ Μακαρίῳ μετὰ μαχαιρίου, θέλων τὸν πόδα αὐτοῦ κόψαι· καὶ διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ μὴ δυνηθεὶς, λέγει αὐτῷ· Ὅσα ἔχετε, καὶ ἡμεῖς ἔχομεν· μόνῃ τῇ ταπεινοφροσύνῃ διαφέρετε ἡμῶν, καὶ κρατεῖτε.

λϛʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Ἐὰν μνησθῶμεν τῶν ὑπὸ τῶν ἀνθρώπων ἐπαγομένων ἡμῖν κακῶν, ἀναιροῦμεν τὴν δύναμιν τῆς τοῦ Θεοῦ μνήμης. Ἐὰν δὲ μνησθῶμεν τῶν κακῶν τῶν δαιμόνων, ἐσόμεθα ἄτρωτοι.

λζʹ. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἔλεγεν ὁ γέρων ὅτι, Ὅτε ἤμην παιδίον, μετὰ τῶν ἄλλων παιδίων ἔβοσκον βοΐδια· καὶ ἀπῆλθον κλέψαι συκίδια. Καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν· καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύσω αὐτοῦ, κάθημαι κλαίων.

ληʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος ὅτι, Περιπατῶν ποτε εἰς τὴν ἕρημον, εὗρον κρανίον εἰς τὸ ἔδαφος νεκροῦ ἐῤῥιμμένον· καὶ σαλεύσας αὐτὸ τῇ βαΐνῃ ῥάβδῳ, ἐλάλησέ μοι τὸ κρανίον. Καὶ λέγω αὐτῷ· Σὺ τίς εἶ; Ἀπεκρίθη μοι τὸ κρανίον· Ἐγὼ ἤμην ἀρχιερεὺς τῶν εἰδώλων, καὶ τῶν μεινάντων Ἑλλήνων ἐν τῷ τόπῳ τούτῳ· σὺ δὲ εἶ Μακάριος ὁ πνευματοφόρος· οἵαν ὥραν σπλαγχνισθῇς τοὺς ἐν τῇ κολάσει, καὶ εὔχῃ περὶ αὐτῶν, παραμυθοῦνται ὀλίγον. Λέγει αὐτῷ ὁ γέρων· Ποία ἐστὶν ἡ παραμυθία, καὶ τίς ἡ κόλασις; Λέγει αὐτῷ· Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτόν ἐστι τὸ πῦρ ὑποκάτωθεν ἡμῶν, ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑστηκότων ἡμῶν μέσον τοῦ πυρός· καὶ οὐκ ἔστι πρόσωπον πρὸς πρόσωπον θεάσασθαί τινα· ἀλλὰ τὸ πρόσωπον ἐκάστου, πρὸς τὸν ἑτέρου νῶτον κεκόλληται. Ὡς οὖν εὔχῃ ὑπὲρ ἡμῶν, ἐκ μέρους τις θεωρεῖ τὸ πρόσωπον τοῦ ἑτέρου. Αὕτη ἐστὶν ἡ παραμυθία. Καὶ κλαύσας ὁ γέρων εἶπεν· Οὐαὶ τῇ ἡμέρᾳ ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος. Λέγει αὐτῷ ὁ γέρων· Ἔστιν ἄλλη χείρων βάσανος; Λέγει αὐτῷ τὸ κρανίον· Μειζοτέρα βάσανός ἐστιν ὑποκάτωθεν ἡμῶν. Λέγει αὐτῷ ὁ γέρων· Καὶ τίνες εἰσὶν ἐκεῖ; Λέγει αὐτῷ τὸ κρανίον· Ἡμεῖς ὡς μὴ εἰδότες τὸν Θεὸν, κἂν ὀλίγον ἐλεούμεθα· οἱ δὲ ἐπιγνόντες τὸν Θεὸν, καὶ ἀρνησάμενοι αὐτὸν, ὑποκάτωθεν ἡμῶν εἰσι. Καὶ λαβὼν ὁ γέρων τὸ κρανίον, ἔχωσεν αὐτό.

λθʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀνέβαινέ ποτε ἐκ τῆς Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ὡς ἤγγισεν εἰς τὸν τόπον, εἶπε τῷ μαθητῇ αὐτοῦ· Πρόλαβε μικρόν. Καὶ ἐν τῷ προάγειν αὐτὸν, συναντᾷ τινι ἱερεῖ τῶν Ἑλλήνων· καὶ κράξας αὐτῷ ὁ ἀδελφὸς, ἐφώνει λέγων· Αἲ αἲ δαῖμον, ποῦ τρέχεις; Στραφεὶς δὲ ἐκεῖνος, διδοῖ αὐτῷ πληγὰς, καὶ ἀφίει αὐτὸν ἡμιθανῆ. Καὶ ἄρας τὸ ξύλον ἔτρεχε. Καὶ προβάντι ὀλίγον, συναντᾷ αὐτῷ ὁ ἀββᾶς Μακάριος τρέχοντι· καὶ λέγει αὐτῷ· Σωθείης, σωθείης, καματηρέ. Καὶ θαυμάσας ἦλθε πρὸς αὐτὸν, καὶ εἶπεν· Τί καλὸν εἶδες ἐν ἐμοὶ, ὅτι προσηγόρευσάς με; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι εἶδόν σε κοπιῶντα· καὶ οὐκ οἶδας ὅτι εἰς κενὸν κοπιᾷς. Λέγει αὐτῷ καὶ αὐτός· Κἀγὼ ἐπὶ τῷ ἀσπασμῷ σου κατενύγην· καὶ ἔμαθον ὅτι τοῦ μέρους τοῦ Θεοῦ εἶ. Ἄλλος δὲ κακὸς μοναχὸς ἀπαντήσας μοι, ὕβρισέ με· κἀγὼ ἔδωκα αὐτῷ πληγὰς εἰς θάνατον. Καὶ ἔγνω ὁ γέρων ὅτι ὁ μαθητὴς αὐτοῦ ἐστι. Καὶ κρατήσας τοὺς πόδας αὐτοῦ ὁ ἱερεὺς ἔλεγεν· Οὐκ ἀφῶ σε, ἐὰν μὴ ποιήσῃς με μοναχόν. Καὶ ἦλθον ἐπάνω ὅπου ἦν ὁ μοναχὸς, καὶ ἐβάσταξαν αὐτὸν, καὶ ἤνεγκαν εἰς τὴν ἐκκλησίαν τοῦ ὄρους. Καὶ ἰδόντες τὸν ἱερέα μετ’ αὐτοῦ, ἐξέστησαν· καὶ ἐποίησαν αὐτὸν μοναχόν. Καὶ πολλοὶ τῶν Ἑλλήνων ἐγένοντο δι’ αὐτὸν Χριστιανοί. Ἔλεγεν οὖν ὁ ἀββᾶς Μακάριος, ὅτι ὁ λόγος ὁ κακὸς, καὶ τοὺς καλοὺς ποιεῖ κακούς· καὶ ὁ καλὸς λόγος, καὶ τοὺς κακοὺς ποιεῖ καλούς.

μʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἀπόντος αὐτοῦ, εἰσῆλθε λῃστὴς εἰς τὸ κελλίον αὐτοῦ. Παραγενομένου δὲ αὐτοῦ εἰς τὸ κελλίον, εὗρε τὸν λῃστὴν γεμίζοντα τὴν κάμηλον τὰ σκεύη αὐτοῦ. Αὐτὸς δὲ εἰσελθὼν εἰς τὸ κελλίον, ἐλάμβανεν ἀπὸ τῶν σκευῶν, καὶ συνεγέμιζε μετ’ αὐτοῦ τὴν κάμηλον. Ὡς οὖν ἐγέμισαν, ἤρξατο ὁ λῃστὴς τύπτειν τὴν κάμηλον, ἵνα ἀναστῇ· καὶ οὐκ ἠγείρετο. Ἰδὼν δὲ ὁ ἀββᾶς Μακάριος ὅτι οὐκ ἐγείρεται, εἰσελθὼν ἐν τῷ κελλίῳ εὗρε μικρὸν σκαλίδιν· καὶ ἐκβαλὼν, ἐπέθηκε τῇ καμήλῳ, λέγων· Ἀδελφὲ, τοῦτο ζητεῖ ἡ κάμηλος. Καὶ κρούσας αὐτὴν ὁ γέρων τῷ ποδὶ, λέγει· Ἀνάστα. Καὶ εὐθέως ἀνέστη, καὶ ἀπῆλθε μικρὸν διὰ τὸν λόγον αὐτοῦ. Καὶ πάλιν ἐκάθισε, καὶ οὐκ ἀνέστη, ἕως ἀπεγέμισαν ὅλα τὰ σκεύη· καὶ οὕτως ἀπῆλθεν.

μαʹ. Ὁ ἀββᾶς Ἀϊὼ ἠρώτησε τὸν ἀββᾶν Μακάριον, λέγων· Εἰπέ μοι ῥῆμα. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.

Περὶ τοῦ ἀββᾶ Μωσῆ.

αʹ. Ἐπολεμήθη ποτὲ ὁ ἀββᾶς Μωϋσῆς εἰς πορνείαν πάνυ· καὶ μηκέτι ἰσχύων καθίσαι εἰς τὸ κελλίον, ἀπῆλθε, καὶ ἀνήγγειλε τῷ ἀββᾷ Ἰσιδώρῳ. Καὶ παρεκάλεσεν αὐτὸν ὁ γέρων, ἵνα ὑποστρέψῃ εἰς τὸ κελλίον αὐτοῦ. Καὶ οὐ κατεδέξατο, λέγων ὅτι, Οὐκ ἰσχύω, ἀββᾶ. Καὶ λαβὼν αὐτὸν μεθ’ ἑαυτοῦ, ἀνήγαγεν εἰς τὸ δῶμα, καὶ λέγει αὐτῷ· Πρόσχες εἰς δυσμάς. Καὶ προσχὼν, εἶδε πλῆθος δαιμόνων ἀναρίθμητον· καὶ ἦσαν τεταραγμένοι, καὶ θορυβοῦντες τοῦ πολεμεῖν. Λέγει αὐτῷ πάλιν ὁ ἀββᾶς Ἰσίδωρος· Βλέψον καὶ εἰς τὰς ἀνατολάς. Καὶ προσέσχε, καὶ εἶδεν ἀναρίθμητα πλήθη ἁγίων ἀγγέλων δεδοξασμένων. Καὶ εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος· Ἰδοὺ οὗτοί εἰσιν οἱ ἀποστελλόμενοι τοῖς ἁγίοις παρὰ τοῦ Κυρίου εἰς βοήθειαν. Οἱ δὲ εἰς δυσμὰς, εἰσὶν οἱ πολεμοῦντες αὐτούς. Πλείους οὖν εἰσιν οἱ μεθ’ ἡμῶν. Καὶ οὕτως εὐχαριστήσας ὁ ἀββᾶς Μωϋσῆς τῷ Θεῷ, ἔλαβε θάρσος, καὶ ὑπέστρεψε εἰς τὸ κελλίον αὐτοῦ.

βʹ. Ἀδελφός ποτε ἐσφάλη εἰς Σκῆτιν· καὶ γενομένου συνεδρίου, ἀπέστειλαν πρὸς τὸν ἀββᾶν Μωϋσῆν. Ὁ δὲ οὐκ ἤθελεν ἐλθεῖν. Ἀπέστειλεν οὖν πρὸς αὐτὸν ὁ πρεσβύτερος, λέγων· Ἐλθὲ, ὅτι σε ὁ λαὸς περιμένει. Ὁ δὲ ἀναστὰς ἦλθε. Καὶ λαβὼν σπυρίδα τετρημμένην, καὶ γεμίσας ἄμμου, ἐβάστασεν. Οἱ δὲ ἐξελθόντες εἰς ἀπάντησιν αὐτοῦ, λέγουσιν αὐτῷ· Τί ἐστι τοῦτο, Πάτερ; Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Αἱ ἁμαρτίαι μού εἰσιν ὀπίσω μου καταῤῥέουσαι, καὶ οὐ βλέπω αὐτάς· καὶ ἦλθον ἐγὼ σήμερον, ἁμαρτήματα ἀλλότρια κρῖναι. Οἱ δὲ ἀκούσαντες, οὐδὲν ἐλάλησαν τῷ ἀδελφῷ· ἀλλὰ συνεχώρησαν αὐτῷ.

γʹ. Ἄλλοτε συνεδρίου γενομένου ἐν τῇ Σκήτει, θέλοντες αὐτὸν οἱ Πατέρες δοκιμάσαι, ἐξουδένωσαν αὐτὸν, λέγοντες· Τί καὶ ὁ Αἰθίοψ οὗτος ἔρχεται εἰς τὴν μέσην ἡμῶν; Ὁ δὲ ἀκούσας ἐσιώπησε. Μετὰ δὲ τὸ ἀπολυθῆναι αὐτοὺς, λέγουσιν αὐτῷ· Ἀββᾶ, οὐδὲν ἄρτι ἐταράχθης; Λέγει αὐτοῖς· Ἐταράχθην, ἀλλ’ οὐκ ἐλάλησα.

δʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μωϋσέως, ὅτι ἐγένετο κληρικὸς, καὶ ἐπέθηκαν αὐτῷ τὴν ἐπωμίδα. Καὶ λέγει αὐτῷ ὁ ἀρχιεπίσκοπος· Ἰδοὺ γέγονας ὁλόλευκος, ἀββᾶ Μωϋσῆ. Λέγει αὐτῷ ὁ γέρων· Ἄρα τὰ ἔξω, κῦρι ὁ Πάπας· ἢ καὶ τὰ ἔσω! Θέλων δὲ ὁ ἀρχιεπίσκοπος δοκιμάσαι αὐτὸν, λέγει τοῖς κληρικοῖς· Ὅταν εἰσέρχηται ὁ ἀββᾶς Μωϋσῆς εἰς τὸ ἱερατεῖον, διώξατε αὐτὸν, καὶ ἀκολουθήσατε αὐτῷ, ἵνα ἀκούσητε τί λέγει. Εἰσῆλθεν οὖν ὁ γέρων· καὶ ἐπετίμησαν αὐτὸν, καὶ ἐδίωξαν, λέγοντες· Ὕπαγε ἔξω, Αἰθίοψ. Ὁ δὲ ἐξελθὼν ἔλεγεν ἑαυτῷ· Καλῶς σοι ἐποίησαν, σποδόδερμε, μελανέ. Μὴ ὢν ἄνθρωπος, τί ἔρχῃ μετὰ ἀνθρώπων;

εʹ. Ἐδόθη ποτὲ εἰς Σκῆτιν ἐντολὴ ὅτι, Νηστεύσατε τὴν ἑβδομάδα ταύτην· καὶ κατ’ εὐκαιρίαν, παρέβαλον ἀδελφοὶ ἀπὸ Αἰγύπτου τῷ ἀββᾷ Μωϋσῇ· καὶ ἐποίησεν αὐτοῖς μικρὸν ἕψημα. Καὶ ἰδόντες οἱ γείτονες τὸν καπνὸν, εἶπον τοῖς κληρικοῖς· Ἰδοὺ Μωϋσῆς κατέλυσε τὴν ἐντολὴν, καὶ ἕψημα παρ’ ἑαυτῷ ἐποίησεν. Οἱ δὲ εἶπον· Ὅτε ἔρχεται, ἡμεῖς λαλοῦμεν αὐτῷ. Τοῦ δὲ σαββάτου γενομένου, οἱ κληρικοὶ ἰδόντες τὴν μεγάλην πολιτείαν τοῦ ἀββᾶ Μωϋσέως, ἔλεγον αὐτῷ ἔμπροσθεν τοῦ λαοῦ· Ὦ ἀββᾶ Μωϋσῆ, τὴν ἐντολὴν τῶν ἀνθρώπων ἔλυσας, καὶ τὴν τοῦ Θεοῦ ἐφύλαξας.

ϛʹ. Ἀδελφὸς παρέβαλεν εἰς Σκῆτιν πρὸς τὸν ἀββᾶν Μωϋσῆν, αἰτούμενος παρ’ αὐτοῦ λόγον. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, κάθισον εἰς τὸ κελλίον σου· καὶ τὸ κελλίον σου διδάσκει σε πάντα.

ζʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς· Ἄνθρωπος φεύγων, ἔοικε σταφυλῇ ὀπῇ· ὁ δὲ ἐν ἀνθρώποις ὢν, ὡς ὄμφαξ ἐστίν.

ηʹ. Ἤκουσέ ποτε ὁ ἄρχων περὶ τοῦ ἀββᾶ Μωϋσέως, καὶ ἀπῆλθεν εἰς Σκῆτιν ἰδεῖν αὐτόν· καὶ ἀνήγγειλάν τινες τῷ γέροντι τὸ πρᾶγμα· καὶ ἀνέστη φυγεῖν εἰς τὸ ἕλος. Καὶ ὑπήντησαν αὐτῷ λέγοντες· Εἰπὲ ἡμῖν, γέρον· ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μωϋσέως; Καὶ λέγει αὐτοῖς· Τί θέλετε παρ’ αὐτοῦ; ἄνθρωπος σαλός ἐστι. Καὶ ἐλθὼν ὁ ἄρχων εἰς τὴν ἐκκλησίαν, λέγει τοῖς κληρικοῖς· Ἐγὼ ἀκούων τὰ περὶ τοῦ ἀββᾶ Μωϋσέως, κατῆλθον ἰδεῖν αὐτόν· καὶ ἰδοὺ ὑπήντησεν ἡμῖν γέρων ὑπάγων εἰς Αἴγυπτον, καὶ εἴπομεν αὐτῷ· Ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μωϋσέως; καὶ λέγει ἡμῖν· Τί θέλετε ἀπ’ αὐτοῦ; σαλός ἐστιν. Ἀκούσαντες δὲ οἱ κληρικοὶ, ἐλυπήθησαν, λέγοντες· Ποταπὸς ἦν ὁ γέρων ὁ ταῦτα λαλήσας κατὰ τοῦ ἁγίου; Οἱ δὲ εἶπον· Γέρων, παλαιὰ φορῶν, μακρὸς καὶ μελανός. Οἱ δὲ εἶπον· Αὐτός ἐστιν ὁ ἀββᾶς Μωϋσῆς· καὶ διὰ τὸ μὴ ἀπαντῆσαι αὐτὸν ὑμῖν, ταῦτα εἶπεν ὑμῖν. Πολλὰ δὲ ὠφεληθεὶς ὁ ἄρχων ἀνεχώρησεν.

θʹ. Ἔλεγεν ὁ ἀββᾶς Μωϋσῆς ἐν Σκήτει· Ἐὰν φυλάξωμεν τὰς ἐντολὰς τῶν Πατέρων ἡμῶν, ἐγὼ ἐγγυῶμαι ὑμᾶς πρὸς τὸν Θεὸν, ὅτι βάρβαροι οὐκ ἔρχονται ὧδε. Εἰ δὲ μὴ φυλάξωμεν, ἐρημωθῆναι ἔχει ὁ τόπος οὗτος.

ιʹ. Καθημένων δέ ποτε τῶν ἀδελφῶν πρὸς αὐτὸν, ἔλεγεν αὐτοῖς· Ἰδοὺ βάρβαροι σήμερον εἰς Σκῆτιν ἔρχονται· ἀλλὰ ἀνάστητε καὶ φύγετε. Λέγουσιν αὐτῷ· Σὺ οὖν οὐ φεύγεις, ἀββᾶ; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ τοσαῦτα ἔτη προσδοκῶ τὴν ἡμέραν ταύτην· ἵνα πληρωθῇ ὁ λόγος τοῦ Δεσπότου Χριστοῦ, λέγοντος· Πάντες οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. Λέγουσιν αὐτῷ· Οὐδὲ ἡμεῖς φεύγομεν, ἀλλὰ μετὰ σοῦ ἀποθνήσκομεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἕκαστος βλεπέτω πῶς καθέζεται. Ἦσαν δὲ ἑπτὰ ἀδελφοὶ, καὶ λέγει αὐτοῖς· Ἰδοὺ οἱ βάρβαροι ἐγγίζουσι τῇ θύρᾳ. Καὶ εἰσελθόντες, ἐφόνευσαν αὐτούς. Εἷς δὲ ἐξ αὐτῶν ἔφυγεν ὀπίσω τῆς σειρᾶς· καὶ εἶδεν ἑπτὰ στεφάνους κατελθόντας, καὶ στεφανώσαντας αὐτούς.

ιαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, λέγων· Ὁρῶ ἐνώπιόν μου πρᾶγμα, καὶ οὐ δύναμαι αὐτὸ κατασχεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ γίνῃ νεκρὸς ὡς οἱ ταφέντες, οὐ δύνασαι αὐτὸ κατασχεῖν.

ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, ποίῳ τρόπῳ νεκροῖ ἑαυτὸν ἄνθρωπος ἀπὸ τοῦ πλησίον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν μὴ θήσει ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ἑαυτὸν ἤδη τριήμερον ἐν μνημείῳ, οὐ φθάνει εἰς τὸν λόγον τοῦτον.

ιγʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μωϋσέως εἰς Σκῆτιν, ὅτι ὡς ἤμελλεν ἐλθεῖν εἰς τὴν Πέτραν, ἐκοπίασεν ὁδεύων· καὶ ἔλεγεν ἐν ἑαυτῷ· Πῶς δύναμαι τὸ ὕδωρ μου συναγαγεῖν ὧδε; Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Εἴσελθε, καὶ μηδὲν φροντίσῃς. Εἰσῆλθεν οὖν. Καὶ παρέβαλον αὐτῷ τινες τῶν Πατέρων, καὶ οὐκ εἶχεν εἰ μὴ ἓν μόνον λαγύνιον ὕδατος· καὶ ποιοῦντος αὐτοῦ μικρὸν φακὸν, ἀνηλώθη. Ὁ δὲ γέρων ἐθλίβετο. Εἰσερχόμενος οὖν καὶ ἐξερχόμενος, ηὔχετο τῷ Θεῷ. Καὶ ἰδοὺ νεφέλη βροχῆς ἦλθε κατ’ αὐτῆς τῆς Πέτρας· καὶ ἐγέμισεν ὅλα τὰ ἀγγεῖα αὐτοῦ. Καὶ λέγουσι μετὰ ταῦτα τῷ γέροντι· Εἰπὲ ἡμῖν, τί εἰσήρχου καὶ ἐξήρχου. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Δίκην ἐποίουν μετὰ τοῦ Θεοῦ ὅτι, Ἤνεγκάς με ὧδε, καὶ ἰδοὺ ὕδωρ οὐκ ἔχω ἵνα πίωσιν οἱ δοῦλοί σου. Διὰ τοῦτο εἰσηρχόμην καὶ ἐξηρχόμην παρακαλῶν τὸν Θεὸν, ἕως οὗ ἔπεμψεν ἡμῖν.

ιδʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς, ὅτι ὀφείλει ἄνθρωπος ἀποθανεῖν ἀπὸ τοῦ ἑταίρου αὐτοῦ, τοῦ μὴ κρίνειν αὐτὸν ἔν τινι.

ιεʹ. Πάλιν εἶπεν ὅτι, Ὀφείλει ἄνθρωπος νεκρῶσαι ἑαυτὸν ἀπὸ παντὸς πονηροῦ πράγματος, πρὸ τοῦ ἐξελθεῖν ἀπὸ τοῦ σώματος, τοῦ μὴ κακῶσαί τινα ἄνθρωπον.

ιϛʹ. Εἶπε πάλιν· Ἐὰν μὴ ἄνθρωπος ἔχῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν, ὁ Θεὸς οὐκ εἰσακούει αὐτοῦ. Καὶ εἶπεν ὁ ἀδελφός· Τί ἐστιν, ἔχει ἐν τῇ καρδίᾳ ὅτι ἁμαρτωλός ἐστιν; Καὶ εἶπεν ὁ γέρων ὅτι, Εἴ τις βαστάζει τὰς ἁμαρτίας αὐτοῦ, οὐ βλέπει τὰς τοῦ πλησίον αὐτοῦ.

ιζʹ. Εἶπε πάλιν· Ἐὰν μὴ συμφωνήσῃ ἡ πρᾶξις μετὰ τῆς εὐχῆς, εἰς μάτην κοπιᾷ. Καὶ εἶπεν ὁ ἀδελφός· Τί ἐστι, συμφώνησις πράξεως μετὰ εὐχῆς; Καὶ εἶπεν ὁ γέρων· Ἵνα ὑπὲρ ὧν εὐχόμεθα, μηκέτι ποιῶμεν αὐτά. Ὅταν γὰρ ἄνθρωπος ἀφῇ τὰ θελήματα αὐτοῦ, τότε καταλλάσσεται αὐτῷ ὁ Θεὸς, καὶ δέχεται τὴν εὐχὴν αὐτοῦ.

ιηʹ. Ἠρώτησεν ὁ ἀδελφὸς ὅτι, Ἐν παντὶ κόπῳ τοῦ ἀνθρώπου, τί ἐστι τὸ βοηθοῦν αὐτῷ; Καὶ λέγει ὁ γέρων· Ὁ Θεός ἐστιν ὁ βοηθῶν. Γέγραπται γάρ· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Εἶπεν ὁ ἀδελφός· Αἱ νηστεῖαι καὶ ἀγρυπνίαι ἃς ποιεῖ ἄνθρωπος, τί γίνονται; Λέγει αὐτῷ ὁ γέρων· Αὗται ποιοῦσι τὴν ψυχὴν ταπεινωθῆναι. Γέγραπται γάρ· Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἐὰν ἡ ψυχὴ ποιήσῃ τοὺς καρποὺς τούτους, σπλαγχνίζεται ὁ Θεὸς ἐπ’ αὐτῇ δι’ αὐτῶν. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Τί ποιήσει ἄνθρωπος ἐν παντὶ πειρασμῷ ἐπερχομένῳ ἐπάνω αὐτοῦ, ἢ ἐν παντὶ λογισμῷ τοῦ ἐχθροῦ; Λέγει αὐτῷ ὁ γέρων· Κλαίειν ὀφείλει ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ, ἵνα βοηθήσῃ αὐτῷ· καὶ ἀναπαύεται ταχέως, ἐὰν παρακαλῇ ἐν γνώσει· γέγραπται γάρ· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἠρώστησεν ὁ ἀδελφὸς ὅτι, Ἰδοὺ ἄνθρωπος δέρει τὸν δοῦλον αὐτοῦ δι’ ἁμαρτίαν ἢν ἔπραξε. Τί ἐρεῖ ὁ δοῦλος; Λέγει ὁ γέρων· Ἐάν ἐστι δοῦλος καλὸς, ἐρεῖ· Ἐλέησόν με, ἡμάρτηκα. Λέγει αὐτῷ ὁ ἀδελφός· Οὐδὲν ἄλλο λέγει; Λέγει ὁ γέρων· Οὐχί. Ἀφ’ οὗ γὰρ τὴν μέμψιν ἐπιτιθεῖ ἐφ’ ἑαυτῷ, καὶ εἴπῃ, Ἡμάρτηκα, εὐθέως σπλαγχνίζεται ἐπ’ αὐτῷ ὁ κύριος αὐτοῦ. Τέλος δὲ τούτων πάντων, τὸ μὴ κρῖναι τὸν πλησίον. Ὅτε γὰρ ἡ χεὶρ Κυρίου ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, οὐκ ἦν οἶκος οὗ οὐκ ἦν ἐν αὐτῷ τεθνηκώς. Λέγει αὐτῷ ὁ ἀδελφός· Τίς ἐστιν ὁ λόγος οὗτος; Λέγει αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν ἡμᾶς ἐάσωσιν ἰδεῖν τὰς ἁμαρτίας ἡμῶν, οὐ μὴ ἴδωμεν τὰς ἁμαρτίας τοῦ πλησίον. Μωρία γάρ ἐστιν ἀνθρώπῳ, ἔχοντι τὸν ἑαυτοῦ νεκρὸν, ἀφεῖναι αὐτὸν καὶ ἀπελθεῖν κλαῦσαι τὸν τοῦ πλησίον. Τὸ ἀποθανεῖν δὲ ἀπὸ τοῦ πλησίον σου, τοῦτό ἐστι τὸ βαστάσαι σου τὰς ἁμαρτίας, καὶ ἀμεριμνεῖν ἀπὸ παντὸς ἀνθρώπου, ὅτι οὗτος καλός ἐστιν, ἢ οὗτος κακός. Μὴ ποιήσῃς κακὸν μηδενὶ ἀνθρώπῳ, μηδὲ λογίζου πονηρὸν ἐν τῇ καρδίᾳ σου εἴς τινα· μηδὲ ἐξουδενώσῃς τινὰ ποιοῦντα κακόν· μηδὲ πεισθῇς τῷ κακοποιοῦντι τὸν πλησίον αὐτοῦ, μηδὲ χαῖρε μετὰ τοῦ ποιοῦντος κακὸν τῷ πλησίον αὐτοῦ· μὴ καταλαλήσῃς τινά· ἀλλὰ λέγε· Ὁ Θεὸς γινώσκει ἕκαστον· μὴ συμπεισθῇς μετὰ τοῦ καταλαλοῦντος, μηδὲ συγχαρῇς μετὰ τῆς καταλαλιᾶς αὐτοῦ, μηδὲ μισήσῃς τὸν καταλαλοῦντα τὸν πλησίον αὐτοῦ. Καὶ τοῦτό ἐστι τὸ μὴ κρῖναι. Μὴ ἔχε ἔχθραν μετά τινος ἀνθρώπου, καὶ μὴ κρατήσῃς ἔχθραν ἐν τῇ καρδίᾳ σου· μὴ μισήσῃς τὸν ἐχθραίνοντα μετὰ τοῦ πλησίον. Καὶ αὕτη ἐστὶν ἡ εἰρήνη. Ἐν τούτοις ἐαυτὸν παρακάλει· πρὸς ὀλίγον χρόνον ὁ κάματος, καὶ εἰς ἀεὶ ἡ ἀνάπαυσις, χάριτι τοῦ Θεοῦ Λόγου. Ἀμήν.

Περὶ τοῦ ἀββᾶ Ματόη.

αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματόης· Θέλω ἐργασίαν ἐλαφρὰν καὶ ἐμμένουσαν, ἢ ἐπίπονον ἐξ ἀρχῆς καὶ ταχέως ἐκκοπτομένην.

βʹ. Εἶπε πάλιν· Ὅσον ἐγγίζει ἄνθρωπος τῷ Θεῷ, τοσοῦτον ἁμαρτωλὸν ἑαυτὸν βλέπει. Ἡσαΐας γὰρ ὁ προφήτης ἰδὼν τὸν Θεὸν, τάλαν καὶ ἀκάθαρτον ἔλεγεν ἑαυτόν.

γʹ. Ἔλεγε πάλιν· Ὅτε ἤμην νεώτερος, ἔλεγον ἐν ἑαυτῷ ὅτι, Τάχα τί ποτε ἐργάζομαι ἀγαθόν· νῦν δὲ ὡς ἐγήρασα, βλέπω ὅτι οὐκ ἔχω ἓν ἔργον καλὸν ἐν ἐμαυτῷ.

δʹ. Εἶπε πάλιν· Οὐκ οἶδεν ὁ Σατανᾶς ποίῳ πάθει ἠττᾶται ἡ ψυχή. Σπείρει μὲν, ἀλλ’ οὐκ οἶδεν εἰ θερίσει· τοὺς μὲν περὶ πορνείας, τοὺς δὲ περὶ καταλαλιᾶς λογισμοὺς, καὶ ὁμοίως τὰ λοιπὰ πάθη. Καὶ εἰς οἷον πάθος ἴδῃ τὴν ψυχὴν κλίνασαν, χορηγεῖ αὐτῇ.

εʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ματώῃ, καὶ λέγει αὐτῷ· Πῶς οἱ Σκητιῶται ἐποίουν περισσότερον τῆς Γραφῆς, ἀγαπῶντες τοὺς ἐχθροὺς αὐτῶν ὑπὲρ ἑαυτούς; Λέγει αὐτῷ ὁ ἀββᾶς Ματώης· Ἐγὼ τέως τὸν ἀγαπῶντά με οὐκ ἀγαπῶ ὡς ἐμαυτόν.

ϛʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματώην· Τί ποιήσω ἐὰν παραβάλῃ μοι ἀδελφὸς, καὶ ἔστι νηστεία ἢ πρωΐ; ὅτι θλίβομαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὲν οὐ θλίβῃ, καὶ φάγῃς μετὰ τοῦ ἀδελφοῦ, καλῶς ποιεῖς. Ἐὰν δὲ μὴ προσδοκᾷς τινα, καὶ φάγῃς, τοῦτο σὸν θέλημά ἐστιν.

ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἰακὼβ ὅτι, Παρέβαλον τῷ ἀββᾷ Ματώῃ· καὶ ἀνακάμψαντός μου, εἶπον αὐτῷ ὅτι, Θέλω παραβαλεῖν εἰς τὰ Κελλία. Καὶ εἶπέ μοι· Ἄσπασαι ἐξ ἐμοῦ τὸν ἀββᾶν Ἰωάννην. Ἐλθὼν δὲ ἐγὼ πρὸς τὸν ἀββᾶν Ἰωάννην, λέγω αὐτῷ· Ἀσπάζεταί σε ὁ ἀββᾶς Ματώης. Καὶ λέγει μοι ὁ γέρων· Ἰδοὺ ὁ ἀββᾶς Ματώης, ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ πληρωθέντος ἐνιαυτοῦ, πάλιν παρέβαλον τῷ ἀββᾷ Ματόῃ· καὶ εἶπον αὐτῷ τὸν ἀσπασμὸν τοῦ ἀββᾶ Ἰωάννου. Καὶ λέγει ὁ γέρων· Οὐκ εἰμὶ μὲν ἄξιος τοῦ λόγου τοῦ γέροντος· πλὴν τοῦτο γίνωσκε, ὅτι ὅταν ἀκούσῃς γέροντος τὸν πλησίον δοξάζοντος ὑπὲρ ἑαυτὸν, εἰς μέτρα μεγάλα ἔφθασεν. Αὕτη γάρ ἐστιν ἡ τελειότης, ὥστε τὸν πλησίον ἑαυτοῦ δοξάζειν ὑπὲρ ἑαυτόν.

ηʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματώης ὅτι, Ἦλθεν ἀδελφὸς πρὸς μὲ, καὶ εἶπέ μοι, ὅτι ἡ καταλαλιὰ χεῖρόν ἐστι τῆς πορνείας. Καὶ εἶπον· Σκληρός ἐστιν ὁ λόγος. Λέγει οὖν μοι· Καὶ πῶς θέλεις εἶναι τὸ πρᾶγμα τοῦτο; Ἐγὼ δὲ ἔφην· Ἡ μὲν καταλαλιὰ κακή ἐστιν· ταχεῖαν δὲ ἔχει θεραπείαν· μετανοεῖ γὰρ πολλάκις ὁ καταλαλήσας, λέγων· Κακῶς ἐλάλησα. Ἡ δὲ πορνεία, φυσικὸς θάνατός ἐστιν.

θʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ματώης ἀπὸ τῆς Ῥαιθοῦ, εἰς τὰ μέρη Μαγδολῶν· ἦν δὲ ὁ ἀδελφὸς αὐτοῦ μετ’ αὐτοῦ. Καὶ κρατήσας ὁ ἐπίσκοπος τὸν γέροντα, ἐποίησεν αὐτὸν πρεσβύτερον. Καὶ γενομένων αὐτῶν ὁμοῦ, ἔλεγεν ὁ ἐπίσκοπος· Συγχώρησόν μοι, ἀββᾶ· οἷδα ὅτι οὐκ ἤθελες τὸ πρᾶγμα τοῦτο· ἀλλὰ διὰ τὸ εὐλογηθῆναί με παρὰ σοῦ, ἐτόλμησα τοῦτο ποιῆσαι. Εἶπε δὲ αὐτῷ ὁ γέρων μετὰ ταπεινώσεως· Καὶ ὁ λογισμός μου μικρὸν ἤθελεν· πλὴν εἰς τοῦτο ἐγὼ κοπιῶ, ὅτι χωρισθῆναι ἔχω ἀπὸ τοῦ ἀδελφοῦ τοῦ μετ’ ἐμοῦ. Οὐ βαστάζω γὰρ ὅλας τὰ εὐχὰς ποιῆσαι μόνος. Καὶ λέγει ὁ ἐπίσκοπος· Εἰ οἶδας ὅτι ἄξιός ἐστιν, ἐγὼ αὐτὸν χειροτονῶ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ματώης· Εἰ μὲν ἄξιός ἐστιν, οὐκ οἶδα· ἓν δὲ οἶδα, ὅτι ἐμοῦ καλλίων ἐστίν. Ἐχειροτόνησε δὲ καὶ αὐτόν. Καὶ ἐκοιμήθησαν οἱ ἀμφότεροι, μὴ ἐγγίσαντες θυσιαστηρίῳ ἕνεκεν τοῦ ποιῆσαι προσφοράν. Ἔλεγε δὲ ὁ γέρων· Πιστεύω εἰς τὸν Θεὸν, ὅτι οὐκ ἔχω κρῖμα πολὺ διὰ τὴν χειροτονίαν, ὁπότε οὐ ποιῶ προσφοράν. Τῶν γὰρ ἀμέμπτων ἐστὶν ἡ χειροτονία.

ιʹ. Εἶπεν ὁ ἀββᾶς Ματόης ὅτι, Τρεῖς γέροντες ἀπῆλθον πρὸς τὸν ἀββᾶν Παφνούτιον τὸν λεγόμενον Κεφαλᾶν, ἵνα ἐρωτήσωσιν αὐτὸν λόγον. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Τί θέλετε εἴπω ὑμῖν; Πνευματικὸν ἢ σωματικόν; Λέγουσιν αὐτῷ· Πνευματικόν. Λέγει αὐτοῖς ὁ γέρων· Ὑπάγετε, ἀγαπήσατε τὴν θλῖψιν ὑπὲρ τὴν ἀνάπαυσιν, καὶ τὴν ἀτιμίαν πλέον τῆς δόξης, καὶ τὸ διδόναι μᾶλλον ἢ λαμβάνειν.

ιαʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ματώην, λέγων· Εἰπέ μοι ῥῆμα. Ὁ δὲ εἶπεν αὐτῷ· Ὕπαγε, παρακάλεσον τὸν Θεὸν, ἵνα δώσει πένθος εἰς τὴν καρδίαν σου, καὶ ταπείνωσιν· καὶ πρόσεχε πάντοτε τὰς ἁμαρτίας σου· καὶ μὴ κρῖνε ἄλλους, ἀλλὰ γενοῦ ὑποκάτω πάντων· καὶ μὴ ἔχε φιλίαν μετὰ παιδίου, μήτε γνῶσιν μετὰ γυναικὸς, μήτε φίλον αἱρετικόν· καὶ κόψον τὴν παῤῥησίαν ἀπὸ σοῦ· καὶ κράτει τὴν γλῶσσαν καὶ τὴν κοιλίαν σου, καὶ ἀπὸ οἴνου μικρόν· καὶ ἐάν τις λαλήσῃ περὶ πράγματος οἱουδήποτε, μὴ φιλονείκει μετ’ αὐτοῦ· ἀλλ’ ἐὰν καλῶς λέγῃ, εἰπέ· Ναί· ἐὰν δὲ κακῶς, εἰπέ· Σὺ οἶδας πῶς λαλεῖς· καὶ μὴ ἔριζε μετ’ αὐτοῦ περὶ ὧν ἐλάλησε. Καὶ αὕτη ἐστὶν ἡ ταπείνωσις.

ιβʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ματώην· Εἰπέ μοι ῥῆμα. Καὶ εἶπεν αὐτῷ· Πᾶσαν φιλονεικίαν ἀπὸ παντὸς πράγματος κόψον ἀπὸ σοῦ· κλαῦσον δὲ καὶ πένθησον, ὅτι ὁ καιρὸς ἤγγισεν.

ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματόην, λέγων· Τί ποιήσω; ὅτι ἡ γλῶσσά μου θλίβει με· καὶ ὅταν ἔρχωμαι ἐν μέσῳ τῶν ἀνθρώπων, οὐ δύναμαι κατασχεῖν αὐτήν· ἀλλὰ κατακρίνω αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἐλέγχω αὐτούς. Τί οὖν ποιήσω; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Εἰ οὐ δύνασαι κατέχειν ἑαυτὸν, φύγε καταμόνας. Ἀσθένεια γάρ ἐστιν. Ὁ δὲ καθήμενος μετὰ ἀδελφῶν, οὐκ ὀφείλει εἶναι τετραγωνιαῖος, ἀλλὰ στρογγύλος, ἵνα πρὸς πάντας κυλίηται. Καὶ εἶπεν ὁ γέρων Οὐ κατὰ ἀρετὴν κάθημαι καταμόνας, ἀλλὰ κατὰ ἀσθένειαν· δυνατοὶ γάρ εἰσιν, οἱ ἐρχόμενοι εἰς τὸ μέσον τῶν ἀνθρώπων.

Περὶ τοῦ ἀββᾶ Μάρκου μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ.

αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι εἶχε μαθητὴν ἐν Σκήτει, Μάρκον ὀνόματι· ἦν δὲ ἔχων ὑπακοὴν μεγάλην, καὶ ἦν καλλιγράφος. Ἠγάπα δὲ αὐτὸν ὁ γέρων διὰ τὴν ὑπακοὴν αὐτοῦ. Εἶχε δὲ ἄλλους ἕνδεκα μαθητὰς, καὶ ἐθλίβοντο, ὅτι ἠγάπα αὐτὸν ὑπὲρ αὐτούς. Καὶ ἀκούσαντες οἱ γέροντες, ἐλυπήθησαν. Ἦλθον δὲ ἐν μιᾷ πρὸς αὐτὸν οἱ γέροντες, καὶ ἐνεκάλουν αὐτόν. Λαβὼν δ’ αὐτοὺς ἐξῆλθε, καὶ ἔκρουσε κατὰ κελλίον, λέγων· Ὁ δεῖνα ἀδελφὲ, δεῦρο, ὅτι χρῄζω σου. Καὶ εἷς ἐξ αὐτῶν, οὐκ ἠκολούθησεν αὐτῷ εὐθύς. Καὶ ἐλθὼν ἐπὶ τὴν κέλλαν Μάρκου, ἔκρουσε, λέγων· Μάρκε. Ὁ δὲ ἀκούσας τῆς φωνῆς τοῦ γέροντος, εὐθὺς ἐπήδησεν ἔξω· καὶ ἔπεμψεν αὐτὸν εἰς διακονίαν. Καὶ λέγει τοῖς γέρουσι· Ποῦ εἰσὶν οἱ λοιποὶ ἀδελφοὶ, Πατέρες; Καὶ εἰσελθὼν εἰς τὴν κέλλαν αὐτοῦ, ἐψηλάφησε τὸ τετράδιον αὐτοῦ· καὶ εὗρεν ὅτι ω ἔβαλε χεῖρα ποιεῖν· καὶ ἀκούσας τοῦ γέροντος, οὐκ ἔστρεψε τὸν κάλαμον πληρῶσαι αὐτό. Λέγουσιν οὖν οἱ γέροντες· Ὄντως ὃν σὺ ἀγαπᾷς, ἀββᾶ, καὶ ἡμεῖς αὐτὸν ἀγαπῶμεν, καὶ ὁ Θεὸς αὐτὸν ἀγαπᾷ.

βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ποτὲ περιπατῶν ἐν τῇ Σκήτει μετὰ τῶν γερόντων, καὶ θέλων αὐτοῖς τὴν ὑπακοὴν τοῦ μαθητοῦ αὐτοῦ Μάρκου δεῖξαι, καὶ δι’ ὃ ἀγαπᾷ αὐτὸν, θεωρήσας μικρὸν σύαγρον, λέγει αὐτῷ· Θεωρεῖς τὸ μικρὸν βουβάλιον ἐκεῖνο, τέκνον; Λέγει αὐτῷ· Ναὶ, ἀββᾶ. Καὶ τὰ κέρατα αὐτοῦ πῶς πιθανά εἰσιν; Λέγει· Ναὶ, ἀββᾶ. Καὶ ἐθαύμασαν οἱ γέροντες τὴν ἀπόκρισιν αὐτοῦ, καὶ ᾠκοδομήθησαν ἐν τῇ ὑπακοῇ αὐτοῦ.

γʹ. Κατῆλθέ ποτε ἡ μήτηρ τοῦ ἀββᾶ Μάρκου ἰδεῖν αὐτόν· καὶ εἶχε πολλὴν φαντασίαν. Καὶ ἐξῆλθεν ὁ γέρων πρὸς αὐτήν. Καὶ εἶπεν αὐτῷ· Ἀββᾶ, εἰπὲ τὸν υἱόν μου ἐξελθεῖν, ἵνα ἴδω αὐτόν. Εἰσελθὼν δὲ ὁ γέρων, εἶπεν αὐτῷ· Ἔξελθε, ἵνα σε ἴδῃ ἡ μήτηρ σου. Ἦν δὲ φορῶν κεντονάριον, καὶ ἠσβολωμένος ἀπὸ τοῦ μαγειρείου. Καὶ ἐξελθὼν διὰ τὴν ὑπακοὴν, ἐκάμμυσε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Σωθείητε, σωθείητε, σωθείητε· καὶ οὐκ εἶδεν αὐτούς. Ἡ δὲ μήτηρ αὐτοῦ οὐκ ἐγνώρισεν αὐτόν. Πάλιν οὖν πέμπει πρὸς τὸν γέροντα, λέγουσα· Ἀββᾶ, πέμψον μοι τὸν υἱόν μου, ἵνα αὐτὸν ἴδω. Καὶ εἶπε τῷ Μάρκῳ· Οὐκ εἶπόν σοι· Ἔξελθε, ἵνα σε ἴδῃ ἡ μήτηρ σου; Καὶ εἶπεν αὐτῷ ὁ Μάρκος· Ἐξῆλθον κατὰ τὸν λόγον σου, ἀββᾶ. Πλὴν παρακαλῶ σε, μὴ εἴπῃς μοι ἄλλο ἅπαξ ἐξελθεῖν, ἵνα μὴ παρακούσω σου. Καὶ ἐξελθὼν ὁ γέρων εἶπεν αὐτῇ· Αὐτός ἐστιν ὁ ἀπαντήσας ὑμῖν, λέγων· Σωθείητε. Καὶ παρακαλέσας αὐτὴν ἀπέλυσεν.

δʹ. Ἄλλοτε συνέβη αὐτὸν ἐξελθεῖν ἀπὸ Σκήτεως, καὶ ἀπελθεῖν εἰς τὸ ὄρος τὸ Σινὰ, καὶ μεῖναι ἐκεῖ. Καὶ ἔπεμψεν ἡ μήτηρ τοῦ Μάρκου ὁρκίζουσα αὐτὸν μετὰ δακρύων, ἵνα ἐξέλθῃ υἱὸς αὐτῆς, καὶ ἴδῃ αὐτόν. Ὁ δὲ γέρων ἀπέλυσεν αὐτόν. Καὶ ὡς ἐποίει τὴν μηλωτὴν αὐτοῦ τοῦ ἐξελθεῖν, καὶ ἤρχετο ἀσπάσασθαι τὸν γέροντα, εὐθέως ἔβαλλε κλαίειν, καὶ οὐκ ἐξήρχετο.

εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ὡς ἤθελεν ἐξελθεῖν εἰς Συρίαν, εἶπεν αὐτῷ ὁ μαθητὴς αὐτοῦ Μάρκος· Πάτερ, οὐ θέλω ἐξελθεῖν ἔνθεν· ἀλλ’ οὐδὲ σὲ ἀφῶ ἐξελθεῖν, ἀββᾶ. Ἀλλὰ παράμεινον ὧδε τρεῖς ἡμέρας. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκοιμήθη